< Ἠσαΐας 19 >
1 Η κατά της Αιγύπτου όρασις. Ιδού, ο Κύριος επιβαίνει επί νεφέλης κούφης και θέλει επέλθει επί την Αίγυπτον· και τα είδωλα της Αιγύπτου θέλουσι σεισθή από προσώπου αυτού, και η καρδία της Αιγύπτου θέλει διαλυθή εν μέσω αυτής.
ὅρασις Αἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς
2 Και θέλει σηκώσει Αιγυπτίους κατά Αιγυπτίων, και θέλουσι πολεμήσει έκαστος κατά του αδελφού αυτού και έκαστος κατά του πλησίον αυτού· πόλις κατά πόλεως, βασιλεία κατά βασιλείας.
καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν
3 Και θέλει εκλείψει το πνεύμα της Αιγύπτου εν μέσω αυτής· και θέλω ανατρέψει την βουλήν αυτής· και θέλουσιν ερωτήσει τα είδωλα και τους μάγους και τους εγγαστριμύθους και τους μάντεις.
καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους
4 Και θέλω παραδώσει τους Αιγυπτίους εις χείρα σκληρών κυρίων· και βασιλεύς άγριος θέλει εξουσιάζει αυτούς, λέγει ο Κύριος, ο Κύριος των δυνάμεων.
καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν τάδε λέγει κύριος σαβαωθ
5 Και τα ύδατα θέλουσιν εκλείψει εκ των θαλασσών και ο ποταμός θέλει αφανισθή και καταξηρανθή.
καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται
6 Και οι ποταμοί θέλουσι στειρεύσει· οι ρύακες οι περιπεφραγμένοι θέλουσι κενωθή και καταξηρανθή· ο κάλαμος και ο σπάρτος θέλουσι μαρανθή·
καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου
7 τα λιβάδια πλησίον των ρυάκων, επί των στομίων των ρυάκων, και παν το εσπαρμένον παρά τους ρύακας θέλει ξηρανθή, απορριφθή και αφανισθή.
καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον
8 Και οι αλιείς θέλουσι στενάξει και πάντες οι ρίπτοντες άγκιστρον εις τους ρύακας θέλουσι θρηνήσει και οι βάλλοντες δίκτυα επί τα ύδατα θέλουσι νεκρωθή.
καὶ στενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν
9 Και οι εργαζόμενοι εις λεπτόν λινάριον και οι πλέκοντες δίκτυα θέλουσι ταραχθή.
καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον
10 Και οι στύλοι αυτής θέλουσι συντριφθή και πάντες οι κερδαίνοντες από ιχθυοτροφείων.
καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν
11 Βεβαίως οι άρχοντες της Τάνεως είναι μωροί, η βουλή των σοφών συμβούλων του Φαραώ κατεστάθη άλογος· πως λέγετε έκαστος προς τον Φαραώ, Εγώ είμαι υιός σοφών, υιός αρχαίων βασιλέων;
καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως ἡ βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς
12 Που, που, οι σοφοί σου; και ας είπωσι τώρα προς σε, και ας καταλάβωσι τι εβουλεύθη ο Κύριος των δυνάμεων κατά της Αιγύπτου.
ποῦ εἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ’ Αἴγυπτον
13 Οι άρχοντες της Τάνεως εμωράνθησαν, οι άρχοντες της Μέμφεως επλανήθησαν· και επλάνησαν την Αίγυπτον οι άρχοντες των φυλών αυτής.
ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς
14 Ο Κύριος εκέρασεν εν τω μέσω αυτής πνεύμα παραφροσύνης· και επλάνησαν την Αίγυπτον εις πάντα τα έργα αυτής, ως ο μεθύων πλανάται εν τω εμετώ αυτού.
κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα
15 Και δεν θέλει είσθαι έργον διά την Αίγυπτον, το οποίον η κεφαλή ή η ουρά, ο κλάδος ή ο σπάρτος, να δύναται να κάμη.
καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος
16 Εν εκείνη τη ημέρα οι Αιγύπτιοι θέλουσιν είσθαι ως γυναίκες, και θέλουσι τρομάξει και φοβηθή από της χειρός του Κυρίου των δυνάμεων σειομένης, την οποίαν σείει επ' αυτούς.
τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς
17 Και η γη του Ιούδα θέλει είσθαι φρίκη εις τους Αιγυπτίους· πας όστις ενθυμείται αυτήν θέλει φρίττει, διά την βουλήν του Κυρίου των δυνάμεων, την οποίαν απεφάσισεν εναντίον αυτών.
καὶ ἔσται ἡ χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ’ αὐτήν
18 Εν εκείνη τη ημέρα πέντε πόλεις θέλουσιν είσθαι εν τη γη της Αιγύπτου λαλούσαι την γλώσσαν της Χαναάν και ομνύουσαι εις τον Κύριον των δυνάμεων· η μία θέλει ονομάζεσθαι η πόλις Αχέρες.
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου πόλις‐ασεδεκ κληθήσεται ἡ μία πόλις
19 Εν εκείνη τη ημέρα θέλει είσθαι εν τω μέσω της γης Αιγύπτου θυσιαστήριον εις τον Κύριον και στήλη κατά το όριον αυτής εις τον Κύριον.
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ
20 Και θέλει είσθαι εν τη γη της Αιγύπτου διά σημείον και μαρτυρίαν εις τον Κύριον των δυνάμεων· διότι θέλουσι βοά προς τον Κύριον εξ αιτίας των καταθλιβόντων, και θέλει εξαποστείλει προς αυτούς σωτήρα και μέγαν και θέλει σώσει αυτούς.
καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς
21 Και θέλει γνωρισθή ο Κύριος εις τους Αιγυπτίους· και οι Αιγύπτιοι θέλουσι γνωρίσει τον Κύριον εν εκείνη τη ημέρα και θέλουσι προσφέρει θυσίαν και προσφοράν· και θέλουσιν ευχηθή ευχήν εις τον Κύριον και εκπληρώσει αυτήν.
καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν
22 Και θέλει κτυπήσει ο Κύριος την Αίγυπτον· θέλει κτυπήσει και θεραπεύσει αυτήν· και θέλουσιν επιστραφή εις τον Κύριον· και θέλει παρακαλεσθή υπ' αυτών και θέλει ιατρεύσει αυτούς.
καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς
23 Εν εκείνη τη ημέρα θέλει είσθαι οδός μεγάλη από της Αιγύπτου προς την Ασσυρίαν· και οι Ασσύριοι θέλουσιν ελθεί εις την Αίγυπτον, και οι Αιγύπτιοι εις την Ασσυρίαν, και οι Αιγύπτιοι μετά των Ασσυρίων θέλουσι δουλεύσει εις τον Κύριον.
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις
24 Εν εκείνη τη ημέρα ο Ισραήλ θέλει είσθαι ο τρίτος μετά του Αιγυπτίου και μετά του Ασσυρίου· ευλογία εν μέσω της γης θέλει είσθαι·
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ
25 διότι ο Κύριος των δυνάμεων θέλει ευλογήσει αυτούς λέγων, Ευλογημένη η Αίγυπτος ο λαός μου και η Ασσυρία το έργον των χειρών μου και ο Ισραήλ η κληρονομία μου.
ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