< Γένεσις 43 >
1 Η δε πείνα επεβάρυνεν επί την γην.
ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς
2 Και αφού ετελείωσαν τρώγοντες τον σίτον, τον οποίον έφεραν εξ Αιγύπτου, είπε προς αυτούς ο πατήρ αυτών, Υπάγετε πάλιν, αγοράσατε εις ημάς ολίγας τροφάς.
ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον ὃν ἤνεγκαν ἐξ Αἰγύπτου καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα
3 Και είπε προς αυτόν ο Ιούδας λέγων, Εντόνως διεμαρτυρήθη προς ημάς ο άνθρωπος λέγων, Δεν θέλετε ιδεί το πρόσωπόν μου, εάν δεν ήναι μεθ' υμών ο αδελφός υμών.
εἶπεν δὲ αὐτῷ Ιουδας λέγων διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος λέγων οὐκ ὄψεσθε τὸ πρόσωπόν μου ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν ᾖ
4 Εάν λοιπόν αποστείλης τον αδελφόν ημών μεθ' ημών, θέλομεν καταβή και θέλομεν σοι αγοράσει τροφάς·
εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ’ ἡμῶν καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα
5 αλλ' εάν δεν αποστείλης αυτόν, δεν θέλομεν καταβή· διότι ο άνθρωπος είπε προς ημάς, Δεν θέλετε ιδεί το πρόσωπόν μου, εάν ο αδελφός υμών δεν ήναι μεθ' υμών.
εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ’ ἡμῶν οὐ πορευσόμεθα ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων οὐκ ὄψεσθέ μου τὸ πρόσωπον ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ’ ὑμῶν ᾖ
6 Είπε δε ο Ισραήλ, Διά τι με εκακοποιήσατε, φανερόνοντες προς τον άνθρωπον ότι έχετε άλλον αδελφόν;
εἶπεν δὲ Ισραηλ τί ἐκακοποιήσατέ με ἀναγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός
7 Οι δε είπον, Ο άνθρωπος ηρώτησεν ημάς ακριβώς περί ημών και περί της συγγενείας ημών λέγων, Ο πατήρ σας έτι ζη; έχετε άλλον αδελφόν; Και απεκρίθημεν προς αυτόν κατά την ερώτησιν ταύτην· ηδυνάμεθα να εξεύρωμεν ότι ήθελεν ειπεί, Φέρετε τον αδελφόν σας;
οἱ δὲ εἶπαν ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ εἰ ἔστιν ὑμῖν ἀδελφός καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν
8 Και είπεν ο Ιούδας προς Ισραήλ τον πατέρα αυτού, Απόστειλον το παιδάριον μετ' εμού, και σηκωθέντες ας υπάγωμεν, διά να ζήσωμεν και να μη αποθάνωμεν και ημείς και συ και αι οικογένειαι ημών·
εἶπεν δὲ Ιουδας πρὸς Ισραηλ τὸν πατέρα αὐτοῦ ἀπόστειλον τὸ παιδάριον μετ’ ἐμοῦ καὶ ἀναστάντες πορευσόμεθα ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν
9 εγώ εγγυώμαι περί αυτού· εκ της χειρός μου ζήτησον αυτόν· εάν δεν φέρω αυτόν προς σε και στήσω αυτόν έμπροσθέν σου, τότε ας ήμαι διαπαντός υπεύθυνος προς σέ·
ἐγὼ δὲ ἐκδέχομαι αὐτόν ἐκ χειρός μου ζήτησον αὐτόν ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας
10 επειδή, εάν δεν εβραδύνομεν, βέβαια έως τώρα δευτέραν ταύτην φοράν ηθέλομεν επιστρέψει.
εἰ μὴ γὰρ ἐβραδύναμεν ἤδη ἂν ὑπεστρέψαμεν δίς
11 Και είπε προς αυτούς Ισραήλ ο πατήρ αυτών, Εάν ούτω πρέπη να γείνη, κάμετε λοιπόν τούτο· λάβετε εις τα αγγείά σας εκ των καλητέρων καρπών της γης και φέρετε δώρα προς τον άνθρωπον, ολίγον βάλσαμον και ολίγον μέλι, αρώματα και μύρον, πιστάκια και αμύγδαλα·
εἶπεν δὲ αὐτοῖς Ισραηλ ὁ πατὴρ αὐτῶν εἰ οὕτως ἐστίν τοῦτο ποιήσατε λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης καὶ τοῦ μέλιτος θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα
12 και λάβετε διπλάσιον αργύριον εις τας χείρας σας· και το αργύριον το επιστραφέν εν τω στόματι των σακκίων σας φέρετε πάλιν εις τας χείρας σας· ίσως έγεινε κατά λάθος·
καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ’ ὑμῶν μήποτε ἀγνόημά ἐστιν
13 και τον αδελφόν σας λάβετε και σηκωθέντες επιστρέψατε προς τον άνθρωπον·
καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον
14 και ο Θεός ο Παντοδύναμος να σας δώση χάριν έμπροσθεν του ανθρώπου, διά να αποστείλη με σας τον άλλον σας αδελφόν και τον Βενιαμίν· και εγώ, αν ήναι να ατεκνωθώ, ας ατεκνωθώ.
ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμιν ἐγὼ μὲν γάρ καθὰ ἠτέκνωμαι ἠτέκνωμαι
15 Λαβόντες δε οι άνθρωποι τα δώρα ταύτα, έλαβον και αργύριον διπλάσιον εις τας χείρας αυτών και τον Βενιαμίν· και σηκωθέντες κατέβησαν εις Αίγυπτον και παρεστάθησαν έμπροσθεν του Ιωσήφ.
λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμιν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον Ιωσηφ
16 Και ότε είδεν ο Ιωσήφ τον Βενιαμίν μετ' αυτών, είπε προς τον επιστάτην της οικίας αυτού, Φέρε τους ανθρώπους εις την οικίαν και σφάξον σφακτόν και ετοίμασον, διότι μετ' εμού θέλουσι φάγει οι άνθρωποι το μεσημέριον.
εἶδεν δὲ Ιωσηφ αὐτοὺς καὶ τὸν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον μετ’ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν
17 Και έπραξεν ο άνθρωπος καθώς ελάλησεν ο Ιωσήφ· και ο άνθρωπος εισήγαγε τους ανθρώπους εις την οικίαν του Ιωσήφ.
ἐποίησεν δὲ ὁ ἄνθρωπος καθὰ εἶπεν Ιωσηφ καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὸν οἶκον Ιωσηφ
18 Και εφοβήθησαν οι άνθρωποι, διότι εισήχθησαν εις την οικίαν του Ιωσήφ· και είπον, διά το αργύριον το επιστραφέν εις τα σακκία ημών την πρώτην φοράν ημείς εισαγόμεθα, διά να εύρη αφορμήν εναντίον ημών και να επιπέση εφ' ημάς και να λάβη ημάς δούλους και τους όνους ημών.
ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον Ιωσηφ εἶπαν διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν
19 Και προσελθόντες προς τον άνθρωπον τον επιστάτην της οικίας του Ιωσήφ, ελάλησαν προς αυτόν εν τη πύλη της οικίας·
προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου Ιωσηφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου
20 και είπον, Δεόμεθα, κύριε· κατέβημεν την πρώτην φοράν διά να αγοράσωμεν τροφάς·
λέγοντες δεόμεθα κύριε κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα
21 και ότε ήλθομεν εις το κατάλυμα, ηνοίξαμεν τα σακκία ημών και ιδού, εκάστου το αργύριον ήτο εν τω στόματι του σακκίου αυτού, το αργύριον ημών σωστόν· όθεν εφέραμεν αυτό οπίσω εις τας χείρας ημών·
ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν
22 εφέραμεν και άλλο αργύριον εις τας χείρας ημών, διά να αγοράσωμεν τροφάς· δεν εξεύρομεν τις έβαλε το αργύριον ημών εις τα σακκία ημών.
καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ’ ἑαυτῶν ἀγοράσαι βρώματα οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν
23 Ο δε είπεν, Ειρήνη εις εσάς· μη φοβείσθε· ο Θεός σας και ο Θεός του πατρός σας, έδωκεν εις εσάς θησαυρόν εις τα σακκία σας· το αργύριόν σας ήλθεν εις εμέ. Και εξήγαγε προς αυτούς τον Συμεών.
