< Προς Εβραιους 10 >
1 Διότι ο νόμος, έχων σκιάν των μελλόντων αγαθών, ουχί αυτήν την εικόνα των πραγμάτων, δεν δύναταί ποτέ διά των αυτών θυσιών, τας οποίας προσφέρουσι κατ' ενιαυτόν πάντοτε να τελειοποιήση τους προσερχομένους·
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατ’ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειῶσαι·
2 επειδή τότε δεν ήθελον παύσει να προσφέρωνται, διότι οι λατρευταί άπαξ καθαρισθέντες, δεν ήθελον έχει πλέον ουδεμίαν συνείδησιν αμαρτιών·
ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;
3 αλλ' εν αυταίς γίνεται κατ' ενιαυτόν ανάμνησις αμαρτιών·
ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν·
4 διότι αδύνατον είναι αίμα ταύρων και τράγων να αφαιρή αμαρτίας.
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
5 Διά τούτο εισερχόμενος εις τον κόσμον, λέγει· Θυσίαν και προσφοράν δεν ηθέλησας, αλλ' ητοίμασας εις εμέ σώμα·
Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι·
6 εις ολοκαυτώματα και προσφοράς περί αμαρτίας δεν ευηρεστήθης·
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.
7 τότε είπον· Ιδού, έρχομαι, εν τω τόμω του βιβλίου είναι γεγραμμένον περί εμού, διά να κάμω, ω Θεέ, το θέλημά σου.
τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεός, τὸ θέλημά σου.
8 Αφού είπεν ανωτέρω ότι θυσίαν και προσφοράν και ολοκαυτώματα και προσφοράς περί αμαρτίας δεν ηθέλησας ουδέ ευηρεστήθης εις αυτάς, αίτινες προσφέρονται κατά τον νόμον,
ἀνώτερον λέγων ὅτι Θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται,
9 τότε είπεν· Ιδού, έρχομαι διά να κάμω, ω Θεέ, το θέλημά σου. Αναιρεί το πρώτον, διά να συστήση το δεύτερον.
τότε εἴρηκεν Ἰδοὺ ἥκω τοῦ ποιῆσαι τὸ θέλημά σου. ἀναιρεῖ τὸ πρῶτον ἵνα τὸ δεύτερον στήσῃ.
10 Με το οποίον θέλημα είμεθα ηγιασμένοι διά της προσφοράς του σώματος του Ιησού Χριστού άπαξ γενομένης.
ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.
11 Και πας μεν ιερεύς ίσταται καθ' ημέραν λειτουργών και τας αυτάς πολλάκις προσφέρων θυσίας, αίτινες ποτέ δεν δύνανται να αφαιρέσωσιν αμαρτίας·
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας·
12 αλλ' αυτός αφού προσέφερε μίαν θυσίαν υπέρ αμαρτιών, εκάθησε διαπαντός εν δεξιά του Θεού,
οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ,
13 προσμένων του λοιπού εωσού τεθώσιν οι εχθροί αυτού υποπόδιον των ποδών αυτού.
τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ.
14 Διότι με μίαν προσφοράν ετελειοποίησε διά παντός τους αγιαζομένους.
μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
15 Μαρτυρεί δε εις ημάς και το Πνεύμα το Αγιον· διότι αφού είπε πρότερον,
Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· μετὰ γὰρ τὸ εἰρηκέναι
16 Αύτη είναι η διαθήκη, την οποίαν θέλω κάμει προς αυτούς μετά τας ημέρας εκείνας, λέγει ο Κύριος· Θέλω δώσει τους νόμους μου εις τας καρδίας αυτών και θέλω γράψει αυτούς επί των διανοιών αυτών, προσθέτει,
Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,
17 Και τας αμαρτίας αυτών και τας ανομίας αυτών δεν θέλω ενθυμείσθαι πλέον.
καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθήσομαι ἔτι.
18 Όπου δε είναι άφεσις τούτων, δεν είναι πλέον προσφορά περί αμαρτίας.
