< Προς Εβραιους 11 >

1 Είναι δε η πίστις ελπιζομένων πεποίθησις, βεβαίωσις πραγμάτων μη βλεπομένων.
Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
2 Διότι διά ταύτης έλαβον καλήν μαρτυρίαν οι πρεσβύτεροι.
Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
3 Διά πίστεως εννοούμεν ότι οι αιώνες εκτίθησαν με τον λόγον του Θεού, ώστε τα βλεπόμενα δεν έγειναν εκ φαινομένων. (aiōn g165)
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. (aiōn g165)
4 Διά πίστεως ο Άβελ προσέφερε προς τον Θεόν καλητέραν θυσίαν παρά τον Κάϊν, διά της οποίας εμαρτυρήθη ότι ήτο δίκαιος, επειδή ο Θεός έδωκε μαρτυρίαν περί των δώρων αυτού, και δι' αυτής καίτοι αποθανών έτι λαλεί.
Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ· καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται.
5 Διά πίστεως μετετέθη ο Ενώχ, διά να μη ίδη θάνατον, και δεν ευρίσκετο, διότι μετέθεσεν αυτόν ο Θεός· επειδή προ της μεταθέσεως αυτού εμαρτυρήθη ότι ευηρέστησεν εις τον Θεόν·
Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ·
6 χωρίς δε πίστεως αδύνατον είναι να ευαρεστήση τις εις αυτόν· διότι ο προσερχόμενος εις τον Θεόν πρέπει να πιστεύη ότι είναι και γίνεται μισθαποδότης εις τους εκζητούντας αυτόν.
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
7 Διά πίστεως ο Νώε, ειδοποιηθείς θεόθεν περί των μη βλεπομένων έτι, εφοβήθη και κατεσκεύασε κιβωτόν προς σωτηρίαν του οίκου αυτού, δι' ης κατέκρινε τον κόσμον και έγεινε κληρονόμος της διά πίστεως δικαιοσύνης.
Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾿ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
8 Διά πίστεως υπήκουσεν ο Αβραάμ, ότε εκαλείτο να εξέλθη εις τον τόπον τον οποίον έμελλε να λάβη εις κληρονομίαν, και εξήλθε μη εξεύρων που υπάγει.
Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
9 Διά πίστεως παρώκησεν εις την γην της επαγγελίας ως ξένην, κατοικήσας εν σκηναίς μετά Ισαάκ και Ιακώβ των συγκληρονόμων της αυτής επαγγελίας·
Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακώβ, τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
10 διότι περιέμενε την πόλιν την έχουσαν τα θεμέλια, της οποίας τεχνίτης και δημιουργός είναι ο Θεός.
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.
11 Διά πίστεως και αυτή η Σάρρα έλαβε δύναμιν εις το να συλλάβη σπέρμα και παρά καιρόν ηλικίας εγέννησεν, επειδή εστοχάσθη πιστόν τον υποσχεθέντα.
Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον.
12 Διά τούτο και εξ ενός, μάλιστα νενεκρωμένου, εγεννήθησαν καθώς τα άστρα του ουρανού κατά το πλήθος, και ως η άμμος η παρά το χείλος της θαλάσσης, ήτις δεν δύναται να αριθμηθή.
Διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
13 Εν πίστει απέθανον ούτοι πάντες, μη λαβόντες τας επαγγελίας, αλλά μακρόθεν ιδόντες αυτάς και πεισθέντες και εγκολπωθέντες και ομολογήσαντες ότι είναι ξένοι και παρεπίδημοι επί της γης.
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ πεισθέντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.
14 Διότι οι λέγοντες τοιαύτα δεικνύουσιν ότι ζητούσι πατρίδα.
Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι.
15 Και εάν μεν ενεθυμούντο εκείνην, εξ ης εξήλθον, ήθελον ευρεί καιρόν να επιστρέψωσι·
Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι.
16 τώρα όμως επιθυμούσι καλητέραν, τουτέστιν επουράνιον. Διά τούτο ο Θεός δεν επαισχύνεται αυτούς να λέγηται Θεός αυτών, διότι ητοίμασε δι' αυτούς πόλιν.
Νυνὶ δὲ κρείττονος ὀρέγονται, τοῦτ᾿ ἔστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
17 Διά πίστεως ο Αβραάμ, ότε εδοκιμάζετο, προσέφερε τον Ισαάκ, και τον μονογενή αυτού προσέφερεν εκείνος όστις ανεδέχθη τας επαγγελίας,
Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
18 προς τον οποίον ελαλήθη ότι εν Ισαάκ θέλει κληθή εις σε σπέρμα,
πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·
19 συλλογισθείς ότι ο Θεός δύναται και εκ νεκρών να ανεγείρη· εξ ων και έλαβεν αυτόν οπίσω παραβολικώς.
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
20 Διά πίστεως ο Ισαάκ ηυλόγησε τον Ιακώβ και τον Ησαύ περί των μελλόντων.
Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
21 Διά πίστεως ο Ιακώβ αποθνήσκων ηυλόγησεν έκαστον των υιών του Ιωσήφ και προσεκύνησεν επιστηριζόμενος επί το άκρον της ράβδου αυτού.
Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
22 Διά πίστεως ο Ιωσήφ αποθνήσκων προανήγγειλε περί της εξόδου των υιών Ισραήλ και παρήγγειλε περί των οστέων αυτού.
Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
23 Διά πίστεως ο Μωϋσής, αφού εγεννήθη, εκρύφθη τρεις μήνας υπό των γονέων αυτού, διότι είδον κεχαριτωμένον το παιδίον, και δεν εφοβήθησαν το διάταγμα του βασιλέως.
Πίστει Μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
24 Διά πίστεως ο Μωϋσής, αφού εμεγάλωσεν, ηρνήθη να λέγηται υιός της θυγατρός του Φαραώ,
Πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
25 προκρίνας μάλλον να κακουχήται με τον λαόν του Θεού παρά να έχη πρόσκαιρον απόλαυσιν αμαρτίας,
μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν·
26 κρίνας τον υπέρ του Χριστού ονειδισμόν μεγαλήτερον πλούτον παρά τους εν Αιγύπτω θησαυρούς· διότι απέβλεπεν εις την μισθαποδοσίαν.
μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
27 Διά πίστεως αφήκε την Αίγυπτον, μη φοβηθείς τον θυμόν του βασιλέως· διότι ως βλέπων τον αόρατον ενεκαρτέρησε.
Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε.
28 Διά πίστεως έκαμε το πάσχα και την πρόσχυσιν του αίματος, διά να μη εγγίση αυτούς ο εξολοθρεύων τα πρωτότοκα.
Πίστει πεποίηκε τὸ Πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
29 Διά πίστεως διέβησαν την Ερυθράν θάλασσαν ως διά ξηράς, την οποίαν δοκιμάσαντες οι Αιγύπτιοι κατεποντίσθησαν.
Πίστει διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
30 Διά πίστεως έπεσον τα τείχη της Ιεριχώ, αφού εκυκλώθησαν επί επτά ημέρας.
Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
31 Διά πίστεως η πόρνη Ραάβ δεν συναπωλέσθη με τους απειθήσαντας, δεχθείσα τους κατασκόπους με ειρήνην.
Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης.
32 Και τι έτι να λέγω; Διότι θέλει με λείψει ο καιρός διηγούμενον περί Γεδεών, Βαράκ τε και Σαμψών και Ιεφθάε, Δαβίδ τε και Σαμουήλ και των προφητών,
Καὶ τί ἔτι λέγω; Ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν·
33 οίτινες διά της πίστεως κατεπολέμησαν βασιλείας, ειργάσθησαν δικαιοσύνην, επέτυχον τας επαγγελίας, έφραξαν στόματα λεόντων,
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 έσβεσαν δύναμιν πυρός, έφυγον στόματα μαχαίρας, ενεδυναμώθησαν από ασθενείας, έγειναν ισχυροί εν πολέμω, έτρεψαν εις φυγήν στρατεύματα αλλοτρίων.
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
35 Έλαβον γυναίκες τους νεκρούς αυτών αναστηθέντας· άλλοι δε εβασανίσθησαν, μη δεχθέντες την απολύτρωσιν, διά να αξιωθώσι καλητέρας αναστάσεως·
Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 άλλοι δε εδοκίμασαν εμπαιγμούς και μάστιγας, έτι δε και δεσμά και φυλακήν·
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 ελιθοβολήθησαν, επριονίσθησαν, επειράσθησαν, με σφαγήν μαχαίρας απέθανον, περιεπλανήθησαν με δέρματα προβάτων, με δέρματα αιγών· υστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι —
38 των οποίων δεν ήτο άξιος ο κόσμος, πλανώμενοι εν ερημίαις και όρεσι και σπηλαίοις και ταις τρύπαις της γης.
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος — ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Και ούτοι πάντες αν και έλαβον καλήν μαρτυρίαν διά της πίστεως, δεν απήλαυσαν την επαγγελίαν,
Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 διότι ο Θεός προέβλεψε καλύτερόν τι περί ημών, διά να μη λάβωσι την τελειότητα χωρίς ημών.
τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

< Προς Εβραιους 11 >