< Ἠσαΐας 17 >
1 Η κατά Δαμασκού όρασις. Ιδού, η Δαμασκός πεπαυμένη του να ήναι πόλις, και θέλει είσθαι σωρός ερειπίων.
τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν
2 Αι πόλεις της Αροήρ εγκατελείφθησαν· θέλουσιν είσθαι διά τα ποίμνια, τα οποία θέλουσιν αναπαύεσθαι εκεί, και δεν θέλει είσθαι ο φοβίζων.
καταλελειμμένη εἰς τὸν αἰῶνα εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν καὶ οὐκ ἔσται ὁ διώκων
3 Και θέλει εκλείψει από του Εφραΐμ η βοήθεια και το βασίλειον από της Δαμασκού, και το υπόλοιπον της Συρίας θέλει γείνει ως η δόξα των υιών του Ισραήλ, λέγει ο Κύριος των δυνάμεων.
καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν τάδε λέγει κύριος σαβαωθ
4 Και εν τη ημέρα εκείνη η δόξα του Ιακώβ θέλει σμικρυνθή και το πάχος της σαρκός αυτού θέλει ισχνωθή.
ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ιακωβ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται
5 Και θέλει είσθαι, ως όταν ο θεριστής συνάγη τον σίτον και θερίζη τα αστάχυα διά του βραχίονος αυτού· και θέλει είσθαι ως ο συνάγων αστάχυα εν τη κοιλάδι Ραφαείμ.
καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα καὶ σπέρμα σταχύων ἐν τῷ βραχίονι αὐτοῦ ἀμήσῃ καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ
6 Θέλουσιν όμως μείνει εν αυτή ρώγες, ως εν τω τιναγμώ της ελαίας, δύο τρεις ελαίαι επί της κορυφής των υψηλοτέρων κλάδων, τέσσαρες πέντε επί των μακροτέρων αυτής καρποφόρων κλάδων, λέγει Κύριος ο Θεός του Ισραήλ.
καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ
7 Εν εκείνη τη ημέρα ο άνθρωπος θέλει αναβλέψει προς τον Ποιητήν αυτού και οι οφθαλμοί αυτού θέλουσιν ενατενίσει προς τον Άγιον του Ισραήλ.
τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ισραηλ ἐμβλέψονται
8 Και δεν θέλει αναβλέψει προς τους βωμούς, το έργον των χειρών αυτού, ουδέ θέλει σεβασθή εκείνο το οποίον έκαμον οι δάκτυλοι αυτού, ούτε τα άλση ούτε τα είδωλα.
καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν οὐδὲ τὰ βδελύγματα αὐτῶν
9 Εν εκείνη τη ημέρα αι οχυραί πόλεις αυτού θέλουσιν είσθαι ως εγκαταλελειμμένος κλάδος και ακρότατον κλωνάριον, το οποίον αφήκαν εξ αιτίας των υιών του Ισραήλ· και θέλει είσθαι ερήμωσις.
τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον ἐγκατέλιπον οἱ Αμορραῖοι καὶ οἱ Ευαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ καὶ ἔσονται ἔρημοι
10 Επειδή ελησμόνησας τον Θεόν της σωτηρίας σου και δεν ενεθυμήθης τον βράχον της δυνάμεώς σου, διά τούτο θέλεις φυτεύσει ευάρεστα φυτά, και θέλεις κάμει την εμφύτευσιν με ξένα βλαστήματα·
διότι κατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον καὶ σπέρμα ἄπιστον
11 την ημέραν θέλεις κάμει το φυτόν σου να αυξηθή, και το πρωΐ θέλεις κάμει τον σπόρον σου να ανθήση πλην το θέρος θέλει διαρπαχθή, εν τη ημέρα του πόνου και της απηλπισμένης θλίψεως.
τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς πλανηθήσῃ τὸ δὲ πρωί ἐὰν σπείρῃς ἀνθήσει εἰς ἀμητὸν ᾗ ἂν ἡμέρᾳ κληρώσῃ καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου
12 Ουαί εις το πλήθος πολλών λαών, οίτινες κάμνουσι ταραχήν ως την ταραχήν των θαλασσών· και εις τον θόρυβον των εθνών, τα οποία θορυβούσιν ως θόρυβον υδάτων πολλών.
οὐαὶ πλῆθος ἐθνῶν πολλῶν ὡς θάλασσα κυμαίνουσα οὕτως ταραχθήσεσθε καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει
13 Τα έθνη θέλουσι θορυβήσει ως θόρυβον υδάτων πολλών· αλλ' ο Θεός θέλει ελέγξει αυτά, και θέλουσι φύγει μακράν και θέλουσιν εκδιωχθή, ως το άχυρον των βουνών έμπροσθεν του ανέμου και ως κονιορτός έμπροσθεν του ανεμοστροβίλου.
ὡς ὕδωρ πολὺ ἔθνη πολλά ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα
14 Προς το εσπέρας, ιδού, ταραχή· και πριν της αυγής δεν υπάρχει. Αύτη είναι η μερίς των λεηλατούντων ημάς και ο κλήρος των διαρπαζόντων ημάς.
πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωὶ καὶ οὐκ ἔσται αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ κληρονομία τοῖς ὑμᾶς κληρονομήσασιν