< Γένεσις 28 >

1 Και προσκαλέσας ο Ισαάκ τον Ιακώβ ευλόγησεν αυτόν, και παρήγγειλε προς αυτόν λέγων, Δεν θέλεις λάβει γυναίκα εκ των θυγατέρων Χαναάν·
προσκαλεσάμενος δὲ Ισαακ τὸν Ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χανααν
2 σηκωθείς ύπαγε εις Παδάν-αράμ, εις την οικίαν Βαθουήλ του πατρός της μητρός σου· και εκείθεν λάβε εις σεαυτόν γυναίκα, εκ των θυγατέρων Λάβαν του αδελφού της μητρός σου·
ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουηλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου
3 και ο Θεός ο Παντοδύναμος να σε ευλογήση και να σε αυξήση και να σε πληθύνη, ώστε να γείνης εις πλήθος λαών·
ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν
4 και να σοι δώση την ευλογίαν του Αβραάμ, εις σε και εις το σπέρμα σου μετά σε, διά να κληρονομήσης την γην της παροικήσεώς σου, την οποίαν έδωκεν ο Θεός εις τον Αβραάμ.
καὶ δῴη σοι τὴν εὐλογίαν Αβρααμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου ἣν ἔδωκεν ὁ θεὸς τῷ Αβρααμ
5 Και εξαπέστειλεν ο Ισαάκ τον Ιακώβ· και υπήγεν εις Παδάν-αράμ προς Λάβαν, τον υιόν του Βαθουήλ του Σύρου, τον αδελφόν Ρεβέκκας της μητρός του Ιακώβ και του Ησαύ.
καὶ ἀπέστειλεν Ισαακ τὸν Ιακωβ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ τοῦ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας τῆς μητρὸς Ιακωβ καὶ Ησαυ
6 Ιδών δε ο Ησαύ ότι ευλόγησεν ο Ισαάκ τον Ιακώβ και εξαπέστειλεν αυτόν εις Παδάν-αράμ, διά να λάβη εις εαυτόν γυναίκα εκείθεν, και ότι, ενώ ευλόγει αυτόν, παρήγγειλεν εις αυτόν, λέγων, Δεν θέλεις λάβει γυναίκα εκ των θυγατέρων Χαναάν·
εἶδεν δὲ Ησαυ ὅτι εὐλόγησεν Ισαακ τὸν Ιακωβ καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων Χανααν
7 και ότι υπήκουσεν ο Ιακώβ εις τον πατέρα αυτού και την μητέρα αυτού· και υπήγεν εις Παδάν-αράμ·
καὶ ἤκουσεν Ιακωβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας
8 και ιδών ο Ησαύ ότι αι θυγατέρες Χαναάν είναι μισηταί εις τους οφθαλμούς του πατρός αυτού Ισαάκ,
καὶ εἶδεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανααν ἐναντίον Ισαακ τοῦ πατρὸς αὐτοῦ
9 υπήγεν ο Ησαύ προς τον Ισμαήλ, και εκτός των άλλων γυναικών αυτού έλαβεν εις εαυτόν γυναίκα την Μαελέθ, θυγατέρα Ισμαήλ του υιού του Αβραάμ, την αδελφήν του Ναβαϊώθ.
καὶ ἐπορεύθη Ησαυ πρὸς Ισμαηλ καὶ ἔλαβεν τὴν Μαελεθ θυγατέρα Ισμαηλ τοῦ υἱοῦ Αβρααμ ἀδελφὴν Ναβαιωθ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα
10 Και εξήλθεν ο Ιακώβ από Βηρ-σαβεέ, και υπήγεν εις Χαρράν.
καὶ ἐξῆλθεν Ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρραν
11 Και έφθασεν εις τινά τόπον και διενυκτέρευσεν εκεί, διότι είχε δύσει ο ήλιος· και έλαβεν εκ των λίθων του τόπου και έθεσε προσκεφάλαιον αυτού, και εκοιμήθη εν τω τόπω εκείνω.
καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ ἔδυ γὰρ ὁ ἥλιος καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ
12 Και είδεν ενύπνιον, και ιδού, κλίμαξ εστηριγμένη εις την γην, της οποίας η κορυφή έφθανεν εις τον ουρανόν· και ιδού, οι άγγελοι του Θεού ανέβαινον και κατέβαινον επ' αυτής.
καὶ ἐνυπνιάσθη καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς
13 Και ιδού, ο Κύριος ίστατο επάνωθεν αυτής και είπεν, Εγώ είμαι Κύριος ο Θεός του Αβραάμ του πατρός σου, και ο Θεός του Ισαάκ· την γην, επί της οποίας κοιμάσαι, εις σε θέλω δώσει αυτήν και εις το σπέρμα σου.
ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς καὶ εἶπεν ἐγὼ κύριος ὁ θεὸς Αβρααμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ισαακ μὴ φοβοῦ ἡ γῆ ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου
14 και θέλει είσθαι το σπέρμα σου ως η άμμος της γης, και θέλεις εξαπλωθή προς δύσιν και προς ανατολήν και προς βορράν και προς νότον· και θέλουσιν ευλογηθή εν σοι, και εν τω σπέρματί σου πάσαι αι φυλαί της γής·
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ’ ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου
15 και ιδού, εγώ είμαι μετά σου, και θέλω σε διαφυλάττει πανταχού, όπου αν υπάγης, και θέλω σε επαναφέρει εις την γην ταύτην· διότι δεν θέλω σε εγκαταλείψει, εωσού κάμω όσα ελάλησα προς σε.
καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι
16 Και εξεγερθείς ο Ιακώβ εκ του ύπνου αυτού, είπε, Βέβαια ο Κύριος είναι εν τω τόπω τούτω, και εγώ δεν ήξευρον.
καὶ ἐξηγέρθη Ιακωβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν
17 Και εφοβήθη και είπε, Πόσον φοβερός είναι ο τόπος ούτος· δεν είναι τούτο, ειμή οίκος Θεού, και αύτη η πύλη του ουρανού.
καὶ ἐφοβήθη καὶ εἶπεν ὡς φοβερὸς ὁ τόπος οὗτος οὐκ ἔστιν τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ
18 Και σηκωθείς ο Ιακώβ ενωρίς το πρωΐ, έλαβε τον λίθον τον οποίον είχε θέσει προσκεφάλαιον αυτού, και έστησεν αυτόν διά στήλην και έχυσεν έλαιον επί την κορυφήν αυτής.
καὶ ἀνέστη Ιακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς
19 Και εκάλεσε το όνομα του τόπου εκείνου, Βαιθήλ· το δε όνομα της πόλεως εκείνης ήτο πρότερον Λούζ.
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος θεοῦ καὶ Ουλαμλους ἦν ὄνομα τῇ πόλει τὸ πρότερον
20 Και ευχήθη ο Ιακώβ ευχήν, λέγων, Αν ο Θεός ήναι μετ' εμού και με διαφυλάξη εν τη οδώ ταύτη εις την οποίαν υπάγω, και μοι δώση άρτον να φάγω και ένδυμα να ενδυθώ,
καὶ ηὔξατο Ιακωβ εὐχὴν λέγων ἐὰν ᾖ κύριος ὁ θεὸς μετ’ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
21 και επιστρέψω εν ειρήνη εις τον οίκον του πατρός μου, τότε ο Κύριος θέλει είσθαι Θεός μου·
καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν
22 και ο λίθος ούτος, τον οποίον έστησα διά στήλην, θέλει είσθαι οίκος Θεού· και εκ πάντων όσα μοι δώσης, το δέκατον θέλω προσφέρει εις σε.
καὶ ὁ λίθος οὗτος ὃν ἔστησα στήλην ἔσται μοι οἶκος θεοῦ καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι

< Γένεσις 28 >