< Γένεσις 13 >

1 Ανέβη δε ο Άβραμ εξ Αιγύπτου, αυτός και η γυνή αυτού, και πάντα όσα είχε, και ο Λωτ μετ' αυτού, προς μεσημβρίαν.
ἀνέβη δὲ Αβραμ ἐξ Αἰγύπτου αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λωτ μετ’ αὐτοῦ εἰς τὴν ἔρημον
2 Και ο Άβραμ ήτο πλούσιος σφόδρα εις κτήνη, εις αργύριον και εις χρυσίον.
Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίῳ καὶ χρυσίῳ
3 Και υπήγεν οδεύων από μεσημβρίας έως Βαιθήλ έως του τόπου όπου ήτο η σκηνή αυτού το πρότερον μεταξύ Βαιθήλ και Γαί·
καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθηλ ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Αγγαι
4 εις τον τόπον του θυσιαστηρίου, το οποίον είχε κάμει εκεί καταρχάς· και επεκαλέσθη εκεί ο Άβραμ το όνομα του Κυρίου.
εἰς τὸν τόπον τοῦ θυσιαστηρίου οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν καὶ ἐπεκαλέσατο ἐκεῖ Αβραμ τὸ ὄνομα κυρίου
5 Και ο Λωτ ακόμη, ο συμπορευόμενος μετά του Άβραμ, είχε πρόβατα και βόας και σκηνάς.
καὶ Λωτ τῷ συμπορευομένῳ μετὰ Αβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί
6 Και δεν εχώρει αυτούς η γη διά να κατοικώσιν ομού· διότι ήσαν τα υπάρχοντα αυτών πολλά, και δεν ηδύναντο να κατοικώσιν ομού.
καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά καὶ οὐκ ἐδύναντο κατοικεῖν ἅμα
7 Και συνέβη έρις μεταξύ των ποιμένων των κτηνών του Άβραμ και των ποιμένων των κτηνών του Λώτ· οι δε Χαναναίοι και οι Φερεζαίοι κατώκουν τότε την γην.
καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Αβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λωτ οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν
8 Είπε δε ο Άβραμ προς τον Λωτ, Ας μη ήναι, παρακαλώ, έρις μεταξύ εμού και σου και μεταξύ των ποιμένων μου και των ποιμένων σου· διότι αδελφοί είμεθα ημείς·
εἶπεν δὲ Αβραμ τῷ Λωτ μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν
9 δεν είναι πάσα η γη έμπροσθέν σου; διαχωρίσθητι λοιπόν απ' εμού· εάν συ υπάγης εις τα αριστερά, εγώ υπάγω εις τα δεξιά· και εάν συ εις τα δεξιά, εγώ εις τα αριστερά.
οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σού ἐστιν διαχωρίσθητι ἀπ’ ἐμοῦ εἰ σὺ εἰς ἀριστερά ἐγὼ εἰς δεξιά εἰ δὲ σὺ εἰς δεξιά ἐγὼ εἰς ἀριστερά
10 Και υψώσας ο Λωτ τους οφθαλμούς αυτού, είδε πάσαν την περίχωρον του Ιορδάνου, ότι εποτίζετο όλη προ του να καταστρέψη ο Κύριος τα Σόδομα και τα Γόμορρα, ως παράδεισος του Κυρίου, ως η γη της Αιγύπτου, έως να υπάγη τις εις Σηγώρ.
καὶ ἐπάρας Λωτ τοὺς ὀφθαλμοὺς αὐτοῦ εἶδεν πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν θεὸν Σοδομα καὶ Γομορρα ὡς ὁ παράδεισος τοῦ θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου ἕως ἐλθεῖν εἰς Ζογορα
11 Και έκλεξεν εις εαυτόν ο Λωτ πάσαν την περίχωρον του Ιορδάνου· και μετεσκήνωσεν ο Λωτ προς ανατολάς, και διεχωρίσθησαν ο εις από του άλλου.
καὶ ἐξελέξατο ἑαυτῷ Λωτ πᾶσαν τὴν περίχωρον τοῦ Ιορδάνου καὶ ἀπῆρεν Λωτ ἀπὸ ἀνατολῶν καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ
12 Ο μεν Άβραμ κατώκησεν εν τη γη Χαναάν· ο δε Λωτ κατώκησε μεταξύ των πόλεων της περιχώρου, και έστησε τας σκηνάς αυτού έως Σοδόμων.
Αβραμ δὲ κατῴκησεν ἐν γῇ Χανααν Λωτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδομοις
13 Οι δε άνθρωποι των Σοδόμων ήσαν κακοί και αμαρτωλοί σφόδρα ενώπιον του Κυρίου.
οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ θεοῦ σφόδρα
14 Και είπε Κύριος προς τον Άβραμ, αφού διεχωρίσθη ο Λωτ απ' αυτού, Ύψωσον τώρα τους οφθαλμούς σου, και ιδέ από του τόπου όπου είσαι, προς άρκτον και μεσημβρίαν και ανατολήν και δύσιν·
ὁ δὲ θεὸς εἶπεν τῷ Αβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λωτ ἀπ’ αὐτοῦ ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ἰδὲ ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν
15 διότι πάσαν την γην την οποίαν βλέπεις, εις σε θέλω δώσει αυτήν και εις το σπέρμα σου έως αιώνος·
ὅτι πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος
16 και θέλω καταστήσει το σπέρμα σου ως την άμμον της γής· ώστε εάν δύναταί τις να εξαριθμήση την άμμον της γης, θέλει αριθμηθή και το σπέρμα σου.
καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται
17 Σηκωθείς διόδευσον την γην εις τε το μήκος αυτής και εις το πλάτος αυτής· διότι εις σε θέλω δώσει αυτήν.
ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος ὅτι σοὶ δώσω αὐτήν
18 Και εσήκωσε την σκηνήν αυτού ο Άβραμ, και ελθών κατώκησε πλησίον των δρυών Μαμβρή, αίτινες είναι εν Χεβρών, και ωκοδόμησεν εκεί θυσιαστήριον εις τον Κύριον.
καὶ ἀποσκηνώσας Αβραμ ἐλθὼν κατῴκησεν παρὰ τὴν δρῦν τὴν Μαμβρη ἣ ἦν ἐν Χεβρων καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον κυρίῳ

< Γένεσις 13 >