< Προς Γαλατας 3 >
1 Ω ανόητοι Γαλάται, τις σας εβάσκανεν, ώστε να μη πείθησθε εις την αλήθειαν σεις, έμπροσθεν εις τους οφθαλμούς των οποίων ο Ιησούς Χριστός, διεγράφη εσταυρωμένος μεταξύ σας;
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ᾽ ὀφθαλμοὺς Ἰησοῦς χριστὸς προεγράφη ἐσταυρωμένος;
2 Τούτο μόνον θέλω να μάθω από σάς· Εξ έργων νόμου ελάβετε το Πνεύμα, ή εξ ακοής της πίστεως;
τοῦτο μόνον θέλω μαθεῖν ἀφ᾽ ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;
3 τόσον ανόητοι είσθε; αφού ηρχίσατε με το Πνεύμα, τώρα τελειόνετε με την σάρκα;
οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
4 εις μάτην επάθετε τόσα; αν μόνον εις μάτην.
τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ.
5 Εκείνος λοιπόν όστις χορηγεί εις εσάς το Πνεύμα και ενεργεί θαύματα μεταξύ σας, εξ έργων νόμου κάμνει ταύτα ή εξ ακοής πίστεως;
Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;
6 καθώς ο Αβραάμ επίστευσεν εις τον Θεόν, και ελογίσθη εις αυτόν εις δικαιοσύνην.
καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
7 Εξεύρετε λοιπόν ότι οι όντες εκ πίστεως, ούτοι είναι υιοί του Αβραάμ.
γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως οὗτοι υἱοί εἰσιν Ἀβραάμ.
8 Προϊδούσα δε η γραφή ότι εκ πίστεως δικαιόνει τα έθνη ο Θεός, προήγγειλεν εις τον Αβραάμ ότι θέλουσιν ευλογηθή εν σοι πάντα τα έθνη.
προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
9 Ώστε οι όντες εκ πίστεως ευλογούνται μετά του πιστού Αβραάμ.
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
10 Διότι όσοι είναι εξ έργων νόμου, υπό κατάραν είναι· επειδή είναι γεγραμμένον· Επικατάρατος πας όστις δεν εμμένει εν πάσι τοις γεγραμμένοις εν τω βιβλίω του νόμου, ώστε να πράξη αυτά.
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.
11 Ότι δε ουδείς δικαιούται διά του νόμου ενώπιον του Θεού, είναι φανερόν, διότι ο δίκαιος θέλει ζήσει εκ πίστεως,
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·
12 ο δε νόμος δεν είναι εκ πίστεως· αλλ' ο άνθρωπος ο πράττων αυτά θέλει ζήσει δι' αυτών.
ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλὰ Ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.
13 Ο Χριστός εξηγόρασεν ημάς εκ της κατάρας του νόμου, γενόμενος κατάρα υπέρ ημών· διότι είναι γεγραμμένον· Επικατάρατος πας ο κρεμάμενος επί ξύλου.
χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγραπται, Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·
14 Διά να έλθη εις τα έθνη η ευλογία του Αβραάμ διά Ιησού Χριστού, ώστε να λάβωμεν την επαγγελίαν του Πνεύματος διά της πίστεως.
ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Ἰησοῦ χριστῷ ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
15 Αδελφοί, κατά άνθρωπον ομιλώ· όμως και ανθρώπου διαθήκην κεκυρωμένην ουδείς αθετεί ή προσθέτει εις αυτήν.
ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.
16 Προς δε τον Αβραάμ ελαλήθησαν αι επαγγελίαι και προς το σπέρμα αυτού· δεν λέγει, Και προς τα σπέρματα, ως περί πολλών, αλλ' ως περί ενός, Και προς το σπέρμα σου, όστις είναι ο Χριστός.
τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλὰ ὡς ἐφ᾽ ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν χριστός.
17 Τούτο δε λέγω· ότι διαθήκην προκεκυρωμένην εις τον Χριστόν υπό του Θεού ο μετά έτη τετρακόσια τριάκοντα γενόμενος νόμος δεν ακυρόνει, ώστε να καταργήση την επαγγελίαν.
τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
18 Διότι εάν η κληρονομία ήναι εκ νόμου, δεν είναι πλέον εξ επαγγελίας· αλλ' εις τον Αβραάμ δι' επαγγελίας εχάρισε ταύτην ο Θεός.
εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός·
19 Διά τι λοιπόν εδόθη ο νόμος; Εξ αιτίας των παραβάσεων προσετέθη, εωσού έλθη το σπέρμα, προς το οποίον έγεινεν η επαγγελία, διαταχθείς δι' αγγέλων διά χειρός μεσίτου·
τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾽ ἀγγέλων ἐν χειρὶ μεσίτου.
20 ο δε μεσίτης δεν είναι ενός, ο Θεός όμως είναι εις.
ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστίν.
21 Ο νόμος λοιπόν εναντίος των επαγγελιών του Θεού είναι; Μη γένοιτο. Διότι εάν ήθελε δοθή νόμος δυνάμενος να ζωοποιήση, η δικαιοσύνη ήθελεν είσθαι τωόντι εκ του νόμου·
ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη·
22 η γραφή όμως συνέκλεισε τα πάντα υπό την αμαρτίαν, διά να δοθή η επαγγελία εκ πίστεως Ιησού Χριστού εις τους πιστεύοντας.
ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
23 Πριν δε έλθη η πίστις, εφρουρούμεθα υπό τον νόμον συγκεκλεισμένοι εις την πίστιν, ήτις έμελλε να αποκαλυφθή.
πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι.
24 Ώστε ο νόμος έγεινε παιδαγωγός ημών εις τον Χριστόν, διά να δικαιωθώμεν εκ πίστεως.
ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
25 αφού όμως ήλθεν η πίστις, δεν είμεθα πλέον υπό παιδαγωγόν.
ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
26 Διότι πάντες είσθε υιοί Θεού διά της πίστεως της εν Χριστώ Ιησού·
πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν χριστῷ Ἰησοῦ·
27 επειδή όσοι εβαπτίσθητε εις Χριστόν, Χριστόν ενεδύθητε.
ὅσοι γὰρ εἰς χριστὸν ἐβαπτίσθητε, χριστὸν ἐνεδύσασθε.
28 Δεν είναι πλέον Ιουδαίος ουδέ Έλλην, δεν είναι δούλος ουδέ ελεύθερος, δεν είναι άρσεν και θήλυ· διότι πάντες σεις είσθε εις εν Χριστώ Ιησού·
οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· ἅπαντες γὰρ ὑμεῖς εἷς ἐστὲ ἐν χριστῷ Ἰησοῦ.
29 εάν δε ήσθε του Χριστού, άρα είσθε σπέρμα του Αβραάμ και κατά την επαγγελίαν κληρονόμοι.
εἰ δὲ ὑμεῖς χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ᾽ ἐπαγγελίαν κληρονόμοι.