< Προς Γαλατας 2 >
1 Έπειτα μετά δεκατέσσαρα έτη πάλιν ανέβην εις Ιεροσόλυμα μετά του Βαρνάβα, συμπαραλαβών και τον Τίτον·
Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα συνπαραλαβὼν καὶ Τίτον·
2 ανέβην δε κατά αποκάλυψιν· και παρέστησα προς αυτούς το ευαγγέλιον, το οποίον κηρύττω μεταξύ των εθνών, κατ' ιδίαν δε προς τους επισημοτέρους, μήπως τρέχω ή έτρεξα εις μάτην.
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
3 Αλλ' ουδέ ο Τίτος ο μετ' εμού, Έλλην ων, ηναγκάσθη να περιτμηθή,
ἀλλ’ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·
4 αλλά διά τους παρεισάκτους ψευδαδέλφους, οίτινες παρεισήλθον διά να κατασκοπεύσωσι την ελευθερίαν ημών, την οποίαν έχομεν εν Χριστώ Ιησού, διά να μας καταδουλώσωσιν·
διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν·
5 εις τους οποίους ουδέ προς ώραν υπεχωρήσαμεν υποτασσόμενοι, διά να διαμείνη εις εσάς η αλήθεια του ευαγγελίου.
οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
6 Περί δε των νομιζομένων ότι είναι τι, οποίοι ποτέ και αν ήσαν, ουδόλως φροντίζω· ο Θεός δεν βλέπει εις πρόσωπον ανθρώπου· διότι εις εμέ οι επισημότεροι δεν προσέθεσαν ουδέν περισσότερον,
ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι, —ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον ὁ Θεὸς ἀνθρώπου οὐ λαμβάνει— ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
7 αλλά το εναντίον, αφού είδον ότι ενεπιστεύθην να κηρύττω το ευαγγέλιον προς τους απεριτμήτους καθώς ο Πέτρος προς τους περιτετμημένους·
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς,
8 διότι ο ενεργήσας εις τον Πέτρον, ώστε να αποσταλή προς τους περιτετμημένους, ενήργησε και εις εμέ, προς τους εθνικούς·
ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,
9 και αφού εγνώρισαν την χάριν την δοθείσαν εις εμέ Ιάκωβος και Κηφάς και Ιωάννης, οι θεωρούμενοι ότι είναι στύλοι, δεξιάς έδωκαν κοινωνίας εις εμέ και εις τον Βαρνάβαν, διά να υπάγωμεν ημείς μεν εις τα έθνη, αυτοί δε εις τους περιτετμημένους·
καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάνης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
10 μόνον μας παρήγγειλαν να ενθυμώμεθα τους πτωχούς, το οποίον και εσπούδασα αυτό τούτο να κάμω.
μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
11 Ότε δε ήλθεν ο Πέτρος εις την Αντιόχειαν, ηναντιώθην εις αυτόν κατά πρόσωπον, διότι ήτο αξιόμεμπτος.
Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
12 Επειδή πριν έλθωσί τινές από του Ιακώβου, συνέτρωγε με τους εθνικούς· ότε δε ήλθον, συνεστέλλετο και απεχώριζεν εαυτόν, φοβούμενος τους εκ περιτομής.
πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.
13 Και μετ' αυτού συνυπεκρίθησαν και οι λοιποί Ιουδαίοι, ώστε και ο Βαρνάβας συμπαρεσύρθη εις την υπόκρισιν αυτών.
καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
14 Αλλ' ότε εγώ είδον ότι δεν ορθοποδούσι προς την αλήθειαν του ευαγγελίου, είπον προς τον Πέτρον έμπροσθεν πάντων· Εάν συ Ιουδαίος ων ζης εθνικώς και ουχί Ιουδαϊκώς, διά τι αναγκάζεις τους εθνικούς να ιουδαΐζωσιν;
ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν;
15 Ημείς εκ γεννήσεως Ιουδαίοι όντες και ουχί εκ των εθνών αμαρτωλοί,
Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
16 εξεύροντες ότι δεν δικαιούται άνθρωπος εξ έργων νόμου ειμή διά πίστεως Ιησού Χριστού, και ημείς επιστεύσαμεν εις τον Ιησούν Χριστόν, διά να δικαιωθώμεν εκ πίστεως Χριστού και ουχί εξ έργων νόμου, διότι δεν θέλει δικαιωθή εξ έργων νόμου ουδείς άνθρωπος.
εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Χριστοῦ Ἰησοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.
17 Αλλ' εάν ζητούντες να δικαιωθώμεν εις τον Χριστόν ευρέθημεν και ημείς αμαρτωλοί, άρα ο Χριστός αμαρτίας είναι διάκονος; Μη γένοιτο.
εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
18 Διότι εάν όσα κατέστρεψα ταύτα πάλιν οικοδομώ, παραβάτην δεικνύω εμαυτόν.
εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω.
19 Διότι εγώ διά του νόμου απέθανον εις τον νόμον, διά να ζήσω εις τον Θεόν.
ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα Θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι·
20 Μετά του Χριστού συνεσταυρώθην· ζω δε ουχί πλέον εγώ, αλλ' ο Χριστός ζη εν εμοί· καθ' ο δε τώρα ζω εν σαρκί, ζω εν τη πίστει του Υιού του Θεού, όστις με ηγάπησε και παρέδωκεν εαυτόν υπέρ εμού.
ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
21 Δεν αθετώ την χάριν του Θεού· διότι αν η δικαίωσις γίνηται διά του νόμου, άρα ο Χριστός εις μάτην απέθανε.
Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.