< Γένεσις 37 >
1 Κατώκησε δε ο Ιακώβ εν τη γη, εν ή παρώκησεν ο πατήρ αυτού, εν τη γη Χαναάν.
κατῴκει δὲ Ιακωβ ἐν τῇ γῇ οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ ἐν γῇ Χανααν
2 Αύτη είναι γενεαλογία του Ιακώβ. Ο Ιωσήφ, νέος ων ετών δεκαεπτά, εποίμαινε τα πρόβατα μετά των αδελφών αυτού, των υιών της Βαλλάς και των υιών της Ζελφάς, των γυναικών του πατρός αυτού· και ανέφερεν ο Ιωσήφ προς τον πατέρα αυτών την κακήν αυτών φήμην.
αὗται δὲ αἱ γενέσεις Ιακωβ Ιωσηφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα ὢν νέος μετὰ τῶν υἱῶν Βαλλας καὶ μετὰ τῶν υἱῶν Ζελφας τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ κατήνεγκεν δὲ Ιωσηφ ψόγον πονηρὸν πρὸς Ισραηλ τὸν πατέρα αὐτῶν
3 Ο δε Ισραήλ ηγάπα τον Ιωσήφ υπέρ πάντας τους υιούς αυτού, διότι ήτο υιός του γήρατος αυτού· και έκαμεν εις αυτόν χιτώνα ποικιλόχρωμον.
Ιακωβ δὲ ἠγάπα τὸν Ιωσηφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ὅτι υἱὸς γήρους ἦν αὐτῷ ἐποίησεν δὲ αὐτῷ χιτῶνα ποικίλον
4 Βλέποντες δε οι αδελφοί αυτού, ότι αυτόν ηγάπα ο πατήρ αυτών υπέρ πάντας τους αδελφούς αυτού, εμίσησαν αυτόν και δεν ηδύναντο να ομιλώσι προς αυτόν ειρηνικώς.
ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ ἐμίσησαν αὐτὸν καὶ οὐκ ἐδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν
5 Ενυπνιασθείς δε ο Ιωσήφ ενύπνιον, διηγήθη αυτό εις τους αδελφούς αυτού· και εμίσησαν αυτόν έτι μάλλον.
ἐνυπνιασθεὶς δὲ Ιωσηφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ
6 Και είπε προς αυτούς, Ακούσατε, παρακαλώ, το ενύπνιον τούτο το οποίον ενυπνιάσθην.
καὶ εἶπεν αὐτοῖς ἀκούσατε τοῦ ἐνυπνίου τούτου οὗ ἐνυπνιάσθην
7 Ιδού, ημείς εδένομεν δεμάτια εν μέσω της πεδιάδος· και ιδού, εσηκώθη το ιδικόν μου δεμάτιον και εστάθη όρθιον· και ιδού, τα ιδικά σας δεμάτια περιστραφέντα προσεκύνησαν το ιδικόν μου δεμάτιον.
ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα
8 Είπον δε προς αυτόν οι αδελφοί αυτού, Βασιλεύς θέλεις γείνει εφ' ημάς; ή κύριος θέλεις γείνει εις ημάς; Και εμίσησαν αυτόν έτι μάλλον διά τα ενύπνια αυτού και διά τους λόγους αυτού.
εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί μὴ βασιλεύων βασιλεύσεις ἐφ’ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκεν τῶν ῥημάτων αὐτοῦ
9 Ενυπνιάσθη δε και άλλο ενύπνιον, και διηγήθη αυτό προς τους αδελφούς αυτού· και είπεν, Ιδού, ενυπνιάσθην άλλο ενύπνιον· και ιδού, ο ήλιος και η σελήνη και ένδεκα αστέρες με προσεκύνουν.
εἶδεν δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτὸ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ εἶπεν ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με
10 Και διηγήθη αυτό προς τον πατέρα αυτού και προς τους αδελφούς αυτού και επέπληξεν αυτόν ο πατήρ αυτού και είπε προς αυτόν, Τι είναι το ενύπνιον τούτο, το οποίον ενυπνιάσθης; άραγε θέλομεν ελθεί, εγώ και η μήτηρ σου και οι αδελφοί σου, διά να σε προσκυνήσωμεν έως εδάφους;
καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν αὐτῷ τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν
11 Και εφθόνησαν αυτόν οι αδελφοί αυτού· ο δε πατήρ αυτού εφύλαττε τον λόγον.
ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ ὁ δὲ πατὴρ αὐτοῦ διετήρησεν τὸ ῥῆμα
12 Και υπήγαν οι αδελφοί αυτού να βοσκήσωσι τα πρόβατα του πατρός αυτών εις Συχέμ.
ἐπορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχεμ
13 Και είπεν ο Ισραήλ προς τον Ιωσήφ, Δεν βόσκουσιν οι αδελφοί σου εν Συχέμ; ελθέ να σε στείλω προς αυτούς. Ο δε είπε προς αυτόν, Ιδού, εγώ.
καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ οὐχ οἱ ἀδελφοί σου ποιμαίνουσιν ἐν Συχεμ δεῦρο ἀποστείλω σε πρὸς αὐτούς εἶπεν δὲ αὐτῷ ἰδοὺ ἐγώ
14 Και είπε προς αυτόν, Ύπαγε λοιπόν να ίδης, αν ήναι καλά οι αδελφοί σου και καλά τα πρόβατα, και φέρε μοι είδησιν. Και απέστειλεν αυτόν από της κοιλάδος της Χεβρών· και ήλθεν εις Συχέμ.
εἶπεν δὲ αὐτῷ Ισραηλ πορευθεὶς ἰδὲ εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα καὶ ἀνάγγειλόν μοι καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρων καὶ ἦλθεν εἰς Συχεμ
15 Και εύρηκεν αυτόν άνθρωπός τις, ενώ περιεπλανάτο εν τη πεδιάδι· και ηρώτησεν αυτόν ο άνθρωπος, λέγων, Τι ζητείς;
καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ ἠρώτησεν δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων τί ζητεῖς
16 Ο δε είπε, Τους αδελφούς μου ζητώ· ειπέ μοι, παρακαλώ, που βόσκουσι.
ὁ δὲ εἶπεν τοὺς ἀδελφούς μου ζητῶ ἀνάγγειλόν μοι ποῦ βόσκουσιν
17 Και είπεν ο άνθρωπος, Ανεχώρησαν από εδώ· διότι ήκουσα αυτούς λέγοντας, Ας υπάγωμεν εις Δωθάν. Και υπήγεν ο Ιωσήφ κατόπιν των αδελφών αυτού, και εύρηκεν αυτούς εν Δωθάν.
εἶπεν δὲ αὐτῷ ὁ ἄνθρωπος ἀπήρκασιν ἐντεῦθεν ἤκουσα γὰρ αὐτῶν λεγόντων πορευθῶμεν εἰς Δωθαϊμ καὶ ἐπορεύθη Ιωσηφ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ καὶ εὗρεν αὐτοὺς ἐν Δωθαϊμ
18 Οι δε ιδόντες αυτόν μακρόθεν, πριν πλησιάση εις αυτούς, συνεβουλεύθησαν κατ' αυτού να φονεύσωσιν αυτόν.
προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν
19 Και είπεν ο εις προς τον άλλον, Ιδού, έρχεται εκείνος ο κύριος των ενυπνίων·
εἶπαν δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται
20 έλθετε λοιπόν τώρα και ας φονεύσωμεν αυτόν και ας ρίψωμεν αυτόν εις ένα εκ των λάκκων· και θέλομεν ειπεί, Θηρίον κακόν κατέφαγεν αυτόν· και θέλομεν ιδεί τι θέλουσι γείνει τα ενύπνια αυτού.
νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν θηρίον πονηρὸν κατέφαγεν αὐτόν καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ
21 Και ακούσας ο Ρουβήν ηλευθέρωσεν αυτόν εκ των χειρών αυτών, λέγων, Ας μη βλάψωμεν αυτόν εις την ζωήν.
ἀκούσας δὲ Ρουβην ἐξείλατο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν οὐ πατάξομεν αὐτὸν εἰς ψυχήν
22 Και είπε προς αυτούς ο Ρουβήν, Μη χύσητε αίμα· ρίψατε αυτόν εις τούτον τον λάκκον, τον εν τη ερήμω, και χείρα μη βάλητε επ' αυτόν· διά να ελευθερώση αυτόν εκ των χειρών αυτών, και να αποδώση αυτόν εις τον πατέρα αυτού.
εἶπεν δὲ αὐτοῖς Ρουβην μὴ ἐκχέητε αἷμα ἐμβάλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν τῇ ἐρήμῳ χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ
23 Ότε λοιπόν ήλθεν ο Ιωσήφ προς τους αδελφούς αυτού, εξέδυσαν τον Ιωσήφ τον χιτώνα αυτού, τον χιτώνα τον ποικιλόχρωμον, τον επ' αυτόν·
ἐγένετο δὲ ἡνίκα ἦλθεν Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐξέδυσαν τὸν Ιωσηφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτὸν
24 και λαβόντες αυτόν, έρριψαν εις τον λάκκον· ο δε λάκκος ήτο κενός· δεν είχεν ύδωρ.
καὶ λαβόντες αὐτὸν ἔρριψαν εἰς τὸν λάκκον ὁ δὲ λάκκος κενός ὕδωρ οὐκ εἶχεν
25 Έπειτα εκάθησαν να φάγωσιν άρτον, και αναβλέψαντες είδον· και ιδού, συνοδία Ισμαηλιτών ήρχετο από Γαλαάδ μετά των καμήλων αυτών φορτωμένων αρώματα και βάλσαμον και μύρον, και επορεύοντο να φέρωσιν αυτά κάτω εις την Αίγυπτον.
ἐκάθισαν δὲ φαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον καὶ ἰδοὺ ὁδοιπόροι Ισμαηλῖται ἤρχοντο ἐκ Γαλααδ καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμον θυμιαμάτων καὶ ῥητίνης καὶ στακτῆς ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον
26 Και είπεν ο Ιούδας προς τους αδελφούς αυτού, Τις η ωφέλεια, εάν φονεύσωμεν τον αδελφόν ημών και κρύψωμεν το αίμα αυτού;
εἶπεν δὲ Ιουδας πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τί χρήσιμον ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ
27 έλθετε και ας πωλήσωμεν αυτόν εις τους Ισμαηλίτας· και ας μη βάλωμεν τας χείρας ημών επ' αυτόν· διότι αδελφός ημών, σαρξ ημών είναι. Και υπήκουσαν οι αδελφοί αυτού.
δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς Ισμαηλίταις τούτοις αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ’ αὐτόν ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ
28 Και ενώ διέβαινον οι Μαδιανίται έμποροι, ανέσυραν και ανεβίβασαν τον Ιωσήφ εκ του λάκκου και επώλησαν τον Ιωσήφ διά είκοσι αργύρια εις τους Ισμαηλίτας· οι δε έφεραν τον Ιωσήφ εις Αίγυπτον.
καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι οἱ ἔμποροι καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν Ιωσηφ ἐκ τοῦ λάκκου καὶ ἀπέδοντο τὸν Ιωσηφ τοῖς Ισμαηλίταις εἴκοσι χρυσῶν καὶ κατήγαγον τὸν Ιωσηφ εἰς Αἴγυπτον
29 Επέστρεψε δε ο Ρουβήν εις τον λάκκον, και ιδού, ο Ιωσήφ δεν ήτο εν τω λάκκω· και διέσχισε τα ιμάτια αυτού.
ἀνέστρεψεν δὲ Ρουβην ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρᾷ τὸν Ιωσηφ ἐν τῷ λάκκῳ καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ
30 Και επέστρεψε προς τους αδελφούς αυτού, και είπε, Το παιδίον δεν υπάρχει και εγώ, εγώ που να υπάγω;
καὶ ἀνέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἶπεν τὸ παιδάριον οὐκ ἔστιν ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι
31 Τότε έλαβον τον χιτώνα του Ιωσήφ και έσφαξαν ερίφιον εκ των αιγών, και έβαψαν τον χιτώνα εν τω αίματι·
λαβόντες δὲ τὸν χιτῶνα τοῦ Ιωσηφ ἔσφαξαν ἔριφον αἰγῶν καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι
32 και απέστειλαν τον χιτώνα τον ποικιλόχρωμον, και έφεραν αυτόν προς τον πατέρα αυτών και είπον, Ευρήκαμεν τούτον· γνώρισον τώρα, αν ήναι ο χιτών του υιού σου ή ουχί.
καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν καὶ εἶπαν τοῦτον εὕρομεν ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ
33 Ο δε εγνώρισεν αυτόν και είπε, Ο χιτών του υιού μου είναι· θηρίον κακόν κατέφαγεν αυτόν· όλος κατεσπαράχθη ο Ιωσήφ.
καὶ ἐπέγνω αὐτὸν καὶ εἶπεν χιτὼν τοῦ υἱοῦ μού ἐστιν θηρίον πονηρὸν κατέφαγεν αὐτόν θηρίον ἥρπασεν τὸν Ιωσηφ
34 Και διέσχισεν ο Ιακώβ τα ιμάτια αυτού και έβαλε σάκκον εις την οσφύν αυτού και επένθησε τον υιόν αυτού ημέρας πολλάς.
διέρρηξεν δὲ Ιακωβ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς
35 Και εσηκώθησαν πάντες οι υιοί αυτού και πάσαι αι θυγατέρες αυτού, διά να παρηγορήσωσιν αυτόν· αλλά δεν ήθελε να παρηγορηθή, λέγων, Ότι πενθών θέλω καταβή προς τον υιόν μου εις τον τάφον. Και έκλαυσεν αυτόν ο πατήρ αυτού. (Sheol )
συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες καὶ ἦλθον παρακαλέσαι αὐτόν καὶ οὐκ ἤθελεν παρακαλεῖσθαι λέγων ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ (Sheol )
36 Οι δε Μαδιανίται επώλησαν αυτόν εν τη Αιγύπτω εις τον Πετεφρήν, αυλικόν του Φαραώ, άρχοντα των σωματοφυλάκων.
οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ιωσηφ εἰς Αἴγυπτον τῷ Πετεφρη τῷ σπάδοντι Φαραω ἀρχιμαγείρῳ