< Ὡσηέʹ 13 >
1 Ότε ο Εφραΐμ ελάλει εν τρόμω, αυτός υψώθη εν τω Ισραήλ· ότε δε ημάρτησε περί του Βάαλ, τότε ετελεύτησε.
κατὰ τὸν λόγον Εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ Ισραηλ καὶ ἔθετο αὐτὰ τῇ Βααλ καὶ ἀπέθανεν
2 Και τώρα αμαρτάνουσιν επί μάλλον και μάλλον και έκαμον εις εαυτούς χωνευτά εκ του αργυρίου αυτών, είδωλα κατά την φαντασίαν αυτών, πάντα ταύτα έργον τεχνιτών· αυτοί λέγουσι περί αυτών, οι άνθρωποι οι θυσιάζοντες ας φιλήσωσι τους μόσχους.
καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ’ εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν
3 Διά τούτο θέλουσιν είσθαι ως νεφέλη πρωϊνή και ως δρόσος εωθινή διαβαίνουσα, ως λεπτόν άχυρον εκφυσώμενον εκ του αλωνίου και ως καπνός εκ της καπνοδόχου.
διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ’ ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων
4 Αλλ' εγώ είμαι Κύριος ο Θεός σου εκ γης Αιγύπτου· και άλλον θεόν πλην εμού δεν θέλεις γνωρίσει· διότι δεν υπάρχει άλλος σωτήρ εκτός εμού.
ἐγὼ δὲ κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ
5 Εγώ σε εγνώρισα εν τη ερήμω, εν γη ανύδρω.
ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ
6 Κατά τας βοσκάς αυτών, ούτως εχορτάσθησαν· εχορτάσθησαν, και υψώθη η καρδία αυτών· διά τούτο με ελησμόνησαν.
κατὰ τὰς νομὰς αὐτῶν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν ἕνεκα τούτου ἐπελάθοντό μου
7 Όθεν θέλω είσθαι εις αυτούς ως λέων· ως πάρδαλις εν οδώ θέλω παραμονεύει αυτούς.
καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν Ἀσσυρίων
8 Θέλω απαντήσει αυτούς ως άρκτος στερηθείσα των τέκνων αυτής, και θέλω διασπαράξει το περίφραγμα της καρδίας αυτών και καταφάγει αυτούς εκεί ως λέων· θηρίον άγριον θέλει διασπαράξει αυτούς.
ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ θηρία ἀγροῦ διασπάσει αὐτούς
9 Απωλέσθης, Ισραήλ· πλην εν εμοί είναι η βοήθειά σου.
τῇ διαφθορᾷ σου Ισραηλ τίς βοηθήσει
10 Που είναι ο βασιλεύς σου; που; ας σε σώση τώρα εν πάσαις σου ταις πόλεσι· και που οι κριταί σου, περί των οποίων είπας, Δος μοι βασιλέα και άρχοντας;
ποῦ ὁ βασιλεύς σου οὗτος καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου κρινάτω σε ὃν εἶπας δός μοι βασιλέα καὶ ἄρχοντα
11 Σοι έδωκα βασιλέα εν τω θυμώ μου και αφήρεσα αυτόν εν τη οργή μου.
καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου
12 Η ανομία του Εφραΐμ είναι περιδεδεμένη· η αμαρτία αυτού αποτεταμιευμένη.
συστροφὴν ἀδικίας Εφραιμ ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ
13 Πόνοι τικτούσης θέλουσιν ελθεί επ' αυτόν· είναι υιός ασύνετος· διότι δεν είναι καιρός να στέκηται εν τω ανοίγματι της μήτρας.
ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ οὗτος ὁ υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων
14 Εκ χειρός άδου θέλω ελευθερώσει αυτούς, εκ θανάτου θέλω σώσει αυτούς. Που είναι, θάνατε, ο όλεθρός σου; που, άδη, η φθορά σου; η μεταμέλεια θέλει κρύπτεσθαι από των οφθαλμών μου. (Sheol )
ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς ποῦ ἡ δίκη σου θάνατε ποῦ τὸ κέντρον σου ᾅδη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου (Sheol )
15 Αν και ούτος εστάθη καρποφόρος μεταξύ των αδελφών αυτού, ανατολικός άνεμος όμως θέλει ελθεί, ο άνεμος του Κυρίου θέλει αναβή από της ερήμου, και αι βρύσεις αυτού θέλουσιν εκλείψει και θέλει καταξηρανθή η πηγή αυτού· ούτος θέλει αφαρπάσει τον θησαυρόν πάντων των επιθυμητών αυτού σκευών.
διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ’ αὐτόν καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ
16 Η Σαμάρεια θέλει αφανισθή, διότι απεστάτησε κατά του Θεού αυτής· θέλουσι πέσει εν ρομφαία· τα θηλάζοντα νήπια αυτών θέλουσι συντριφθή, και αι εγκυμονούσαι αυτών θέλουσι διασχισθή.
ἀφανισθήσεται Σαμάρεια ὅτι ἀντέστη πρὸς τὸν θεὸν αὐτῆς ἐν ῥομφαίᾳ πεσοῦνται αὐτοί καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται καὶ αἱ ἐν γαστρὶ ἔχουσαι αὐτῶν διαρραγήσονται