< Γένεσις 12 >

1 Ο δε Κύριος είπε προς τον Άβραμ, Έξελθε εκ της γης σου, και εκ της συγγενείας σου, και εκ του οίκου του πατρός σου, εις την γην την οποίαν θέλω σοι δείξει·
καὶ εἶπεν κύριος τῷ Αβραμ ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἣν ἄν σοι δείξω
2 και θέλω σε κάμει εις έθνος μέγα· και θέλω σε ευλογήσει, και θέλω μεγαλύνει το όνομά σου· και θέλεις είσθαι εις ευλογίαν·
καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου καὶ ἔσῃ εὐλογητός
3 και θέλω ευλογήσει τους ευλογούντάς σε, και τους καταρωμένους σε θέλω καταρασθή· και θέλουσιν ευλογηθή εν σοι πάσαι αι φυλαί της γης.
καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς
4 Και υπήγεν ο Άβραμ, καθώς είπε προς αυτόν ο Κύριος· και μετ' αυτού υπήγε και ο Λώτ· ο δε Άβραμ ήτο ηλικίας εβδομήκοντα πέντε ετών, ότε εξήλθεν από Χαρράν.
καὶ ἐπορεύθη Αβραμ καθάπερ ἐλάλησεν αὐτῷ κύριος καὶ ᾤχετο μετ’ αὐτοῦ Λωτ Αβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε ὅτε ἐξῆλθεν ἐκ Χαρραν
5 Και έλαβεν ο Άβραμ Σάραν την γυναίκα αυτού, και Λωτ τον υιόν του αδελφού αυτού, και πάντα τα υπάρχοντα αυτών όσα είχον αποκτήσει, και τους ανθρώπους τους οποίους είχον αποκτήσει εν Χαρράν, και εξήλθον διά να υπάγωσιν εις την γην Χαναάν· και ήλθον εις την γην Χαναάν.
καὶ ἔλαβεν Αβραμ τὴν Σαραν γυναῖκα αὐτοῦ καὶ τὸν Λωτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχήν ἣν ἐκτήσαντο ἐν Χαρραν καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χανααν καὶ ἦλθον εἰς γῆν Χανααν
6 Και διεπέρασεν ο Άβραμ την γην εκείνην έως του τόπου Συχέμ, έως της δρυός Μορέχ· οι δε Χαναναίοι τότε κατώκουν εν τη γη ταύτη.
καὶ διώδευσεν Αβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχεμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν
7 Και εφάνη ο Κύριος εις τον Άβραμ και είπεν, Εις το σπέρμα σου θέλω δώσει την γην ταύτην. Και ωκοδόμησεν εκεί θυσιαστήριον εις τον Κύριον, όστις εφάνη εις αυτόν.
καὶ ὤφθη κύριος τῷ Αβραμ καὶ εἶπεν αὐτῷ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην καὶ ᾠκοδόμησεν ἐκεῖ Αβραμ θυσιαστήριον κυρίῳ τῷ ὀφθέντι αὐτῷ
8 Και εκείθεν μετέβη προς το όρος, το κατά ανατολάς της Βαιθήλ, και έστησε την σκηνήν αυτού έχων την Βαιθήλ προς δυσμάς και την Γαί προς ανατολάς· και ωκοδόμησεν εκεί θυσιαστήριον εις τον Κύριον, και επεκαλέσθη το όνομα του Κυρίου.
καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ’ ἀνατολὰς Βαιθηλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ Βαιθηλ κατὰ θάλασσαν καὶ Αγγαι κατ’ ἀνατολάς καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου
9 Και μετεσκήνωσεν ο Άβραμ, οδοιπορών και προχωρών προς μεσημβρίαν.
καὶ ἀπῆρεν Αβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ
10 Έγεινε δε πείνα εν τη γη ταύτη· και κατέβη ο Άβραμ εις την Αίγυπτον διά να παροικήση εκεί· διότι η πείνα ήτο βαρεία εν τη γη.
καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς καὶ κατέβη Αβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς
11 Και ότε επλησίαζε να εισέλθη εις την Αίγυπτον, είπε προς Σάραν την γυναίκα αυτού, Ιδού, γνωρίζω ότι είσαι γυνή ευειδής·
ἐγένετο δὲ ἡνίκα ἤγγισεν Αβραμ εἰσελθεῖν εἰς Αἴγυπτον εἶπεν Αβραμ Σαρα τῇ γυναικὶ αὐτοῦ γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ
12 θέλει συμβή λοιπόν, ώστε καθώς σε ίδωσιν οι Αιγύπτιοι, θέλουσιν ειπεί, Γυνή αυτού είναι αύτη· και θέλουσι φονεύσει εμέ, σε δε θέλουσι φυλάξει ζώσαν.
ἔσται οὖν ὡς ἂν ἴδωσίν σε οἱ Αἰγύπτιοι ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ αὕτη καὶ ἀποκτενοῦσίν με σὲ δὲ περιποιήσονται
13 Ειπέ λοιπόν, ότι είσαι αδελφή μου, διά να γείνη καλόν εις εμέ εξ αιτίας σου, και να φυλαχθή η ζωή μου διά σε.
εἰπὸν οὖν ὅτι ἀδελφὴ αὐτοῦ εἰμι ὅπως ἂν εὖ μοι γένηται διὰ σέ καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ
14 Και ότε εισήλθεν ο Άβραμ εις την Αίγυπτον, είδον οι Αιγύπτιοι την γυναίκα ότι ήτο ώραία σφόδρα.
ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Αβραμ εἰς Αἴγυπτον ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα
15 Και οι άρχοντες του Φαραώ είδον αυτήν, και επήνεσαν αυτήν προς τον Φαραώ· και ελήφθη η γυνή εις την οικίαν του Φαραώ.
καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραω καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραω καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραω
16 Τον δε Άβραμ μετεχειρίσθησαν καλώς δι' αυτήν· και είχε πρόβατα και βόας και όνους και δούλους και δούλας και όνους θηλυκάς και καμήλους.
καὶ τῷ Αβραμ εὖ ἐχρήσαντο δῑ αὐτήν καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι παῖδες καὶ παιδίσκαι ἡμίονοι καὶ κάμηλοι
17 Και επέφερεν ο Κύριος επί τον Φαραώ και επί τον οίκον αυτού πληγάς μεγάλας εξ αιτίας Σάρας της γυναικός του Άβραμ.
καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραω ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σαρας τῆς γυναικὸς Αβραμ
18 Εκάλεσε δε ο Φαραώ τον Άβραμ, και είπε, Τι είναι τούτο, το οποίον έκαμες εις εμέ; διά τι δεν μ' εφανέρωσας ότι αύτη είναι γυνή σου;
καλέσας δὲ Φαραω τὸν Αβραμ εἶπεν τί τοῦτο ἐποίησάς μοι ὅτι οὐκ ἀπήγγειλάς μοι ὅτι γυνή σού ἐστιν
19 διά τι είπας, Αδελφή μου είναι αύτη; και έλαβον αυτήν εις εμαυτόν διά γυναίκα· και τώρα, ιδού η γυνή σου· λάβε αυτήν, και ύπαγε.
ἵνα τί εἶπας ὅτι ἀδελφή μού ἐστιν καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου λαβὼν ἀπότρεχε
20 Και διώρισεν ο Φαραώ ανθρώπους εις αυτόν· και συμπροέπεμψαν αυτόν, και την γυναίκα αυτού και πάντα όσα είχε.
καὶ ἐνετείλατο Φαραω ἀνδράσιν περὶ Αβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα ὅσα ἦν αὐτῷ καὶ Λωτ μετ’ αὐτοῦ

< Γένεσις 12 >