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
19 Έχοντες λοιπόν, αδελφοί, παρρησίαν να εισέλθωμεν εις τα άγια διά του αίματος του Ιησού,
Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ,
20 διά νέας και ζώσης οδού, την οποίαν καθιέρωσεν εις ημάς διά του καταπετάσματος, τουτέστι της σαρκός αυτού,
ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ,
21 και έχοντες ιερέα μέγαν επί τον οίκον του Θεού,
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ,
22 ας πλησιάζωμεν μετά αληθινής καρδίας εν πληροφορία πίστεως, έχοντες τας καρδίας ημών κεκαθαρμένας από συνειδήσεως πονηράς και λελουμένοι το σώμα με ύδωρ καθαρόν·
προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
23 ας κρατώμεν την ομολογίαν της ελπίδος ασάλευτον· διότι πιστός ο υποσχεθείς·
κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος,
24 και ας φροντίζωμεν περί αλλήλων, παρακινούντες εις αγάπην και καλά έργα,
καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων,
25 μη αφίνοντες το να συνερχώμεθα ομού, καθώς είναι συνήθεια εις τινάς, αλλά προτρέποντες αλλήλους, και τοσούτω μάλλον, όσον βλέπετε πλησιάζουσαν την ημέραν.
μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.
26 Διότι εάν ημείς αμαρτάνωμεν εκουσίως, αφού ελάβομεν την γνώσιν της αληθείας, δεν απολείπεται πλέον θυσία περί αμαρτιών,
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία,
27 αλλά φοβερά τις απεκδοχή κρίσεως και έξαψις πυρός, το οποίον μέλλει να κατατρώγη τους εναντίους.
φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
28 Εάν τις αθετήση τον νόμον του Μωϋσέως, επί δύο ή τριών μαρτύρων αποθνήσκει χωρίς έλεος·
ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει·
29 πόσον στοχάζεσθε χειροτέρας τιμωρίας θέλει κριθή άξιος ο καταπατήσας τον Υιόν του Θεού και νομίσας κοινόν το αίμα της διαθήκης, με το οποίον ηγιάσθη, και υβρίσας το Πνεύμα της χάριτος;
πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας.
30 Διότι εξεύρομεν τον ειπόντα· Εις εμέ ανήκει η εκδίκησις, εγώ θέλω κάμει ανταπόδοσιν, λέγει Κύριος· και πάλιν· Ο Κύριος θέλει κρίνει τον λαόν αυτού.
οἴδαμεν γὰρ τὸν εἰπόντα Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω· καὶ πάλιν Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ.
31 Φοβερόν είναι το να πέση τις εις χείρας Θεού ζώντος.
φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.
32 Αναφέρετε δε εις την μνήμην σας τας προτέρας ημέρας, εν αις αφού εφωτίσθητε, υπεμείνατε μέγαν αγώνα παθημάτων·
Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων,
33 ποτέ μεν θεατριζόμενοι με ονειδισμούς και θλίψεις, ποτέ δε γινόμενοι κοινωνοί των τα τοιαύτα παθόντων.
τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες.
34 Διότι εδείξατε συμπάθειαν εις τα δεσμά μου και εδέχθητε μετά χαράς την αρπαγήν των υπαρχόντων σας, εξεύροντες ότι έχετε εις εαυτούς περιουσίαν εν ουρανοίς καλητέραν και διαμένουσαν.
καὶ γὰρ τοῖς δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοὺς κρείσσονα ὕπαρξιν καὶ μένουσαν.
35 Μη αποβάλητε λοιπόν την παρρησίαν σας, ήτις έχει μισθαποδοσίαν μεγάλην.
Μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν.
36 Διότι έχετε χρείαν υπομονής, διά να κάμητε το θέλημα του Θεού και να λάβητε την επαγγελίαν.
ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν.
37 Διότι έτι ολίγον καιρόν, και θέλει ελθεί ο ερχόμενος και δεν θέλει βραδύνει.
ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
38 Ο δε δίκαιος θέλει ζήσει εκ πίστεως· και εάν τις συρθή οπίσω, η ψυχή μου δεν ευαρεστείται εις αυτόν.
ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.
39 Ημείς όμως δεν είμεθα εκ των συρομένων οπίσω προς απώλειαν, αλλ' εκ των πιστευόντων προς σωτηρίαν της ψυχής.
ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.