< Ἰεζεκιήλ 33 >

1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, λάλησον προς τους υιούς του λαού σου και ειπέ προς αυτούς· Όταν επιφέρω την ρομφαίαν επί γην τινά και ο λαός της γης λάβη άνθρωπον τινά εκ μέσου αυτού και θέσωσιν αυτόν φύλακα εις εαυτούς,
υἱὲ ἀνθρώπου λάλησον τοῖς υἱοῖς τοῦ λαοῦ σου καὶ ἐρεῖς πρὸς αὐτούς γῆ ἐφ’ ἣν ἂν ἐπάγω ῥομφαίαν καὶ λάβῃ ὁ λαὸς τῆς γῆς ἄνθρωπον ἕνα ἐξ αὐτῶν καὶ δῶσιν αὐτὸν ἑαυτοῖς εἰς σκοπόν
3 και αυτός, ιδών την ρομφαίαν επερχομένην επί την γην, σαλπίση εν σάλπιγγι και σημάνη εις τον λαόν,
καὶ ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην ἐπὶ τὴν γῆν καὶ σαλπίσῃ τῇ σάλπιγγι καὶ σημάνῃ τῷ λαῷ
4 τότε όστις ακούση την φωνήν της σάλπιγγος και δεν φυλαχθή, εάν η ρομφαία ελθούσα καταλάβη αυτόν, το αίμα αυτού θέλει είσθαι επί την κεφαλήν αυτού.
καὶ ἀκούσῃ ὁ ἀκούσας τὴν φωνὴν τῆς σάλπιγγος καὶ μὴ φυλάξηται καὶ ἐπέλθῃ ἡ ῥομφαία καὶ καταλάβῃ αὐτόν τὸ αἷμα αὐτοῦ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἔσται
5 Ήκουσε την φωνήν της σάλπιγγος και δεν εφυλάχθη· το αίμα αυτού θέλει είσθαι επ' αυτόν. Όστις όμως φυλαχθή, θέλει διασώσει την ζωήν αυτού.
ὅτι τὴν φωνὴν τῆς σάλπιγγος ἀκούσας οὐκ ἐφυλάξατο τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοῦ ἔσται καὶ οὗτος ὅτι ἐφυλάξατο τὴν ψυχὴν αὐτοῦ ἐξείλατο
6 Αλλ' εάν ο φύλαξ, ιδών την ρομφαίαν επερχομένην, δεν σαλπίση εν τη σάλπιγγι και ο λαός δεν φυλαχθή, η δε ρομφαία ελθούσα καταλάβη τινά εξ αυτών, ούτος μεν κατελήφθη διά την ανομίαν αυτού, πλην το αίμα αυτού θέλω εκζητήσει εκ της χειρός του φύλακος.
καὶ ὁ σκοπός ἐὰν ἴδῃ τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ σημάνῃ τῇ σάλπιγγι καὶ ὁ λαὸς μὴ φυλάξηται καὶ ἐλθοῦσα ἡ ῥομφαία λάβῃ ἐξ αὐτῶν ψυχήν αὕτη διὰ τὴν αὑτῆς ἀνομίαν ἐλήμφθη καὶ τὸ αἷμα ἐκ τῆς χειρὸς τοῦ σκοποῦ ἐκζητήσω
7 Και συ, υιέ ανθρώπου, εγώ σε έθεσα φύλακα επί τον οίκον Ισραήλ· άκουσον λοιπόν λόγον εκ του στόματός μου και νουθέτησον αυτούς παρ' εμού·
καὶ σύ υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ισραηλ καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον
8 Όταν λέγω εις τον άνομον, Άνομε, θέλεις εξάπαντος θανατωθή· και συ δεν λαλήσης διά να αποτρέψης τον άνομον από της οδού αυτού, εκείνος μεν ο άνομος θέλει αποθάνει εν τη ανομία αυτού, πλην εκ της χειρός σου θέλω εκζητήσει το αίμα αυτού.
ἐν τῷ εἶπαί με τῷ ἁμαρτωλῷ θανάτῳ θανατωθήσῃ καὶ μὴ λαλήσῃς τοῦ φυλάξασθαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ αὐτὸς ὁ ἄνομος τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται τὸ δὲ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω
9 Αλλ' εάν συ αποτρέπης τον άνομον από της οδού αυτού διά να επιστρέψη απ' αυτής, και δεν επιστρέψη από της οδού αυτού, εκείνος μεν θέλει αποθάνει εν τη ανομία αυτού, συ δε ηλευθέρωσας την ψυχήν σου.
σὺ δὲ ἐὰν προαπαγγείλῃς τῷ ἀσεβεῖ τὴν ὁδὸν αὐτοῦ τοῦ ἀποστρέψαι ἀπ’ αὐτῆς καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ οὗτος τῇ ἀσεβείᾳ αὐτοῦ ἀποθανεῖται καὶ σὺ τὴν ψυχὴν σαυτοῦ ἐξῄρησαι
10 Διά τούτο, συ, υιέ ανθρώπου, ειπέ προς τον οίκον Ισραήλ· Ούτω σεις ελαλήσατε, λέγοντες, Εάν αι παραβάσεις ημών και αι αμαρτίαι ημών ήναι εφ' ημάς, και ημείς είμεθα απωλεσμένοι δι' αυτάς, πως θέλομεν ζήσει;
καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τῷ οἴκῳ Ισραηλ οὕτως ἐλαλήσατε λέγοντες αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν ἐφ’ ἡμῖν εἰσιν καὶ ἐν αὐταῖς ἡμεῖς τηκόμεθα καὶ πῶς ζησόμεθα
11 Ειπέ προς αυτούς· Ζω εγώ, λέγει Κύριος ο Θεός, δεν θέλω τον θάνατον του αμαρτωλού, αλλά να επιστρέψη ο ασεβής από της οδού αυτού και να ζή· επιστρέψατε, επιστρέψατε από των οδών υμών των πονηρών· διά τι να αποθάνητε, οίκος Ισραήλ;
εἰπὸν αὐτοῖς ζῶ ἐγώ τάδε λέγει κύριος οὐ βούλομαι τὸν θάνατον τοῦ ἀσεβοῦς ὡς τὸ ἀποστρέψαι τὸν ἀσεβῆ ἀπὸ τῆς ὁδοῦ αὐτοῦ καὶ ζῆν αὐτόν ἀποστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν καὶ ἵνα τί ἀποθνῄσκετε οἶκος Ισραηλ
12 Διά τούτο συ, υιέ ανθρώπου, ειπέ προς τους υιούς του λαού σου, Η δικαιοσύνη του δικαίου δεν θέλει ελευθερώσει αυτόν εν τη ημέρα της παραβάσεως αυτού, και ο ασεβής δεν θέλει πέσει διά την ασέβειαν αυτού, καθ' ην ημέραν επιστρέψη από της ασεβείας αυτού, και ο δίκαιος δεν θέλει δυνηθή να ζήση διά την δικαιοσύνην αυτού, καθ' ην ημέραν αμαρτήση.
εἰπὸν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ δίκαιος οὐ μὴ δύνηται σωθῆναι
13 Όταν είπω προς τον δίκαιον ότι θέλει εξάπαντος ζήσει, και αυτός θαρρών εις την δικαιοσύνην αυτού πράξη αδικίαν, άπασα η δικαιοσύνη αυτού δεν θέλει μνημονευθή· και εν τη αδικία αυτού την οποίαν έπραξεν, εν αυτή θέλει αποθάνει.
ἐν τῷ εἶπαί με τῷ δικαίῳ οὗτος πέποιθεν ἐπὶ τῇ δικαιοσύνῃ αὐτοῦ καὶ ποιήσῃ ἀνομίαν πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ οὐ μὴ ἀναμνησθῶσιν ἐν τῇ ἀδικίᾳ αὐτοῦ ᾗ ἐποίησεν ἐν αὐτῇ ἀποθανεῖται
14 Και όταν λέγω προς τον ασεβή, Εξάπαντος θέλεις αποθάνει, ο δε επιστρέψας από της αμαρτίας αυτού πράξη κρίσιν και δικαιοσύνην,
καὶ ἐν τῷ εἶπαί με τῷ ἀσεβεῖ θανάτῳ θανατωθήσῃ καὶ ἀποστρέψῃ ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην
15 αποδώση το ενέχυρον ο ασεβής, επιστρέψη το ηρπαγμένον, περιπατή εν τοις διατάγμασι της ζωής μη πράττων αδικίαν, θέλει εξάπαντος ζήσει, δεν θέλει αποθάνει·
καὶ ἐνεχύρασμα ἀποδῷ καὶ ἅρπαγμα ἀποτείσῃ ἐν προστάγμασιν ζωῆς διαπορεύηται τοῦ μὴ ποιῆσαι ἄδικον ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ
16 πάσαι αι αμαρτίαι αυτού, τας οποίας ημάρτησε, δεν θέλουσι πλέον μνημονευθή εις αυτόν· έκαμε κρίσιν και δικαιοσύνην· θέλει εξάπαντος ζήσει.
πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ ἃς ἥμαρτεν οὐ μὴ ἀναμνησθῶσιν ὅτι κρίμα καὶ δικαιοσύνην ἐποίησεν ἐν αὐτοῖς ζήσεται
17 Οι υιοί όμως του λαού σου λέγουσιν, Η οδός του Κυρίου δεν είναι ευθεία. Αλλά τούτων αυτών η οδός δεν είναι ευθεία.
καὶ ἐροῦσιν οἱ υἱοὶ τοῦ λαοῦ σου οὐκ εὐθεῖα ἡ ὁδὸς τοῦ κυρίου καὶ αὕτη ἡ ὁδὸς αὐτῶν οὐκ εὐθεῖα
18 Όταν ο δίκαιος επιστρέψη από της δικαιοσύνης αυτού και πράξη αδικίαν, διά τούτο μάλιστα θέλει αποθάνει.
ἐν τῷ ἀποστρέψαι δίκαιον ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀνομίας καὶ ἀποθανεῖται ἐν αὐταῖς
19 Και όταν ο άνομος επιστρέψη από της ανομίας αυτού και πράξη κρίσιν και δικαιοσύνην, αυτός θέλει ζήσει διά τούτο.
καὶ ἐν τῷ ἀποστρέψαι τὸν ἁμαρτωλὸν ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην ἐν αὐτοῖς αὐτὸς ζήσεται
20 Σεις όμως λέγετε, Η οδός του Κυρίου δεν είναι ευθεία· οίκος Ισραήλ, θέλω σας κρίνει έκαστον κατά τας οδούς αυτού.
καὶ τοῦτό ἐστιν ὃ εἴπατε οὐκ εὐθεῖα ἡ ὁδὸς κυρίου ἕκαστον ἐν ταῖς ὁδοῖς αὐτοῦ κρινῶ ὑμᾶς οἶκος Ισραηλ
21 Και εν τω δωδεκάτω έτει της αιχμαλωσίας ημών, τω δεκάτω μηνί, τη πέμπτη του μηνός, ήλθε προς εμέ διασεσωσμένος τις εξ Ιερουσαλήμ, λέγων, Ηλώθη η πόλις.
καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων ἑάλω ἡ πόλις
22 Και η χειρ του Κυρίου εστάθη επ' εμέ το εσπέρας πριν έλθη ο διασεσωσμένος, και ήνοιξε το στόμα μου εωσού ήλθε προς εμέ το πρωΐ· και ανοιχθέντος του στόματός μου δεν εσιώπησα πλέον.
καὶ ἐγενήθη ἐπ’ ἐμὲ χεὶρ κυρίου ἑσπέρας πρὶν ἐλθεῖν αὐτὸν καὶ ἤνοιξέν μου τὸ στόμα ἕως ἦλθεν πρός με τὸ πρωί καὶ ἀνοιχθέν μου τὸ στόμα οὐ συνεσχέθη ἔτι
23 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων
24 Υιέ ανθρώπου, οι κατοικούντες εκείνας τας ερημώσεις εν τη γη Ισραήλ λαλούσι, λέγοντες, Εις ήτο ο Αβραάμ και εκληρονόμησε την γήν· ημείς δε είμεθα πολλοί· εις ημάς εδόθη η γη διά κληρονομίαν.
υἱὲ ἀνθρώπου οἱ κατοικοῦντες τὰς ἠρημωμένας ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγουσιν εἷς ἦν Αβρααμ καὶ κατέσχεν τὴν γῆν καὶ ἡμεῖς πλείους ἐσμέν ἡμῖν δέδοται ἡ γῆ εἰς κατάσχεσιν
25 Διά τούτο ειπέ προς αυτούς, Ούτω λέγει Κύριος ο Θεός· σεις τρώγετε κρέας εν αίματι και σηκόνετε τους οφθαλμούς σας προς τα είδωλά σας και χύνετε αίμα, και θέλετε κληρονομήσει την γην;
διὰ τοῦτο εἰπὸν αὐτοῖς τάδε λέγει κύριος κύριος
26 Σεις στηρίζεσθε επί την ρομφαίαν σας, εργάζεσθε βδελύγματα και μιαίνετε έκαστος την γυναίκα του πλησίον αυτού, και θέλετε κληρονομήσει την γην;
27 Ειπέ ούτω προς αυτούς· Ούτω λέγει Κύριος ο Θεός· Ζω εγώ, οι εν ταις ερημώσεσι θέλουσιν εξάπαντος πέσει εν μαχαίρα, και τον επί το πρόσωπον της πεδιάδος, θέλω παραδώσει αυτόν εις τα θηρία διά να καταφάγωσιν αυτόν, οι δε εν τοις φρουρίοις και εν τοις σπηλαίοις θέλουσιν αποθάνει υπό θανατικού.
ζῶ ἐγώ εἰ μὴν οἱ ἐν ταῖς ἠρημωμέναις μαχαίρᾳ πεσοῦνται καὶ οἱ ἐπὶ προσώπου τοῦ πεδίου τοῖς θηρίοις τοῦ ἀγροῦ δοθήσονται εἰς κατάβρωμα καὶ τοὺς ἐν ταῖς τετειχισμέναις καὶ τοὺς ἐν τοῖς σπηλαίοις θανάτῳ ἀποκτενῶ
28 Διότι θέλω παραδώσει εις όλεθρον και ερήμωσιν την γην, και η έπαρσις της δυνάμεως αυτής θέλει καταβληθή, και τα όρη του Ισραήλ θέλουσιν ερημωθή, ώστε να μη υπάρχη ο διαβαίνων.
καὶ δώσω τὴν γῆν ἔρημον καὶ ἀπολεῖται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς καὶ ἐρημωθήσεται τὰ ὄρη τοῦ Ισραηλ διὰ τὸ μὴ εἶναι διαπορευόμενον
29 Και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος, όταν παραδώσω εις όλεθρον και ερήμωσιν την γην, διά πάντα τα βδελύγματα αυτών τα οποία έπραξαν.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος καὶ ποιήσω τὴν γῆν αὐτῶν ἔρημον καὶ ἐρημωθήσεται διὰ πάντα τὰ βδελύγματα αὐτῶν ἃ ἐποίησαν
30 Και συ, υιέ ανθρώπου, οι υιοί του λαού σου λαλούσιν εναντίον σου παρά τα τείχη και εν ταις θύραις των οικιών, και λαλούσι προς αλλήλους, έκαστος προς τον αδελφόν αυτού, λέγοντες, Έλθετε λοιπόν και ακούσατε τις ο λόγος ο εξερχόμενος παρά Κυρίου.
καὶ σύ υἱὲ ἀνθρώπου οἱ υἱοὶ τοῦ λαοῦ σου οἱ λαλοῦντες περὶ σοῦ παρὰ τὰ τείχη καὶ ἐν τοῖς πυλῶσι τῶν οἰκιῶν καὶ λαλοῦσιν ἄνθρωπος τῷ ἀδελφῷ αὐτοῦ λέγοντες συνέλθωμεν καὶ ἀκούσωμεν τὰ ἐκπορευόμενα παρὰ κυρίου
31 Και έρχονται προς σε, καθώς συνάγεται ο λαός, και κάθηται έμπροσθέν σου ο λαός μου και ακούουσι τους λόγους σου, αλλά δεν κάμνουσιν αυτούς· διότι εν τω στόματι αυτών δεικνύουσι πολλήν αγάπην, η καρδία όμως αυτών υπάγει κατόπιν της αισχροκερδείας αυτών.
ἔρχονται πρὸς σέ ὡς συμπορεύεται λαός καὶ κάθηνται ἐναντίον σου καὶ ἀκούουσιν τὰ ῥήματά σου καὶ αὐτὰ οὐ μὴ ποιήσουσιν ὅτι ψεῦδος ἐν τῷ στόματι αὐτῶν καὶ ὀπίσω τῶν μιασμάτων ἡ καρδία αὐτῶν
32 Και ιδού, συ είσαι προς αυτούς ως ερωτικόν άσμα ανθρώπου ηδυφώνου και παίζοντος όργανα καλώς, διότι ακούουσι τους λόγους σου αλλά δεν κάμνουσιν αυτούς.
καὶ γίνῃ αὐτοῖς ὡς φωνὴ ψαλτηρίου ἡδυφώνου εὐαρμόστου καὶ ἀκούσονταί σου τὰ ῥήματα καὶ οὐ μὴ ποιήσουσιν αὐτά
33 Πλην όταν έλθη τούτο, και ιδού, έρχεται, τότε θέλουσι γνωρίσει ότι εστάθη προφήτης εν μέσω αυτών.
καὶ ἡνίκα ἂν ἔλθῃ ἐροῦσιν ἰδοὺ ἥκει καὶ γνώσονται ὅτι προφήτης ἦν ἐν μέσῳ αὐτῶν

< Ἰεζεκιήλ 33 >