< Ἰεζεκιήλ 35 >
1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, στήριξον το πρόσωπόν σου επί το όρος Σηείρ και προφήτευσον επ' αυτό·
υἱὲ ἀνθρώπου ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ’ ὄρος Σηιρ καὶ προφήτευσον ἐπ’ αὐτὸ
3 και ειπέ προς αυτό, Ούτω λέγει Κύριος ο Θεός· Ιδού, όρος Σηείρ, εγώ είμαι εναντίον σου· και θέλω εκτείνει την χείρα μου κατά σου, και θέλω σε παραδώσει εις όλεθρον και ερήμωσιν.
καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ ὄρος Σηιρ καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον καὶ ἐρημωθήσῃ
4 Θέλω αφανίσει τας πόλεις σου και συ θέλεις είσθαι ερήμωσις, και θέλεις γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω καὶ σὺ ἔρημος ἔσῃ καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος
5 Επειδή εφύλαξας παλαιόν μίσος και παρέδωκας τους υιούς Ισραήλ εις χείρα ρομφαίας εν τω καιρώ της θλίψεως αυτών, ότε η ανομία αυτών έφθασεν εις το άκρον,
ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ’ ἐσχάτῳ
6 διά τούτο, ζω εγώ, λέγει Κύριος ο Θεός, θέλω σε παραδώσει εις αίμα και αίμα θέλει σε καταδιώκει· επειδή δεν εμίσησας το αίμα, αίμα λοιπόν θέλει σε καταδιώκει·
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος κύριος εἰ μὴν εἰς αἷμα ἥμαρτες καὶ αἷμά σε διώξεται
7 και θέλω παραδώσει εις παντελή ερήμωσιν το όρος Σηείρ και θέλω εξαλείψει απ' αυτού τον διαβαίνοντα και τον επιστρέφοντα.
καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ’ αὐτοῦ ἀνθρώπους καὶ κτήνη
8 Και θέλω γεμίσει τα όρη αυτού από των τεθανατωμένων αυτού· εν τοις όρεσί σου και εν ταις φάραγξί σου και εν πάσι τοις ποταμοίς σου θέλουσι πέσει οι τεθανατωμένοι εν μαχαίρα.
καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί
9 Θέλω σε καταστήσει ερημίαν αιώνιον, και αι πόλεις σου δεν θέλουσι κατοικηθή· και θέλετε γνωρίσει ότι εγώ είμαι ο Κύριος.
ἐρημίαν αἰώνιον θήσομαί σε καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος
10 Επειδή είπας, τα δύο ταύτα έθνη και οι δύο ούτοι τόποι θέλουσιν είσθαι εμού και ημείς θέλομεν κληρονομήσει αυτά, αν και ο Κύριος εστάθη εκεί,
διὰ τὸ εἰπεῖν σε τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς καὶ κύριος ἐκεῖ ἐστιν
11 διά τούτο, ζω εγώ, λέγει Κύριος ο Θεός, θέλω κάμει κατά τον θυμόν σου και κατά τον φθόνον σου, τον οποίον εξετέλεσας διά το προς αυτούς μίσός σου, και θέλω γνωσθή εις αυτούς όταν σε κρίνω.
διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε
12 Και θέλεις γνωρίσει ότι εγώ ο Κύριος ήκουσα πάσας τας βλασφημίας σου, τας οποίας επρόφερες κατά των ορέων του Ισραήλ, λέγων, αυτά ηρημώθησαν, εις ημάς εδόθησαν διά τροφήν.
καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου ὅτι εἶπας τὰ ὄρη Ισραηλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα
13 Και με το στόμα υμών εμεγαλορρημονήσατε κατ' εμού και επληθύνατε τους λόγους υμών κατ' εμού· εγώ ήκουσα.
καὶ ἐμεγαλορημόνησας ἐπ’ ἐμὲ τῷ στόματί σου ἐγὼ ἤκουσα
14 Ούτω λέγει Κύριος ο Θεός· Όταν πάσα η γη ευφραίνηται, έρημον θέλω καταστήσει σε.
τάδε λέγει κύριος ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε
15 Καθώς ευφράνθης επί την κληρονομίαν τον οίκον Ισραήλ διότι ηφανίσθη, ούτω θέλω κάμει εις σέ· θέλεις ερημωθή, όρος Σηείρ και πας ο Εδώμ, πας αυτός· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
ἔρημον ἔσῃ ὄρος Σηιρ καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν