< Ἠσαΐας 14 >

1 Διότι ο Κύριος θέλει ελεήσει τον Ιακώβ, και θέλει έτι εκλέξει τον Ισραήλ και καταστήσει αυτούς εν τη γη αυτών· και οι ξένοι θέλουσιν ενωθή μετ' αυτών και θέλουσι προσκολληθή εις τον οίκον του Ιακώβ.
καὶ ἐλεήσει κύριος τὸν Ιακωβ καὶ ἐκλέξεται ἔτι τὸν Ισραηλ καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν καὶ ὁ γιώρας προστεθήσεται πρὸς αὐτοὺς καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ιακωβ
2 Και οι λαοί θέλουσι λάβει αυτούς και φέρει αυτούς εις τον τόπον αυτών· και ο οίκος του Ισραήλ θέλει κληρονομήσει αυτούς εν τη γη του Κυρίου διά δούλους και δούλας· και θέλουσιν είσθαι αιχμάλωτοι αυτών οι αιχμαλωτίσαντες αυτούς, και θέλουσι γείνει κύριοι των καταθλιβόντων αυτούς.
καὶ λήμψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν καὶ κατακληρονομήσουσιν καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ θεοῦ εἰς δούλους καὶ δούλας καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν
3 Και καθ' ην ημέραν ο Κύριος θέλει σε αναπαύσει από της θλίψεώς σου και από του φόβου σου και από της σκληράς δουλείας, εις την οποίαν ήσο καταδεδουλωμένος,
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναπαύσει σε ὁ θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου καὶ τῆς δουλείας σου τῆς σκληρᾶς ἧς ἐδούλευσας αὐτοῖς
4 θέλεις μεταχειρισθή την παροιμίαν ταύτην κατά του βασιλέως της Βαβυλώνος, λέγων, Πως επαύθη ο καταδυνάστης· πως επαύθη η φορολόγος του χρυσίου.
καὶ λήμψῃ τὸν θρῆνον τοῦτον ἐπὶ τὸν βασιλέα Βαβυλῶνος καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής
5 Ο Κύριος συνέτριψε την ράβδον των ασεβών, το σκήπτρον των δυναστών.
συνέτριψεν ὁ θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν τὸν ζυγὸν τῶν ἀρχόντων
6 Ο πατάσσων εν θυμώ τον λαόν με ακατάπαυστον κτύπημα, ο δεσπόζων εν οργή επί τα έθνη, καταδιώκεται, και ουδείς ο κωλύων.
πατάξας ἔθνος θυμῷ πληγῇ ἀνιάτῳ παίων ἔθνος πληγὴν θυμοῦ ἣ οὐκ ἐφείσατο
7 Πάσα η γη αναπαύεται, ησυχάζει· εκφωνούσιν άσματα αγαλλιάσεως.
ἀνεπαύσατο πεποιθώς πᾶσα ἡ γῆ βοᾷ μετ’ εὐφροσύνης
8 Χαίρουσιν επί σε και αι έλατοι, αι κέδροι του Λιβάνου, λέγουσαι, Αφού συ εκοιμήθης, δενδροτόμος δεν ανέβη εφ' ημάς.
καὶ τὰ ξύλα τοῦ Λιβάνου εὐφράνθησαν ἐπὶ σοὶ καὶ ἡ κέδρος τοῦ Λιβάνου ἀφ’ οὗ σὺ κεκοίμησαι οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς
9 Ο άδης κάτωθεν εκινήθη διά σε, διά να απαντήση την έλευσίν σου· διά σε εξήγειρε τους νεκρούς, πάντας τους ηγεμόνας της γής· εσήκωσεν εκ των θρόνων αυτών πάντας τους βασιλείς των εθνών. (Sheol h7585)
ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι συνηγέρθησάν σοι πάντες οἱ γίγαντες οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν (Sheol h7585)
10 Πάντες ούτοι θέλουσιν αποκριθή και ειπεί προς σε, Και συ έγεινες αδύνατος, καθώς ημείς; κατεστάθης όμοιος ημών;
πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς ἐν ἡμῖν δὲ κατελογίσθης
11 Η μεγαλαυχία σου κατηνέχθη εις τον τάφον και ο θόρυβος των μουσικών σου οργάνων· ο σκώληξ είναι εστρωμένος υποκάτω σου και οι σκώληκες σε σκεπάζουσι· (Sheol h7585)
κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου ἡ πολλή σου εὐφροσύνη ὑποκάτω σου στρώσουσιν σῆψιν καὶ τὸ κατακάλυμμά σου σκώληξ (Sheol h7585)
12 πως έπεσες εκ του ουρανού, Εωσφόρε, υιέ της αυγής· συνετρίφθης κατά γης, συ ο καταπατών τα έθνη.
πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη
13 Συ δε έλεγες εν τη καρδία σου, Θέλω αναβή εις τον ουρανόν, θέλω υψώσει τον θρόνον μου υπεράνω των άστρων του Θεού· και θέλω καθήσει επί το όρος της συνάξεως, προς τα μέρη του βορρά·
σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου εἰς τὸν οὐρανὸν ἀναβήσομαι ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βορρᾶν
14 θέλω αναβή επί τα ύψη των νεφελών· θέλω είσθαι όμοιος του Υψίστου.
ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν ἔσομαι ὅμοιος τῷ ὑψίστῳ
15 Εις τον άδην όμως θέλεις καταβή, εις τα βάθη του λάκκου. (Sheol h7585)
νῦν δὲ εἰς ᾅδου καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς (Sheol h7585)
16 Οι βλέποντές σε θέλουσιν ενατενίσει προς σε, θέλουσι σε παρατηρεί, λέγοντες, ούτος είναι ο άνθρωπος ο ποιών την γην να τρέμη, ο σείων τα βασίλεια;
οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ καὶ ἐροῦσιν οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν σείων βασιλεῖς
17 Ο ερημόνων την οικουμένην και καταστρέφων τας πόλεις αυτής; ο μη απολύων εις τας οικίας αυτών τους δεσμίους αυτού;
ὁ θεὶς τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τὰς πόλεις καθεῖλεν τοὺς ἐν ἐπαγωγῇ οὐκ ἔλυσεν
18 Πάντες οι βασιλείς των εθνών, πάντες αναπαύονται εν δόξη, έκαστος εν τη οικία αυτού·
πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ
19 συ δε απερρίφθης του τάφου σου ως κλάδος βδελυκτός, ιμάτιον κεκεντημένων, πεφονευμένων εν μαχαίρα, καταβαινόντων εις τας πέτρας του λάκκου· ως πτώμα καταπατούμενον.
σὺ δὲ ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος μετὰ πολλῶν τεθνηκότων ἐκκεκεντημένων μαχαίραις καταβαινόντων εἰς ᾅδου ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν
20 Δεν θέλεις ενωθή μετ' αυτών εις ενταφιασμόν, διότι ηφάνισας την γην σου, εφόνευσας τον λαόν σου· το σπέρμα των κακοποιών ουδέποτε θέλει ονομασθή.
οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον σπέρμα πονηρόν
21 Ετοιμάσατε σφαγήν εις τα τέκνα αυτού διά την ανομίαν των πατέρων αυτών, διά να μη σηκωθώσι και κληρονομήσωσι την γην, και γεμίσωσι το πρόσωπον της οικουμένης από πόλεων.
ἑτοίμασον τὰ τέκνα σου σφαγῆναι ταῖς ἁμαρτίαις τοῦ πατρός σου ἵνα μὴ ἀναστῶσιν καὶ τὴν γῆν κληρονομήσωσιν καὶ ἐμπλήσωσι τὴν γῆν πόλεων
22 Διότι θέλω σηκωθή εναντίον αυτών, λέγει ο Κύριος των δυνάμεων· και θέλω εξαλείψει από της Βαβυλώνος το όνομα και το υπόλοιπον και υιόν και έκγονον, λέγει Κύριος.
καὶ ἐπαναστήσομαι αὐτοῖς λέγει κύριος σαβαωθ καὶ ἀπολῶ αὐτῶν ὄνομα καὶ κατάλειμμα καὶ σπέρμα τάδε λέγει κύριος
23 Και θέλω καταστήσει αυτήν κληρονομίαν εχίνων και λίμνας υδάτων· και θέλω σαρώσει αυτήν με το σάρωθρον της απωλείας, λέγει ο Κύριος των δυνάμεων.
καὶ θήσω τὴν Βαβυλωνίαν ἔρημον ὥστε κατοικεῖν ἐχίνους καὶ ἔσται εἰς οὐδέν καὶ θήσω αὐτὴν πηλοῦ βάραθρον εἰς ἀπώλειαν
24 Ώμοσεν ο Κύριος των δυνάμεων, λέγων, Εξάπαντος καθώς εβουλεύθην, ούτω θέλει γείνει· και καθώς απεφάσισα, ούτω θέλει μείνει,
τάδε λέγει κύριος σαβαωθ ὃν τρόπον εἴρηκα οὕτως ἔσται καὶ ὃν τρόπον βεβούλευμαι οὕτως μενεῖ
25 να συντρίψω τον Ασσύριον εν τη γη μου και να καταπατήσω αυτόν επί των ορέων μου· τότε ο ζυγός αυτού θέλει σηκωθή απ' αυτών και το φορτίον αυτού θέλει αφαιρεθή από των ώμων αυτών.
τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἀπὸ τῆς γῆς τῆς ἐμῆς καὶ ἀπὸ τῶν ὀρέων μου καὶ ἔσονται εἰς καταπάτημα καὶ ἀφαιρεθήσεται ἀπ’ αὐτῶν ὁ ζυγὸς αὐτῶν καὶ τὸ κῦδος αὐτῶν ἀπὸ τῶν ὤμων ἀφαιρεθήσεται
26 Αύτη είναι η βουλή η βεβουλευμένη καθ' όλης της γής· και αύτη η χειρ η εξηπλωμένη επί πάντα τα έθνη.
αὕτη ἡ βουλή ἣν βεβούλευται κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης
27 Διότι ο Κύριος των δυνάμεων απεφάσισε και τις θέλει αναιρέσει; και η χειρ αυτού εξηπλώθη και τις θέλει αποστρέψει αυτήν;
ἃ γὰρ ὁ θεὸς ὁ ἅγιος βεβούλευται τίς διασκεδάσει καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει
28 Εν τω έτει, καθ' ο απέθανεν ο βασιλεύς Άχαζ, έγεινεν αύτη η όρασις.
τοῦ ἔτους οὗ ἀπέθανεν Αχαζ ὁ βασιλεύς ἐγενήθη τὸ ῥῆμα τοῦτο
29 Μη χαίρε, Παλαιστίνη πάσα, διότι συνετρίφθη η ράβδος του πατάξαντός σε· επειδή εκ της ρίζης του όφεως θέλει εξέλθει βασιλίσκος, και ο καρπός αυτού θέλει είσθαι φλογερός πετώμενος όφις.
μὴ εὐφρανθείητε πάντες οἱ ἀλλόφυλοι συνετρίβη γὰρ ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς ἐκ γὰρ σπέρματος ὄφεων ἐξελεύσεται ἔκγονα ἀσπίδων καὶ τὰ ἔκγονα αὐτῶν ἐξελεύσονται ὄφεις πετόμενοι
30 Και οι πρωτότοκοι του πτωχού θέλουσι τραφή και οι ενδεείς θέλουσιν αναπαύεσθαι εν ασφαλεία· και θέλω θανατώσει την ρίζαν σου με πείναν, και θέλω φονεύσει το υπόλοιπόν σου.
καὶ βοσκηθήσονται πτωχοὶ δῑ αὐτοῦ πτωχοὶ δὲ ἄνδρες ἐπ’ εἰρήνης ἀναπαύσονται ἀνελεῖ δὲ λιμῷ τὸ σπέρμα σου καὶ τὸ κατάλειμμά σου ἀνελεῖ
31 Ολόλυζε, πύλη· βόα, πόλις· εχάθης, Παλαιστίνη πάσα· διότι έρχεται καπνός από βορρά, και ουδέ εις θέλει λείψει από της εκστρατεύσεως αυτού εν τοις ωρισμένοις καιροίς.
ὀλολύζετε πύλαι πόλεων κεκραγέτωσαν πόλεις τεταραγμέναι οἱ ἀλλόφυλοι πάντες ὅτι καπνὸς ἀπὸ βορρᾶ ἔρχεται καὶ οὐκ ἔστιν τοῦ εἶναι
32 Και τις απόκρισις θέλει δοθή εις τους πρέσβεις των εθνών; Ότι ο Κύριος εθεμελίωσε την Σιών, και επ' αυτήν θέλουσιν ελπίζει οι πτωχοί του λαού αυτού.
καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν ὅτι κύριος ἐθεμελίωσεν Σιων καὶ δῑ αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ

< Ἠσαΐας 14 >