< Ἠσαΐας 16 >
1 Αποστείλατε το αρνίον προς τον άρχοντα της γης, από Σελά εν τη ερήμω προς το όρος της θυγατρός της Σιών.
ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος Σιων
2 Διότι ως πτηνόν πλανώμενον, από της φωλεάς αυτού δεδιωγμένον, ούτως αι θυγατέρες του Μωάβ θέλουσιν είσθαι κατά τας διαβάσεις του Αρνών.
ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ Μωαβ ἔπειτα δέ Αρνων
3 Βουλεύου, εκτέλεσον το δίκαιον· εν τω μέσω της ημέρας κάμε την σκιάν σου ως νύκτα· κρύψον τους διωκομένους· μη φανερώσης τον περιπλανώμενον.
πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς
4 Οι δεδιωγμένοι μου ας παροικήσωσι παρά σοι, Μωάβ· γενού εις αυτούς σκέπη από προσώπου του πορθητού· διότι ο αρπακτήρ ετελείωσεν, ο πορθητής έπαυσεν, οι καταδυνάσται εξωλοθρεύθησαν από της γης.
παροικήσουσίν σοι οἱ φυγάδες Μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη ἡ συμμαχία σου καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς
5 Και μετά ελέους θέλει συσταθή ο θρόνος, και επ' αυτόν θέλει καθήσει εν αληθεία, εν τη σκηνή του Δαβίδ, ο κρίνων και εκζητών κρίσιν και σπεύδων δικαιοσύνην.
καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος καὶ καθίεται ἐπ’ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην
6 Ηκούσαμεν την υπερηφανίαν του Μωάβ, είναι λίαν υπερήφανος· την υψηλοφροσύνην αυτού και την αλαζονείαν αυτού και την μανίαν αυτού· τα ψεύδη αυτού θέλουσι ματαιωθή.
ἠκούσαμεν τὴν ὕβριν Μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως ἡ μαντεία σου
7 Διά τούτο ο Μωάβ θέλει ολολύξει· πάντες θέλουσιν ολολύξει διά τον Μωάβ· θέλετε θρηνολογήσει διά τα θεμέλια της Κιρ-αρεσέθ· εκτυπήθησαν βεβαίως.
οὐχ οὕτως ὀλολύξει Μωαβ ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν Δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ
8 Διότι αι πεδιάδες της Εσεβών είναι ητονημέναι και η άμπελος της Σιβμά· οι κύριοι των εθνών κατεσύντριψαν τα καλήτερα αυτής φυτά, τα οποία ήρχοντο έως της Ιαζήρ, και περιεπλανώντο διά της ερήμου· οι κλάδοι αυτής ήσαν εξηπλωμένοι, διέβαινον την θάλασσαν.
τὰ πεδία Εσεβων πενθήσει ἄμπελος Σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον
9 Διά τούτο μετά κλαυθμού της Ιαζήρ θέλω κλαύσει την άμπελον της Σιβμά θέλω σε βρέξει με τα δάκρυά μου, Εσεβών και Ελεαλή· διότι επί τους θερινούς καρπούς σου και επί τον θερισμόν σου επέπεσεν αλαλαγμός.
διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ιαζηρ ἄμπελον Σεβαμα τὰ δένδρα σου κατέβαλεν Εσεβων καὶ Ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται
10 Και αφηρέθη η ευφροσύνη και η αγαλλίασις από της καρποφόρου πεδιάδος· και εις τους αμπελώνάς σου δεν θέλουσιν είσθαι πλέον άσματα ουδέ φωναί αγαλλιάσεως· οι ληνοπάται δεν θέλουσι πατεί οίνον εν τοις ληνοίς· εγώ κατέπαυσα τον αλαλαγμόν του τρυγητού.
καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ
11 Όθεν τα εντόσθιά μου θέλουσιν ηχήσει ως κιθάρα διά τον Μωάβ, και τα εσωτερικά μου διά την Κιρ-άρες.
διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ὃ ἐνεκαίνισας
12 Και ο Μωάβ, όταν φανή ότι απέκαμεν επί τους βωμούς αυτού, θέλει εισέλθει εις το αγιαστήριον αυτού διά να προσευχηθή· πλην δεν θέλει επιτύχει.
καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν Μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν
13 Ούτος είναι ο λόγος, τον οποίον έκτοτε ελάλησε Κύριος περί του Μωάβ.
τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν κύριος ἐπὶ Μωαβ ὁπότε καὶ ἐλάλησεν
14 Τώρα δε ο Κύριος ελάλησε λέγων, Εις τρία έτη, ως είναι τα έτη του μισθωτού, η δόξα του Μωάβ θέλει καταφρονηθή μεθ' όλου του μεγάλου πλήθους αυτού· και το υπόλοιπον θέλει είσθαι πολύ ολίγον και αδύνατον.
καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος