< Ἰεζεκιήλ 38 >

1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, στήριξον το πρόσωπόν σου επί Γωγ, την γην του Μαγώγ, του ηγεμόνος της Ρως, Μεσέχ και Θουβάλ, και προφήτευσον κατ' αυτού,
υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γῆν τοῦ Μαγωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ καὶ προφήτευσον ἐπ’ αὐτὸν
3 και ειπέ, Ούτω λέγει Κύριος ο Θεός· Ιδού, εγώ είμαι εναντίον σου, Γωγ, ηγεμών της Ρως, Μεσέχ και Θουβάλ·
καὶ εἰπὸν αὐτῷ τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ
4 και θέλω σε περιστρέψει και βάλει άγκιστρα εις τας σιαγόνας σου, και θέλω εκβάλει σε και πάσαν την δύναμίν σου, ίππους και ιππέας, πάντας τούτους εντελώς ώπλισμένους, μέγα άθροισμα μετά θυρεών και ασπίδων, πάντας τούτους μεταχειριζομένους μαχαίρας.
καὶ συνάξω σε καὶ πᾶσαν τὴν δύναμίν σου ἵππους καὶ ἱππεῖς ἐνδεδυμένους θώρακας πάντας συναγωγὴ πολλή πέλται καὶ περικεφαλαῖαι καὶ μάχαιραι
5 Πέρσας, Αιθίοπας και Λίβυας μετ' αυτών· πάντας τούτους μετ' ασπίδων και περικεφαλαιών·
Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες πάντες περικεφαλαίαις καὶ πέλταις
6 τον Γομέρ και πάντα τα τάγματα αυτού, τον οίκον Θωγαρμά από των εσχάτων του βορρά και πάντα τα τάγματα αυτού και πολλούς λαούς μετά σου.
Γομερ καὶ πάντες οἱ περὶ αὐτόν οἶκος τοῦ Θεργαμα ἀπ’ ἐσχάτου βορρᾶ καὶ πάντες οἱ περὶ αὐτόν καὶ ἔθνη πολλὰ μετὰ σοῦ
7 Ετοιμάσθητι και ετοίμασον σεαυτόν, συ και παν το άθροισμά σου το συναθροισθέν εις σε, και έσο φύλαξ εις αυτούς·
ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πᾶσα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σοῦ καὶ ἔσῃ μοι εἰς προφυλακήν
8 μετά πολλάς ημέρας θέλει γείνει επίσκεψις εις σέ· εν τοις εσχάτοις χρόνοις θέλεις ελθεί εις την γην, ήτις ηλευθερώθη εκ της μαχαίρας και συνήχθη εκ πολλών λαών εναντίον των ορέων του Ισραήλ, τα οποία κατεστάθησαν έρημα διαπαντός· αυτός όμως μετεφέρθη εκ μέσου των λαών, και θέλουσι κατοικήσει πάντες ασφαλώς.
ἀφ’ ἡμερῶν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ’ ἐσχάτου ἐτῶν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας συνηγμένων ἀπὸ ἐθνῶν πολλῶν ἐπὶ γῆν Ισραηλ ἣ ἐγενήθη ἔρημος δῑ ὅλου καὶ οὗτος ἐξ ἐθνῶν ἐξελήλυθεν καὶ κατοικήσουσιν ἐπ’ εἰρήνης ἅπαντες
9 Και θέλεις αναβή και ελθεί ως ανεμοζάλη· θέλεις είσθαι ως νέφος, διά να σκεπάσης την γην, συ και πάντα τα τάγματά σου και πολύς λαός μετά σου.
καὶ ἀναβήσῃ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γῆν καὶ ἔσῃ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σοῦ
10 Ούτω λέγει Κύριος ο Θεός· Και εν εκείνη τη ημέρα θέλουσιν αναβή πράγματα επί την καρδίαν σου και θέλεις βουλευθή βουλάς πονηράς·
τάδε λέγει κύριος κύριος καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου καὶ λογιῇ λογισμοὺς πονηροὺς
11 και θέλεις ειπεί, Θέλω αναβή εις γην πόλεων ατειχίστων· θέλω ελθεί προς ησυχάζοντας, κατοικούντας εν ασφαλεία, πάντας τούτους κατοικούντας πόλεις ατειχίστους και μη εχούσας μοχλούς και πύλας·
καὶ ἐρεῖς ἀναβήσομαι ἐπὶ γῆν ἀπερριμμένην ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχίᾳ καὶ οἰκοῦντας ἐπ’ εἰρήνης πάντας κατοικοῦντας γῆν ἐν ᾗ οὐχ ὑπάρχει τεῖχος οὐδὲ μοχλοί καὶ θύραι οὐκ εἰσὶν αὐτοῖς
12 διά να λεηλατήσης λεηλασίαν και να λαφυραγωγήσης λάφυρον, διά να επαναστρέψης την χείρα σου επί ερημώσεις κατοικισθείσας και επί λαόν συνηγμένον εκ των εθνών αποκτήσαντα κτήνη και αγαθά, κατοικούντα εν μέσω της γης.
προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη καὶ ἐπ’ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς
13 Σεβά και Δαιδάν και οι έμποροι της Θαρσείς, μετά πάντων των σκύμνων αυτής, θέλουσιν ειπεί προς σε, Ηλθες να λεηλατήσης λεηλασίαν; συνήθροισας το πλήθός σου διά να λαφυραγωγήσης λάφυρον; διά να αρπάσης αργύριον και χρυσίον, διά να λάβης κτήνη και αγαθά, διά να κάμης λείαν μεγάλην;
Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα
14 Διά τούτο, υιέ ανθρώπου, προφήτευσον και ειπέ προς τον Γωγ, Ούτω λέγει Κύριος ο Θεός· Εν εκείνη τη ημέρα, ότε ο λαός μου Ισραήλ θέλει κατοικεί εν ασφαλεία, συ δεν θέλεις μάθει τούτο;
διὰ τοῦτο προφήτευσον υἱὲ ἀνθρώπου καὶ εἰπὸν τῷ Γωγ τάδε λέγει κύριος οὐκ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῷ κατοικισθῆναι τὸν λαόν μου Ισραηλ ἐπ’ εἰρήνης ἐγερθήσῃ
15 Και θέλεις ελθεί εκ του τόπου σου, εκ των εσχάτων του βορρά, συ και πολλοί λαοί μετά σου, άπαντες αναβάται ίππων, πλήθος μέγα και δύναμις πολλή·
καὶ ἥξεις ἐκ τοῦ τόπου σου ἀπ’ ἐσχάτου βορρᾶ καὶ ἔθνη πολλὰ μετὰ σοῦ ἀναβάται ἵππων πάντες συναγωγὴ μεγάλη καὶ δύναμις πολλή
16 και θέλεις αναβή εναντίον του λαού μου Ισραήλ ως νέφος, διά να σκεπάσης την γήν· τούτο θέλει είσθαι εν ταις εσχάταις ημέραις· και θέλω σε φέρει εναντίον της γης μου, διά να με γνωρίσωσι τα έθνη, όταν αγιασθώ εν σοι, Γωγ, ενώπιον αυτών.
καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν
17 Ούτω λέγει Κύριος ο Θεός· Συ είσαι εκείνος, περί του οποίου ελάλησα εν ταις αρχαίαις ημέραις, διά των δούλων μου των προφητών του Ισραήλ, οίτινες προεφήτευσαν εν εκείναις ταις ημέραις διά πολλών ετών, ότι έμελλον να σε φέρω εναντίον αυτών;
τάδε λέγει κύριος κύριος τῷ Γωγ σὺ εἶ περὶ οὗ ἐλάλησα πρὸ ἡμερῶν τῶν ἔμπροσθεν διὰ χειρὸς τῶν δούλων μου προφητῶν τοῦ Ισραηλ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἔτεσιν τοῦ ἀγαγεῖν σε ἐπ’ αὐτούς
18 Αλλ' εν εκείνη τη ημέρα, εν τη ημέρα καθ' ην ο Γωγ έλθη εναντίον της γης Ισραήλ, η οργή μου θέλει αναβή επί το πρόσωπόν μου, λέγει Κύριος ο Θεός.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου
19 Διότι εν τω ζήλω μου, εν τω πυρί της οργής μου ελάλησα, Εξάπαντος εν τη ημέρα εκείνη θέλει είσθαι σεισμός μέγας εν γη Ισραήλ·
καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ
20 και οι ιχθύες της θαλάσσης και τα πετεινά του ουρανού και τα θηρία του αγρού και πάντα τα ερπετά τα έρποντα επί της γης και πάντες οι άνθρωποι οι επί του προσώπου της γης θέλουσι σεισθή από της παρουσίας μου· και τα όρη θέλουσιν ανατραπή και οι πύργοι θέλουσι πέσει και παν τείχος θέλει κατεδαφισθή.
καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ θηρία τοῦ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τῆς γῆς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τῆς γῆς καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσοῦνται αἱ φάραγγες καὶ πᾶν τεῖχος ἐπὶ τὴν γῆν πεσεῖται
21 Και θέλω καλέσει εναντίον αυτού μάχαιραν κατά πάντα τα όρη μου, λέγει Κύριος ο Θεός· η μάχαιρα εκάστου ανθρώπου θέλει είσθαι κατά του αδελφού αυτού.
καὶ καλέσω ἐπ’ αὐτὸν πᾶν φόβον λέγει κύριος μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται
22 Και θέλω ελθεί εις κρίσιν εναντίον αυτού εν λοιμώ και εν αίματι· και θέλω βρέξει επ' αυτόν και επί τα τάγματα αυτού και επί τον πολύν λαόν τον μετ' αυτού βροχήν κατακλυσμού και λίθους χαλάζης, πυρ και θείον.
καὶ κρινῶ αὐτὸν θανάτῳ καὶ αἵματι καὶ ὑετῷ κατακλύζοντι καὶ λίθοις χαλάζης καὶ πῦρ καὶ θεῖον βρέξω ἐπ’ αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ’ αὐτοῦ καὶ ἐπ’ ἔθνη πολλὰ μετ’ αὐτοῦ
23 Και θέλω μεγαλυνθή και αγιασθή, και θέλω γνωρισθή ενώπιον πολλών εθνών και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνῶν πολλῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος

< Ἰεζεκιήλ 38 >