< Ὡσηέʹ 10 >
1 Ο Ισραήλ είναι άμπελος ευκληματούσα· εκαρποφόρησεν αφθόνως· κατά το πλήθος των καρπών αυτού επλήθυνε τα θυσιαστήρια· κατά την αγαθότητα της γης αυτού ελάμπρυνε τα αγάλματα.
ἄμπελος εὐκληματοῦσα Ισραηλ ὁ καρπὸς αὐτῆς εὐθηνῶν κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας
2 Η καρδία αυτών είναι μεμερισμένη· τώρα θέλουσι τιμωρηθή· αυτός θέλει κατασκάψει τα θυσιαστήρια αυτών, θέλει φθείρει τα αγάλματα αυτών.
ἐμέρισαν καρδίας αὐτῶν νῦν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν
3 Διότι τώρα θέλουσιν ειπεί, Ημείς δεν έχομεν βασιλέα, διότι δεν εφοβήθημεν τον Κύριον· και ο βασιλεύς τι ήθελε μας κάμει;
διότι νῦν ἐροῦσιν οὐκ ἔστιν βασιλεὺς ἡμῖν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν
4 Ελάλησαν λόγους, ομνύοντες ψευδώς, ενώ έκαμνον συνθήκην· όθεν η καταδίκη θέλει εκβλαστήσει ως το κώνειον εν ταις αύλαξι του αγρού.
λαλῶν ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ
5 Οι κάτοικοι της Σαμαρείας θέλουσι κατατρομάξει διά τον μόσχον της Βαιθ-αυέν· διότι ο λαός αυτού θέλει πενθήσει δι' αυτόν και οι ειδωλοθύται αυτού, οι χαίροντες εις αυτόν, διά την δόξαν αυτού, διότι μετωκίσθη απ' αυτού.
τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ’ αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ ὅτι μετῳκίσθη ἀπ’ αὐτοῦ
6 Αυτός ότι θέλει φερθή εις την Ασσυρίαν, δώρον προς τον βασιλέα Ιαρείβ· αισχύνη θέλει καταλάβει τον Εφραΐμ, και ο Ισραήλ θέλει εντραπή διά την βουλήν αυτού.
καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ ἐν δόματι Εφραιμ δέξεται καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ
7 Αφανίζεται η Σαμάρεια και ο βασιλεύς αυτής ως αφρός επί πρόσωπον ύδατος.
ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος
8 Και οι βωμοί της Αυέν, η αμαρτία του Ισραήλ, θέλουσι καταστραφή· άκανθαι και τρίβολοι θέλουσι βλαστήσει επί τα θυσιαστήρια αυτών· και θέλουσιν ειπεί προς τα όρη, Καλύψατέ μας· και προς τους λόφους, Πέσατε εφ' ημάς.
καὶ ἐξαρθήσονται βωμοὶ Ων ἁμαρτήματα τοῦ Ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν καὶ ἐροῦσιν τοῖς ὄρεσιν καλύψατε ἡμᾶς καὶ τοῖς βουνοῖς πέσατε ἐφ’ ἡμᾶς
9 Ισραήλ, ημάρτησας από των ημερών της Γαβαά· εκεί εστάθησαν· η εν Γαβαά κατά των υιών της ανομίας μάχη δεν έφθασεν εις αυτούς.
ἀφ’ οὗ οἱ βουνοί ἥμαρτεν Ισραηλ ἐκεῖ ἔστησαν οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας
10 Κατά την βουλήν μου βεβαίως θέλω παιδεύσει αυτούς· και οι λαοί θέλουσι συναχθή εναντίον αυτών, όταν φέρωνται εις αιχμαλωσίαν διά τας δύο ανομίας αυτών.
ἦλθεν παιδεῦσαι αὐτούς καὶ συναχθήσονται ἐπ’ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν
11 Ο Εφραΐμ είναι μεν δάμαλις δεδιδαγμένη και αγαπώσα να αλωνίζη· πλην εγώ θέλω περάσει ζυγόν επί τον ώραίον αυτής τράχηλον· θέλω υποζεύξει τον Εφραΐμ· ο Ιούδας θέλει αροτριά, ο Ιακώβ θέλει βωλοκοπεί εις εαυτόν.
Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν ἐνισχύσει αὐτῷ Ιακωβ
12 Σπείρατε δι' εαυτούς εν δικαιοσύνη, θερίσατε εν ελέει· ανοίξατε την αφειμένην σας γήν· διότι είναι καιρός να εκζητήσητε τον Κύριον, εωσού έλθη και επισταλάξη δικαιοσύνην εφ' υμάς.
σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωῆς φωτίσατε ἑαυτοῖς φῶς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν
13 Ηροτριάσατε ασέβειαν, εθερίσατε ανομίαν, εφάγετε καρπόν ψεύδους· διότι ήλπισας εις την οδόν σου, εις το πλήθος των ισχυρών σου.
ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδῆ ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σου
14 Διά τούτο απώλεια θέλει εγερθή μεταξύ των λαών σου, και πάντα τα φρούριά σου θέλουσιν εκπορθηθή, καθώς ο Σαλμάν εξεπόρθησε την Βαιθ-αρβέλ εν τη ημέρα της μάχης· η μήτηρ κατεσυντρίβη επί τα τέκνα.
καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν
15 Ούτω θέλει κάμει εις εσάς η Βαιθήλ ένεκεν της εσχάτης ανομίας σας· πρωΐ θέλει αφανισθή ολοτελώς ο βασιλεύς του Ισραήλ.
οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ισραηλ ἀπὸ προσώπου κακιῶν ὑμῶν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς Ισραηλ