< Γένεσις 49 >
1 Εκάλεσε δε ο Ιακώβ τους υιούς αυτού και είπε, Συνάχθητε, διά να σας αναγγείλω τι μέλλει να συμβή εις εσάς εν ταις εσχάταις ημέραις·
ἐκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν συνάχθητε ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν
2 συνάχθητε και ακούσατε, υιοί του Ιακώβ, και ακροάσθητε τον Ισραήλ τον πατέρα σας.
ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ιακωβ ἀκούσατε Ισραηλ τοῦ πατρὸς ὑμῶν
3 Ρουβήν ο πρωτότοκός μου, συ ισχύς μου και αρχή των δυνάμεών μου, έξοχος κατά την αξίαν και έξοχος κατά την δύναμιν.
Ρουβην πρωτότοκός μου σύ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης
4 Εξέβρασας ως ύδωρ· δεν θέλεις έχει την υπεροχήν· διότι ανέβης επί την κλίνην του πατρός σου· τότε εμίανας αυτήν· επί την κλίνην μου ανέβη.
ἐξύβρισας ὡς ὕδωρ μὴ ἐκζέσῃς ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου τότε ἐμίανας τὴν στρωμνήν οὗ ἀνέβης
5 Συμεών και Λευΐ οι αδελφοί, όργανα αδικίας είναι αι μάχαιραι αυτών·
Συμεων καὶ Λευι ἀδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτῶν
6 εις την βουλήν αυτών μη εισέλθης, ψυχή μου· εις την συνέλευσιν αυτών μη ενωθής, τιμή μου· διότι εν τω θυμώ αυτών εφόνευσαν ανθρώπους και εν τω πείσματι αυτών κατηδάφισαν τείχος.
εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον
7 Επικατάρατος ο θυμός αυτών, διότι ήτο αυθάδης· και η οργή αυτών, διότι ήτο σκληρά· θέλω διαμοιράσει αυτούς εις τον Ιακώβ, και θέλω διασκορπίσει αυτούς εις τον Ισραήλ.
ἐπικατάρατος ὁ θυμὸς αὐτῶν ὅτι αὐθάδης καὶ ἡ μῆνις αὐτῶν ὅτι ἐσκληρύνθη διαμεριῶ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερῶ αὐτοὺς ἐν Ισραηλ
8 Ιούδα, σε θέλουσι επαινέσει οι αδελφοί σου· η χειρ σου θέλει είσθαι επί τον τράχηλον των εχθρών σου· οι υιοί του πατρός σου θέλουσι σε προσκυνήσει·
Ιουδα σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου
9 σκύμνος λέοντος είναι ο Ιούδας· εκ του θηρεύματος, υιέ μου, ανέβης· αναπεσών εκοιμήθη ως λέων και ως σκύμνος λέοντος· τις θέλει εγείρει αυτόν;
σκύμνος λέοντος Ιουδα ἐκ βλαστοῦ υἱέ μου ἀνέβης ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος τίς ἐγερεῖ αὐτόν
10 Δεν θέλει εκλείψει το σκήπτρον εκ του Ιούδα ουδέ νομοθέτης εκ μέσου των ποδών αυτού, εωσού έλθη ο Σηλώ· και εις αυτόν θέλει είσθαι η υπακοή των λαών.
οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ καὶ αὐτὸς προσδοκία ἐθνῶν
11 Εις την άμπελον δένει το πωλάριον αυτού, και εις τον εκλεκτόν βλαστόν το παιδίον της όνου αυτού· θέλει πλύνει εν οίνω το ένδυμα αυτού και εν τω αίματι της σταφυλής το περιβόλαιον αυτού·
δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ
12 Οι οφθαλμοί αυτού θέλουσιν είσθαι ερυθροί εκ του οίνου και οι οδόντες αυτού λευκοί εκ του γάλακτος.
χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα
13 Ο Ζαβουλών θέλει κατοικήσει εν λιμένι θαλάσσης και θέλει είσθαι εν λιμένι πλοίων· το δε όριον αυτού θέλει εκταθή έως Σιδώνος.
Ζαβουλων παράλιος κατοικήσει καὶ αὐτὸς παρ’ ὅρμον πλοίων καὶ παρατενεῖ ἕως Σιδῶνος
14 Ο Ισσάχαρ είναι όνος δυνατός, κοιτώμενος εν τω μέσω των επαύλεων·
Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων
15 Και ιδών ότι η ανάπαυσις ήτο καλή και ο τόπος τερπνός, έκλινε τον ώμον αυτού εις φορτίον και έγεινε δούλος υποτελής.
καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή καὶ τὴν γῆν ὅτι πίων ὑπέθηκεν τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν καὶ ἐγενήθη ἀνὴρ γεωργός
16 Ο Δαν θέλει κρίνει τον λαόν αυτού, ως μία εκ των φυλών του Ισραήλ·
Δαν κρινεῖ τὸν ἑαυτοῦ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ
17 Ο Δαν θέλει είσθαι όφις επί της οδού, ασπίς επί της τρίβου, δάκνων τας πτέρνας του ίππου, ώστε ο ιππεύς αυτού θέλει πίπτει εις τα οπίσω.
καὶ γενηθήτω Δαν ὄφις ἐφ’ ὁδοῦ ἐγκαθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω
18 Την σωτηρίαν σου περιέμεινα, Κύριε.
τὴν σωτηρίαν περιμένω κυρίου
19 Τον Γαδ θέλουσι πειρατεύσει πειραταί· πλην και αυτός εις το τέλος θέλει πειρατεύσει.
Γαδ πειρατήριον πειρατεύσει αὐτόν αὐτὸς δὲ πειρατεύσει αὐτῶν κατὰ πόδας
20 Του Ασήρ ο άρτος θέλει είσθαι παχύς· και αυτός θέλει δίδει βασιλικάς τρυφάς.
Ασηρ πίων αὐτοῦ ὁ ἄρτος καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν
21 Ο Νεφθαλί είναι έλαφος απολελυμένη, δίδων λόγους αρεστούς.
Νεφθαλι στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος
22 Ο Ιωσήφ, κλάδος καρποφόρος, κλάδος καρποφόρος πλησίον πηγής, του οποίου οι βλαστοί εκτείνονται επί του τοίχου·
υἱὸς ηὐξημένος Ιωσηφ υἱὸς ηὐξημένος ζηλωτός υἱός μου νεώτατος πρός με ἀνάστρεψον
23 Οι τοξόται επίκραναν αυτόν και ετόξευσαν κατ' αυτού, και εχθρεύθησαν αυτόν.
εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνεῖχον αὐτῷ κύριοι τοξευμάτων
24 Αλλά το τόξον αυτού έμεινε δυνατόν και οι βραχίονες των χειρών αυτού ενεδυναμώθησαν διά των χειρών του ισχυρού Θεού του Ιακώβ· εκείθεν ο ποιμήν, η πέτρα του Ισραήλ·
καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν διὰ χεῖρα δυνάστου Ιακωβ ἐκεῖθεν ὁ κατισχύσας Ισραηλ
25 και τούτο διά του Θεού του πατρός σου, όστις θέλει σε βοηθεί, και διά του Παντοδυνάμου, όστις θέλει σε ευλογεί, ευλογίας του ουρανού άνωθεν, ευλογίας της αβύσσου κάτωθεν, ευλογίας των μαστών και της μήτρας·
παρὰ θεοῦ τοῦ πατρός σου καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανοῦ ἄνωθεν καὶ εὐλογίαν γῆς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας
26 Αι ευλογίαι του πατρός σου υπερίσχυσαν υπέρ τας ευλογίας των προγόνων μου έως των υψηλών κορυφών των αιωνίων ορέων· θέλουσιν είσθαι επί της κεφαλής του Ιωσήφ και επί της κορυφής του εκλεκτού μεταξύ των αδελφών αυτού.
εὐλογίας πατρός σου καὶ μητρός σου ὑπερίσχυσεν ἐπ’ εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ’ εὐλογίαις θινῶν ἀενάων ἔσονται ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν
27 Ο Βενιαμίν θέλει είσθαι λύκος άρπαξ· το πρωΐ θέλει κατατρώγει θήραμα, και το εσπέρας θέλει διαιρεί λάφυρα.
Βενιαμιν λύκος ἅρπαξ τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν
28 Πάντες ούτοι είναι αι δώδεκα φυλαί του Ισραήλ, και τούτο είναι το οποίον ελάλησε προς αυτούς ο πατήρ αυτών και ευλόγησεν αυτούς· έκαστον κατά την ευλογίαν αυτού ευλόγησεν αυτούς.
πάντες οὗτοι υἱοὶ Ιακωβ δώδεκα καὶ ταῦτα ἐλάλησεν αὐτοῖς ὁ πατὴρ αὐτῶν καὶ εὐλόγησεν αὐτούς ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτοῦ εὐλόγησεν αὐτούς
29 Και παρήγγειλεν εις αυτούς και είπε προς αυτούς, Εγώ προστίθεμαι εις τον λαόν μου· θάψατέ με μετά των πατέρων μου εν τω σπηλαίω τω εν τω αγρώ Εφρών του Χετταίου·
καὶ εἶπεν αὐτοῖς ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν θάψατέ με μετὰ τῶν πατέρων μου ἐν τῷ σπηλαίῳ ὅ ἐστιν ἐν τῷ ἀγρῷ Εφρων τοῦ Χετταίου
30 εν τω σπηλαίω τω εν τω αγρώ Μαχπελάχ τω απέναντι της Μαμβρή εν τη γη Χαναάν, το οποίον ο Αβραάμ ηγόρασε μετά του αγρού παρά του Εφρών του Χετταίου διά κτήμα μνημείου·
ἐν τῷ σπηλαίῳ τῷ διπλῷ τῷ ἀπέναντι Μαμβρη ἐν τῇ γῇ Χανααν ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εφρων τοῦ Χετταίου ἐν κτήσει μνημείου
31 εκεί έθαψαν τον Αβραάμ και την Σάρραν την γυναίκα αυτού· εκεί έθαψαν τον Ισαάκ και την Ρεβέκκαν την γυναίκα αυτού· και εκεί έθαψα εγώ την Λείαν·
ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ ἐκεῖ ἔθαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναῖκα αὐτοῦ καὶ ἐκεῖ ἔθαψα Λειαν
32 η αγορά του αγρού και του σπηλαίου του εν αυτώ έγεινε παρά των υιών του Χετ.
ἐν κτήσει τοῦ ἀγροῦ καὶ τοῦ σπηλαίου τοῦ ὄντος ἐν αὐτῷ παρὰ τῶν υἱῶν Χετ
33 Και αφού ετελείωσεν ο Ιακώβ παραγγέλλων εις τους υιούς αυτού, έσυρε τους πόδας αυτού επί την κλίνην και εξέπνευσε· και προσετέθη εις τον λαόν αυτού.
καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