< Γένεσις 26 >
1 Έγεινε δε πείνα εν τη γη, εκτός της προτέρας πείνης, της γενομένης επί των ημερών του Αβραάμ. Και υπήγεν ο Ισαάκ προς τον Αβιμέλεχ, βασιλέα των Φιλισταίων, εις Γέραρα.
ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ Αβρααμ ἐπορεύθη δὲ Ισαακ πρὸς Αβιμελεχ βασιλέα Φυλιστιιμ εἰς Γεραρα
2 Εφάνη δε εις αυτόν ο Κύριος και είπε, Μη καταβής εις Αίγυπτον· κατοίκησον εν τη γη την οποίαν θέλω σοι ειπεί·
ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς Αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω
3 παροίκει εν τη γη ταύτη, και εγώ θέλω είσθαι μετά σου, και θέλω σε ευλογήσει διότι εις σε και εις το σπέρμα σου θέλω δώσει πάντας τους τόπους τούτους· και θέλω εκπληρώσει τον όρκον, τον οποίον ώμοσα προς Αβραάμ τον πατέρα σου·
καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα Αβρααμ τῷ πατρί σου
4 και θέλω πληθύνει το σπέρμα σου ως τα άστρα του ουρανού, και θέλω δώσει εις το σπέρμα σου πάντας τους τόπους τούτους, και θέλουσιν ευλογηθή εν τω σπέρματί σου πάντα τα έθνη της γής·
καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς
5 επειδή ο Αβραάμ υπήκουσεν εις την φωνήν μου, και εφύλαξε τα προστάγματά μου, τας εντολάς μου, τα διατάγματά μου και τους νόμους μου.
ἀνθ’ ὧν ὑπήκουσεν Αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου
6 Και κατώκησεν ο Ισαάκ εν Γεράροις.
καὶ κατῴκησεν Ισαακ ἐν Γεραροις
7 Ηρώτησαν δε οι άνδρες του τόπου περί της γυναικός αυτού· και είπεν, Αδελφή μου είναι· διότι εφοβήθη να είπη, Γυνή μου είναι· λέγων, Μήπως με φονεύσωσιν οι άνδρες του τόπου διά την Ρεβέκκαν· επειδή ήτο ώραία την όψιν.
ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν
8 Και αφού διέτριψεν εκεί πολλάς ημέρας, Αβιμέλεχ ο βασιλεύς των Φιλισταίων, κύψας από της θυρίδος είδε, και ιδού, ο Ισαάκ έπαιζε μετά Ρεβέκκας της γυναικός αυτού.
ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ Αβιμελεχ ὁ βασιλεὺς Γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν Ισαακ παίζοντα μετὰ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ
9 Εκάλεσε δε ο Αβιμέλεχ τον Ισαάκ και είπεν, Ιδού, βεβαίως γυνή σου είναι αύτη· διά τι λοιπόν είπας, Αδελφή μου είναι; Και είπε προς αυτόν ο Ισαάκ, διότι είπον, Μήπως αποθάνω εξ αιτίας αυτής.
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δῑ αὐτήν
10 Και είπεν ο Αβιμέλεχ, Τι είναι τούτο, το οποίον έκαμες εις ημάς; παρ' ολίγον ήθελε κοιμηθή τις εκ του λαού μετά της γυναικός σου, και ήθελες φέρει εφ' ημάς ανομίαν.
εἶπεν δὲ αὐτῷ Αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ’ ἡμᾶς ἄγνοιαν
11 Και προσέταξεν ο Αβιμέλεχ εις πάντα τον λαόν, λέγων, Όστις εγγίση τον άνθρωπον τούτον ή την γυναίκα αυτού, θέλει εξάπαντος θανατωθή.
συνέταξεν δὲ Αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται
12 Έσπειρε δε ο Ισαάκ εν τη γη εκείνη και εσύναξε κατ' εκείνον τον χρόνον εκατονταπλάσια· και ευλόγησεν αυτόν ο Κύριος.
ἔσπειρεν δὲ Ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος
13 Και εμεγαλύνετο ο άνθρωπος και επροχώρει αυξανόμενος, εωσού έγεινε μέγας σφόδρα·
καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα
14 και απέκτησε πρόβατα και βόας και δούλους πολλούς· εφθόνησαν δε αυτόν οι Φιλισταίοι.
ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιιμ
15 Και πάντα τα φρέατα, τα οποία έσκαψαν οι δούλοι του πατρός αυτού επί των ημερών Αβραάμ του πατρός αυτού, ενέφραξαν ταύτα οι Φιλισταίοι και εγέμισαν αυτά χώμα.
καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς
16 Και είπεν ο Αβιμέλεχ προς τον Ισαάκ, Άπελθε αφ' ημών, διότι έγεινες δυνατώτερος ημών σφόδρα.
εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ’ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα
17 Και απήλθεν εκείθεν ο Ισαάκ και έστησε την σκηνήν αυτού εν τη κοιλάδι των Γεράρων και κατώκησεν εκεί.
καὶ ἀπῆλθεν ἐκεῖθεν Ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεραρων καὶ κατῴκησεν ἐκεῖ
18 Και ήνοιξε πάλιν ο Ισαάκ τα φρέατα του ύδατος, τα οποία έσκαψαν επί των ημερών Αβραάμ του πατρός αυτού, οι δε Φιλισταίοι ενέφραξαν αυτά μετά τον θάνατον του Αβραάμ· και ωνόμασεν αυτά κατά τα ονόματα, με τα οποία ο πατήρ αυτού είχεν ονομάσει αυτά.
καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτοῦ
19 Και έσκαψαν οι δούλοι του Ισαάκ εν τη κοιλάδι και εύρηκαν εκεί φρέαρ ύδατος ζώντος.
καὶ ὤρυξαν οἱ παῖδες Ισαακ ἐν τῇ φάραγγι Γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος
20 Ελογομάχησαν δε οι ποιμένες των Γεράρων μετά των ποιμένων του Ισαάκ, λέγοντες, Ιδικόν μας είναι το ύδωρ· και ωνόμασε το φρέαρ Εσέκ· διότι εφιλονείκησαν μετ' αυτού.
καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεραρων μετὰ τῶν ποιμένων Ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία ἠδίκησαν γὰρ αὐτόν
21 Και έσκαψαν άλλο φρέαρ και ελογομάχησαν και περί αυτού· διά τούτο ωνόμασεν αυτό Σιτνά.
ἀπάρας δὲ Ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία
22 Και μετοικήσας εκείθεν έσκαψεν άλλο φρέαρ, και περί τούτου δεν ελογομάχησαν· και ωνόμασεν αυτό Ρεχωβώθ, λέγων, διότι τώρα επλάτυνεν ημάς ο Κύριος και ηύξησεν ημάς επί της γης.
ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς
23 Και εκείθεν ανέβη εις Βηρ-σαβεέ.
ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου
24 Και εφάνη εις αυτόν ο Κύριος την νύκτα εκείνην, και είπεν, Εγώ είμαι ο Θεός Αβραάμ του πατρός σου· μη φοβού, διότι εγώ είμαι μετά σου, και θέλω σε ευλογήσει και θέλω πληθύνει το σπέρμα σου, διά Αβραάμ τον δούλον μου.
καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς Αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Αβρααμ τὸν πατέρα σου
25 Και ωκοδόμησεν εκεί θυσιαστήριον και επεκαλέσθη το όνομα του Κυρίου· και έστησεν εκεί την σκηνήν αυτού· έσκαψαν δε εκεί οι δούλοι του Ισαάκ φρέαρ.
καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ισαακ φρέαρ
26 Τότε ο Αβιμέλεχ υπήγε προς αυτόν από Γεράρων, και Οχοζάθ ο οικείος αυτού, και Φιχόλ ο αρχιστράτηγος της δυνάμεως αυτού.
καὶ Αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρων καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ
27 Και είπε προς αυτούς ο Ισαάκ, Διά τι ήλθετε προς εμέ, αφού σεις με εμισήσατε και με εδιώξατε από σας;
καὶ εἶπεν αὐτοῖς Ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν
28 οι δε είπον, Είδομεν φανερά, ότι ο Κύριος είναι μετά σου, και είπομεν, Ας γείνη τώρα όρκος μεταξύ ημών, μεταξύ ημών και σου, και ας κάμωμεν συνθήκην μετά σου,
καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην
29 ότι δεν θέλεις κάμει κακόν εις ημάς, καθώς ημείς δεν σε ηγγίσαμεν, και καθώς επράξαμεν εις σε μόνον καλόν, και σε εξαπεστείλαμεν εν ειρήνη· τώρα συ είσαι ευλογημένος του Κυρίου.
μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου
30 Και έκαμεν εις αυτούς συμπόσιον· και έφαγον και έπιον.
καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον
31 Και εσηκώθησαν ενωρίς το πρωΐ, και ώμοσεν ο εις προς τον άλλον· τότε ο Ισαάκ εξαπέστειλεν αυτούς, και απήλθον απ' αυτού εν ειρήνη.
καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς Ισαακ καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας
32 Και την ημέραν εκείνην ήλθον οι δούλοι του Ισαάκ και ανήγγειλαν προς αυτόν περί του φρέατος το οποίον έσκαψαν, και είπαν προς αυτόν, Ευρήκαμεν ύδωρ.
ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ
33 Και ωνόμασεν αυτό Σαβεέ· διά τούτο είναι το όνομα της πόλεως Βηρ-σαβεέ έως της σήμερον.
καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας
34 Ήτο δε ο Ησαύ ετών τεσσαράκοντα, ότε έλαβεν εις γυναίκα Ιουδίθ, την θυγατέρα Βεηρί του Χετταίου, και Βασεμάθ, την θυγατέρα Αιλών του Χετταίου·
ἦν δὲ Ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα Ιουδιν τὴν θυγατέρα Βεηρ τοῦ Χετταίου καὶ τὴν Βασεμμαθ θυγατέρα Αιλων τοῦ Ευαίου
35 και αύται ήσαν πικρία ψυχής εις τον Ισαάκ και την Ρεβέκκαν.
καὶ ἦσαν ἐρίζουσαι τῷ Ισαακ καὶ τῇ Ρεβεκκα