< Ἰεζεκιήλ 5 >
1 Και συ, υιέ ανθρώπου, λάβε εις σεαυτόν μάχαιραν κοπτεράν· θέλεις λάβει εις σεαυτόν ξυράφιον κουρέως και θέλεις περάσει αυτό επί την κεφαλήν σου και επί τον πώγωνά σου. Λάβε έπειτα εις σεαυτόν πλάστιγγας ζυγίων και διαίρεσον αυτά.
καὶ σύ υἱὲ ἀνθρώπου λαβὲ σεαυτῷ ῥομφαίαν ὀξεῖαν ὑπὲρ ξυρὸν κουρέως κτήσῃ αὐτὴν σεαυτῷ καὶ ἐπάξεις αὐτὴν ἐπὶ τὴν κεφαλήν σου καὶ ἐπὶ τὸν πώγωνά σου καὶ λήμψῃ ζυγὸν σταθμίων καὶ διαστήσεις αὐτούς
2 Το τρίτον θέλεις καύσει εν πυρί εν τω μέσω της πόλεως, ενώ αι ημέραι της πολιορκίας συμπληρούνται· και το τρίτον θέλεις λάβει και κατακόψει κύκλω αυτής εν μαχαίρα· και το τρίτον θέλεις διασκορπίσει εις τον αέρα· και εγώ θέλω γυμνώσει μάχαιραν όπισθεν αυτών.
τὸ τέταρτον ἐν πυρὶ ἀνακαύσεις ἐν μέσῃ τῇ πόλει κατὰ τὴν πλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ καὶ λήμψῃ τὸ τέταρτον καὶ κατακαύσεις αὐτὸ ἐν μέσῳ αὐτῆς καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς καὶ τὸ τέταρτον διασκορπίσεις τῷ πνεύματι καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν
3 Και εκ τούτων θέλεις λάβει έτι ολίγας τινάς και δέσει αυτάς εις τα κράσπεδά σου.
καὶ λήμψῃ ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ καὶ συμπεριλήμψῃ αὐτοὺς τῇ ἀναβολῇ σου
4 Έπειτα λάβε έτι εκ τούτων και ρίψον αυτάς εις το μέσον του πυρός και κατάκαυσον αυτάς εν πυρί· εντεύθεν θέλει εξέλθει πυρ εις πάντα τον οίκον Ισραήλ.
καὶ ἐκ τούτων λήμψῃ ἔτι καὶ ῥίψεις αὐτοὺς εἰς μέσον τοῦ πυρὸς καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί ἐξ αὐτῆς ἐξελεύσεται πῦρ καὶ ἐρεῖς παντὶ οἴκῳ Ισραηλ
5 Ούτω λέγει Κύριος ο Θεός· Αύτη είναι η Ιερουσαλήμ· εγώ έθεσα αυτήν εν μέσω των εθνών και των πέριξ αυτής τόπων.
τάδε λέγει κύριος αὕτη ἡ Ιερουσαλημ ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν καὶ τὰς κύκλῳ αὐτῆς χώρας
6 Αλλ' αυτή μετήλλαξε τας κρίσεις μου εις ανομίαν χειρότερα παρά τα έθνη, και τα διατάγματά μου χειρότερα παρά τους τόπους τους πέριξ αυτής· διότι απέρριψαν τας κρίσεις μου και τα διατάγματά μου· δεν περιεπάτησαν εν αυτοίς.
καὶ ἐρεῖς τὰ δικαιώματά μου τῇ ἀνόμῳ ἐκ τῶν ἐθνῶν καὶ τὰ νόμιμά μου ἐκ τῶν χωρῶν τῶν κύκλῳ αὐτῆς διότι τὰ δικαιώματά μου ἀπώσαντο καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς
7 Όθεν ούτω λέγει Κύριος ο Θεός· Επειδή σεις υπερέβητε τα έθνη τα πέριξ υμών και δεν περιεπατήσατε εν τοις διατάγμασί μου και τας κρίσεις μου δεν εξετελέσατε αλλ' ουδέ κατά τας κρίσεις των εθνών των πέριξ υμών επράξατε,
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ’ ὧν ἡ ἀφορμὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε ἀλλ’ οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐ πεποιήκατε
8 Διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ιδού, και εγώ είμαι εναντίον σου και θέλω εκτελέσει κρίσεις εν μέσω σου ενώπιον των εθνών.
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ποιήσω ἐν μέσῳ σου κρίμα ἐνώπιον τῶν ἐθνῶν
9 Και θέλω κάμει εις σε εκείνο το οποίον δεν έκαμον, ουδέ θέλω κάμει ποτέ όμοιον τούτου, διά πάντα τα βδελύγματά σου.
καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ ἃ οὐ ποιήσω ὅμοια αὐτοῖς ἔτι κατὰ πάντα τὰ βδελύγματά σου
10 Διά τούτο οι πατέρες θέλουσι φάγει τα τέκνα αυτών εν μέσω σου και τα τέκνα θέλουσι φάγει τους πατέρας αυτών· και θέλω εκτελέσει κρίσεις εις σέ· άπαν δε το υπόλοιπόν σου θέλω διασκορπίσει εις πάντα άνεμον.
διὰ τοῦτο πατέρες φάγονται τέκνα ἐν μέσῳ σου καὶ τέκνα φάγονται πατέρας καὶ ποιήσω ἐν σοὶ κρίματα καὶ διασκορπιῶ πάντας τοὺς καταλοίπους σου εἰς πάντα ἄνεμον
11 Διά τούτο, ζω εγώ, λέγει Κύριος ο Θεός, εξάπαντος, επειδή συ εμίανας τα άγιά μου με πάσας τας μιαράς πράξεις σου και με πάντα τα βδελύγματά σου, και εγώ λοιπόν θέλω σε συντρίψει· και ο οφθαλμός μου δεν θέλει φεισθή, και εγώ δεν θέλω σε ελεήσει.
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος εἰ μὴ ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσιν τοῖς βδελύγμασίν σου κἀγὼ ἀπώσομαί σε οὐ φείσεταί μου ὁ ὀφθαλμός κἀγὼ οὐκ ἐλεήσω
12 Το τρίτον σου θέλουσιν αποθάνει υπό λοιμού και θέλουσιν αναλωθή εν μέσω σου υπό πείνης· και το τρίτον θέλουσι πέσει κύκλω σου υπό ρομφαίας· το δε άλλο τρίτον θέλω διασκορπίσει εις πάντα άνεμον και θέλω γυμνώσει μάχαιραν όπισθεν αυτών.
τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλωθήσεται καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθήσεται ἐν μέσῳ σου καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον σκορπιῶ αὐτούς καὶ τὸ τέταρτόν σου ἐν ῥομφαίᾳ πεσοῦνται κύκλῳ σου καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν
13 Και θέλει συντελεσθή ο θυμός μου και θέλω αναπαύσει την οργήν μου επ' αυτούς και θέλω ευχαριστηθή· και θέλουσι γνωρίσει ότι εγώ ο Κύριος ελάλησα εν τω ζήλω μου, όταν συντελέσω κατ' αυτών την οργήν μου.
καὶ συντελεσθήσεται ὁ θυμός μου καὶ ἡ ὀργή μου ἐπ’ αὐτούς καὶ ἐπιγνώσῃ διότι ἐγὼ κύριος λελάληκα ἐν ζήλῳ μου ἐν τῷ συντελέσαι με τὴν ὀργήν μου ἐπ’ αὐτούς
14 Και θέλω σε καταστήσει έρημον και όνειδος μεταξύ των εθνών των κύκλω σου, ενώπιον παντός διαβαίνοντος.
καὶ θήσομαί σε εἰς ἔρημον καὶ τὰς θυγατέρας σου κύκλῳ σου ἐνώπιον παντὸς διοδεύοντος
15 Και θέλεις είσθαι όνειδος και παίγνιον, διδασκαλία και θάμβος, εις τα έθνη τα κύκλω σου, όταν εκτελέσω κρίσεις εις σε εν θυμώ και εν οργή και μετ' επιτιμήσεων οργής· εγώ ο Κύριος ελάλησα.
καὶ ἔσῃ στενακτὴ καὶ δηλαϊστὴ ἐν τοῖς ἔθνεσιν τοῖς κύκλῳ σου ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα ἐν ἐκδικήσει θυμοῦ μου ἐγὼ κύριος λελάληκα
16 Όταν εξαποστείλω επ' αυτούς τα κακά βέλη της πείνης τα εξολοθρευτικά, τα οποία θέλω εξαποστείλει διά να σας εξολοθρεύσω, θέλω επαυξήσει έτι την πείναν εις εσάς και θέλω συντρίψει εις εσάς το υποστήριγμα του άρτου.
ἐν τῷ ἐξαποστεῖλαί με τὰς βολίδας μου τοῦ λιμοῦ ἐπ’ αὐτοὺς καὶ ἔσονται εἰς ἔκλειψιν καὶ συντρίψω στήριγμα ἄρτου σου
17 Και θέλω εξαποστείλει εφ' υμάς πείναν και θηρία κακά και θέλουσι σε ορφανίσει, και λοιμός και αίμα θέλουσι περάσει διά σου, και θέλω φέρει ρομφαίαν επί σέ· εγώ ο Κύριος ελάλησα.
καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα