< Ἰεζεκιήλ 43 >

1 Και με έφερεν εις την πύλην, την πύλην την βλέπουσαν κατά ανατολάς.
καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με
2 Και ιδού, η δόξα του Θεού του Ισραήλ ήρχετο από της οδού της ανατολής· και η φωνή αυτού ως φωνή υδάτων πολλών· και η γη έλαμπεν από της δόξης αυτού.
καὶ ἰδοὺ δόξα θεοῦ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν
3 Και η θέα την οποίαν είδον ήτο κατά την θέαν, κατά την θέαν την οποίαν είδον, ότε ήλθον να χαλάσω την πόλιν· και αι θέαι ήσαν κατά την θέαν, την οποίαν είδον παρά τον ποταμόν Χεβάρ· και έπεσον επί πρόσωπόν μου.
καὶ ἡ ὅρασις ἣν εἶδον κατὰ τὴν ὅρασιν ἣν εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν καὶ ἡ ὅρασις τοῦ ἅρματος οὗ εἶδον κατὰ τὴν ὅρασιν ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
4 Και η δόξα του Κυρίου εισήλθεν εις τον οίκον διά της οδού της πύλης της βλεπούσης κατά ανατολάς.
καὶ δόξα κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς
5 Και με εσήκωσε το πνεύμα και με έφερεν εις την αυλήν την εσωτέραν· και ιδού, ο οίκος ήτο πλήρης της δόξης του Κυρίου.
καὶ ἀνέλαβέν με πνεῦμα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἶκος
6 Και ήκουσα φωνήν λαλούντος προς εμέ εκ του οίκου· και ο άνθρωπος ίστατο πλησίον μου.
καὶ ἔστην καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου
7 Και είπε προς εμέ, Υιέ ανθρώπου, τον τόπον του θρόνου μου και τον τόπον του ίχνους των ποδών μου, όπου θέλω κατοικεί εν μέσω των υιών Ισραήλ εις τον αιώνα, και το όνομά μου το άγιον, δεν θέλει πλέον βεβηλώσει ο οίκος Ισραήλ, ούτε αυτοί ούτε οι βασιλείς αυτών, με τας πορνείας αυτών ουδέ με τα πτώματα των βασιλέων αυτών ουδέ με τους υψηλούς αυτών τόπους.
καὶ εἶπεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον τοῦ θρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ισραηλ τὸν αἰῶνα καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν
8 Θέτοντες τα κατώφλια αυτών πλησίον των κατωφλίων μου και τους παραστάτας αυτών πλησίον των παραστατών μου, ώστε δεν ήτο παρά ο τοίχος μεταξύ εμού και αυτών, εβεβήλουν ούτω το όνομά μου το άγιον με τα βδελύγματα αυτών, τα οποία έπραττον· διά τούτο ηνάλωσα αυτούς εν τω θυμώ μου.
ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν αἷς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου καὶ ἐν φόνῳ
9 Τώρα ας απομακρύνωσιν απ' εμού τας πορνείας αυτών και τα πτώματα των βασιλέων αυτών, και θέλω κατοικεί εν μέσω αυτών εις τον αιώνα.
καὶ νῦν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς φόνους τῶν ἡγουμένων αὐτῶν ἀπ’ ἐμοῦ καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα
10 Συ, υιέ ανθρώπου, δείξον τον οίκον τούτον εις τον οίκον Ισραήλ, διά να εντραπώσι διά τας ανομίας αυτών· και ας μετρήσωσι το σχέδιον.
καὶ σύ υἱὲ ἀνθρώπου δεῖξον τῷ οἴκῳ Ισραηλ τὸν οἶκον καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ
11 Και εάν εντραπώσι διά πάντα όσα έπραξαν, δείξον εις αυτούς την μορφήν του οίκου και την διάταξιν αυτού και τας εξόδους αυτού και τας εισόδους αυτού και πάσαν την μορφήν αυτού και πάσας τας διατάξεις αυτού και πάσαν την μορφήν αυτού και πάντα τον νόμον αυτού, και διάγραψον αυτόν ενώπιον αυτών, διά να φυλάξωσιν όλην την μορφήν αυτού και πάσας τας διατάξεις αυτού και να εκτελώσιν αυτάς.
καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων ὧν ἐποίησαν καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ καὶ πάντα τὰ προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά
12 Ούτος είναι ο νόμος του οίκου· επί της κορυφής του όρους, όλον το όριον αυτού κύκλω κύκλω θέλει είσθαι αγιώτατον. Ιδού, ούτος είναι ο νόμος του οίκου.
καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων
13 Και ταύτα είναι τα μέτρα του θυσιαστηρίου εις πήχας· η πήχη είναι μία πήχη κοινή και παλάμη· το μεν κοίλωμα αυτού θέλει είσθαι μία πήχη και το πλάτος μία πήχη, το δε γείσωμα αυτού εις τα χείλη αυτού κύκλω μία σπιθαμή· και τούτο θέλει είσθαι το ανώτερον μέρος του θυσιαστηρίου.
καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεος καὶ παλαιστῆς κόλπωμα βάθος ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν σπιθαμῆς καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου
14 Από δε του κοιλώματος του προς την γην έως της κατωτέρας οφρύος θέλει είσθαι δύο πήχαι και το πλάτος μία πήχη· και από της οφρύος της μικροτέρας έως της οφρύος της μεγαλητέρας, τέσσαρες πήχαι, και το πλάτος μία πήχη.
ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεος καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς
15 Και το θυσιαστήριον θέλει είσθαι τεσσάρων πηχών το ύψος· από δε του θυσιαστηρίου και επάνω θέλουσιν είσθαι τέσσαρα κέρατα.
καὶ τὸ αριηλ πηχῶν τεσσάρων καὶ ἀπὸ τοῦ αριηλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς
16 Και το θυσιαστήριον θέλει είσθαι δώδεκα πηχών το μήκος και δώδεκα το πλάτος, τετράγωνον εις τας τέσσαρας πλευράς αυτού.
καὶ τὸ αριηλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ
17 Και η οφρύς θέλει είσθαι δεκατεσσάρων πηχών το μήκος και δεκατεσσάρων το πλάτος εις τας τέσσαρας πλευράς αυτής· και το γείσωμα κύκλω αυτής μισή πήχη· και το κοίλωμα αυτής κύκλω μία πήχη· και αι βαθμίδες αυτής θέλουσι βλέπει προς ανατολάς.
καὶ τὸ ἱλαστῆριον πηχῶν δέκα τεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δέκα τέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ ἥμισυ πήχεος καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατ’ ἀνατολάς
18 Και είπε προς εμέ, Υιέ ανθρώπου, ούτω λέγει Κύριος ο Θεός· Αύται είναι αι διατάξεις του θυσιαστηρίου καθ' ην ημέραν κατασκευάσωσιν αυτό, διά να προσφέρωσιν επ' αυτού ολοκαύτωμα και να ραντίζωσιν επ' αυτό αίμα.
καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναφέρειν ἐπ’ αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα
19 Και θέλεις δώσει εις τους ιερείς τους Λευΐτας, τους όντας εκ του σπέρματος Σαδώκ, τους πλησιάζοντάς με διά να λειτουργώσιν εις εμέ, λέγει Κύριος ο Θεός, μόσχον βοός διά προσφοράν περί αμαρτίας.
καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδουκ τοῖς ἐγγίζουσι πρός με λέγει κύριος ὁ θεός τοῦ λειτουργεῖν μοι μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας
20 Και θέλεις λάβει από του αίματος αυτού και βάλει επί τα τέσσαρα κέρατα αυτού και επί τας τέσσαρας γωνίας της οφρύος και επί το γείσωμα κύκλω· και θέλεις καθαρίσει αυτό και κάμει εξιλέωσιν περί αυτού.
καὶ λήμψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό
21 Και θέλεις λάβει τον μόσχον τον διά προσφοράν περί αμαρτίας, και θέλουσι καύσει αυτόν εν τω διωρισμένω τόπω του οίκου έξω του αγιαστηρίου.
καὶ λήμψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας καὶ κατακαυθήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωθεν τῶν ἁγίων
22 Και την δευτέραν ημέραν θέλεις προσφέρει τράγον εξ αιγών άμωμον διά προσφοράν περί αμαρτίας· και θέλουσι καθαρίσει το θυσιαστήριον, ως εκαθάρισαν διά του μόσχου.
καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήμψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ
23 Αφού τελειώσης καθαρίζων αυτό, θέλεις προσφέρει μόσχον βοός άμωμον και κριόν εκ του ποιμνίου άμωμον.
καὶ μετὰ τὸ συντελέσαι σε τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον
24 Και θέλεις προσφέρει αυτά ενώπιον του Κυρίου, και οι ιερείς θέλουσι ρίψει όλας επ' αυτά και θέλουσιν ολοκαυτώσει αυτά ολοκαύτωμα εις τον Κύριον.
καὶ προσοίσετε ἐναντίον κυρίου καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ’ αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ κυρίῳ
25 Επτά ημέρας θέλεις ετοιμάζει καθ' εκάστην τράγον διά προσφοράν περί αμαρτίας· και θέλουσιν ετοιμάζει μόσχον βοός και κριόν εκ του ποιμνίου, αμώμους.
ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ’ ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων ἄμωμα ποιήσουσιν
26 Επτά ημέρας θέλουσι κάμνει εξιλέωσιν περί του θυσιαστηρίου και καθαρίζει αυτό· και αυτοί θέλουσι καθιερωθή.
ἑπτὰ ἡμέρας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριοῦσιν αὐτὸ καὶ πλήσουσιν χεῖρας αὐτῶν
27 Και αφού συμπληρωθώσιν αι ημέραι, από της ογδόης ημέρας και εφεξής θέλουσι προσφέρει οι ιερείς τα ολοκαυτώματά σας επί του θυσιαστηρίου και τας ειρηνικάς προσφοράς σας· και εγώ θέλω σας δεχθή, λέγει Κύριος ο Θεός.
καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγει κύριος

< Ἰεζεκιήλ 43 >