εἶπεν δὲ αὐτοῖς ἵλεως ὑμῖν μὴ φοβεῖσθε ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω καὶ ἐξήγαγεν πρὸς αὐτοὺς τὸν Συμεων
24 Και ο άνθρωπος εισήγαγε τους ανθρώπους εις την οικίαν του Ιωσήφ και έδωκεν ύδωρ και ένιψαν τους πόδας αυτών· και έδωκε τροφήν εις τους όνους αυτών.
καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν
25 Οι δε ητοίμασαν τα δώρα, εωσού έλθη ο Ιωσήφ το μεσημέριον· διότι ήκουσαν ότι εκεί μέλλουσι να φάγωσιν άρτον.
ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ιωσηφ μεσημβρίας ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν
26 Και ότε ήλθεν ο Ιωσήφ εις την οικίαν, προσέφεραν εις αυτόν τα δώρα τα εις τας χείρας αυτών εν τη οικία και προσεκύνησαν αυτόν έως εδάφους.
εἰσῆλθεν δὲ Ιωσηφ εἰς τὴν οἰκίαν καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
27 Και ηρώτησεν αυτούς περί της υγιείας αυτών· και είπεν, Υγιαίνει ο πατήρ σας, ο γέρων περί του οποίου μοι είπετε; έτι ζη;
ἠρώτησεν δὲ αὐτούς πῶς ἔχετε καὶ εἶπεν αὐτοῖς εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος ὃν εἴπατε ἔτι ζῇ
28 Οι δε είπον, Υγιαίνει ο δούλός σου ο πατήρ ημών· έτι ζη. Και κύψαντες προσεκύνησαν.
οἱ δὲ εἶπαν ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν ἔτι ζῇ καὶ εἶπεν εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ καὶ κύψαντες προσεκύνησαν αὐτῷ
29 Υψώσας δε τους οφθαλμούς αυτού είδε τον Βενιαμίν τον αδελφόν αυτού τον ομομήτριον και είπεν, Ούτος είναι ο αδελφός σας ο νεώτερος, περί του οποίου μοι είπετε; Και είπεν, Ο Θεός να σε ελεήση, τέκνον μου.
ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ιωσηφ εἶδεν Βενιαμιν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ὃν εἴπατε πρός με ἀγαγεῖν καὶ εἶπεν ὁ θεὸς ἐλεήσαι σε τέκνον
30 Και έσπευσε να αποσυρθή ο Ιωσήφ· διότι συνεταράττοντο τα σπλάγχνα αυτού διά τον αδελφόν αυτού· και εζήτει τόπον να κλαύση· εισελθών δε εις το ταμείον, έκλαυσεν εκεί.
ἐταράχθη δὲ Ιωσηφ συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ καὶ ἐζήτει κλαῦσαι εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ
31 Έπειτα νίψας το πρόσωπον αυτού εξήλθε, και συγκρατών εαυτόν είπε, Βάλετε άρτον.
καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπεν παράθετε ἄρτους
32 Και έβαλον χωριστά δι' αυτόν και χωριστά δι' εκείνους και διά τους Αιγυπτίους, τους συντρώγοντας μετ' αυτού, χωριστά· διότι οι Αιγύπτιοι δεν ηδύναντο να συμφάγωσιν άρτον μετά των Εβραίων, επειδή τούτο είναι βδέλυγμα εις τους Αιγυπτίους.
καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ’ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ’ αὐτοῦ καθ’ ἑαυτούς οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Εβραίων ἄρτους βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις
33 Εκάθισαν λοιπόν έμπροσθεν αυτού, ο πρωτότοκος κατά την πρωτοτοκίαν αυτού και ο νεώτερος κατά την νεότητα αυτού· και εθαύμαζον οι άνθρωποι προς αλλήλους.
ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ
34 Λαβών δε απ' έμπροσθεν αυτού μερίδια έστειλε προς αυτούς· το μερίδιον όμως του Βενιαμίν ήτο πενταπλασίως μεγαλήτερον παρά εκάστου αυτών. Και έπιον και ευφράνθησαν μετ' αυτού.
ἦραν δὲ μερίδας παρ’ αὐτοῦ πρὸς αὐτούς ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμιν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ’ αὐτοῦ