< Ἰεζεκιήλ 30 >

1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, προφήτευσον και ειπέ, Ούτω λέγει Κύριος ο Θεός. Ολολύζετε, Ουαί, διά την ημέραν.
υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὦ ὦ ἡ ἡμέρα
3 Διότι πλησίον είναι η ημέρα, ναι, η ημέρα του Κυρίου είναι πλησίον, ημέρα νεφώδης· ο καιρός των εθνών θέλει είσθαι.
ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ἡμέρα πέρας ἐθνῶν ἔσται
4 Και η μάχαιρα θέλει ελθεί, επί την Αίγυπτον και μέγας τρόμος θέλει είσθαι εν τη Αιθιοπία, όταν οι τετραυματισμένοι πέσωσιν εν Αιγύπτω, και θέλουσι λάβει το πλήθος αυτής και θέλουσι καταστρέψει τα θεμέλια αυτής.
καὶ ἥξει μάχαιρα ἐπ’ Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια
5 Αιθίοπες και Λίβυες και Λύδιοι και πάντες οι σύμμικτοι λαοί, και ο Χούβ και οι υιοί της συμμάχου γης, θέλουσι πέσει μετ' αυτών εν μαχαίρα.
Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ
6 Ούτω λέγει Κύριος· Θέλουσι πέσει και οι υποστηρίζοντες την Αίγυπτον, και η υπερηφανία της δυνάμεως αυτής θέλει καταβληθή· από Μιγδώλ μέχρι Συήνης θέλουσι πέσει εν αυτή διά μαχαίρας, λέγει Κύριος ο Θεός.
καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ λέγει κύριος
7 Και θέλουσιν αφανισθή εν μέσω των ηφανισμένων τόπων, και αι πόλεις αυτής θέλουσιν είσθαι εν μέσω των ηρημωμένων πόλεων.
καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται
8 Και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος, όταν βάλω πυρ εις την Αίγυπτον και συντριφθώσι πάντες οι βοηθούντες αυτήν.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δῶ πῦρ ἐπ’ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ
9 Εν εκείνη τη ημέρα θέλουσιν εξέλθει απ' εμού μηνυταί εν πλοίοις, διά να εκπλήξωσι τους αμερίμνους Αιθίοπας· και τρόμος μέγας θέλει επέλθει επ' αυτούς, καθώς εν τη ημέρα της Αιγύπτου· διότι, ιδού, έρχεται.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου ὅτι ἰδοὺ ἥκει
10 Ούτω λέγει Κύριος ο Θεός· Και θέλω απολέσει το πλήθος της Αιγύπτου διά χειρός του Ναβουχοδονόσορ βασιλέως της Βαβυλώνος.
τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος
11 Αυτός και ο λαός αυτού μετ' αυτού, οι τρομερώτεροι των εθνών, θέλουσι φερθή διά να αφανίσωσι την γήν· και θέλουσιν εκσπάσει τας ρομφαίας αυτών κατά της Αιγύπτου και γεμίσει την γην από τετραυματισμένων.
αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ’ Αἴγυπτον καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν
12 Και θέλω ξηράνει τους ποταμούς και παραδώσει την γην εις χείρας κακών, και θέλω αφανίσει την γην και το πλήρωμα αυτής διά χειρός των ξένων· εγώ ο Κύριος ελάλησα.
καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα
13 Ούτω λέγει Κύριος ο Θεός· Και θέλω καταστρέψει τα ξόανα και εξαλείψει τα είδωλα από Νωφ, και δεν θέλει υπάρχει πλέον άρχων εκ της γης της Αιγύπτου, και θέλω εμβάλει φόβον εις την γην της Αιγύπτου.
ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου καὶ οὐκ ἔσονται ἔτι
14 Και θέλω αφανίσει την Παθρώς και βάλει πυρ εις την Τάνιν και εκτελέσει κρίσεις εν Νω.
καὶ ἀπολῶ γῆν Παθουρης καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
15 Και θέλω εκχέει τον θυμόν μου επί Σιν την ισχύν της Αιγύπτου, και θέλω εκκόψει το πλήθος της Νω.
καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως
16 Και θέλω βάλει πυρ εις την Αίγυπτον· η Σιν θέλει λάβει μέγαν τρόμον και η Νω θέλει διασπαραχθή και η Νωφ θέλει είσθαι καθ' ημέραν εν αγωνία.
καὶ δώσω πῦρ ἐπ’ Αἴγυπτον καὶ ταραχὴν ταραχθήσεται Συήνη καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα
17 Οι νεανίσκοι της Αβήν και της Πι-βεσέθ θέλουσι πέσει εν μαχαίρα, και αύται θέλουσιν υπάγει εις αιχμαλωσίαν.
νεανίσκοι ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται
18 Και εν Τάφνης η ημέρα θέλει συσκοτάσει, όταν συντρίψω εκεί τα σκήπτρα της Αιγύπτου· και η έπαρσις της δυνάμεως αυτής θέλει παύσει εν αυτή· ταύτην δε, νέφος θέλει σκεπάσει αυτήν, και αι θυγατέρες αυτής θέλουσιν υπάγει εις αιχμαλωσίαν.
καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρῖψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται
19 Και θέλω εκτελέσει κρίσεις επί την Αίγυπτον· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
20 Και εν τω ενδεκάτω έτει, τω πρώτω μηνί, τη εβδόμη του μηνός, έγεινε λόγος Κυρίου προς εμέ λέγων,
καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
21 Υιέ ανθρώπου, συνέθλασα τον βραχίονα του Φαραώ βασιλέως της Αιγύπτου· και ιδού, δεν θέλει επιδεθή προς θεραπείαν, ώστε να περιτυλίξωσιν αυτόν με επιδέσματα διά να δοθή εις αυτόν δύναμις να κρατή μάχαιραν.
υἱὲ ἀνθρώπου τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν τοῦ δοθῆναι ἐπ’ αὐτὸν μάλαγμα τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας
22 Διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ιδού, εγώ είμαι εναντίον του Φαραώ βασιλέως της Αιγύπτου και θέλω συνθλάσει τους βραχίονας αυτού, τον δυνατόν και τον συντεθλασμένον· και θέλω κάμει την μάχαιραν να εκπέση από της χειρός αυτού.
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
23 Και θέλω διασπείρει τους Αιγυπτίους μεταξύ των εθνών και διασκορπίσει αυτούς εις τους τόπους.
καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
24 Και θέλω ενισχύσει τους βραχίονας του βασιλέως της Βαβυλώνος και θέλω δώσει την ρομφαίαν μου εις την χείρα αυτού, τους δε βραχίονας του Φαραώ θέλω συνθλάσει και θέλει στενάξει έμπροσθεν αυτού με στεναγμούς τετραυματισμένου.
καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐπάξει αὐτὴν ἐπ’ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς
25 Τους βραχίονας όμως του βασιλέως της Βαβυλώνος θέλω ενισχύσει, οι δε βραχίονες του Φαραώ θέλουσι πέσει· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος, όταν δώσω την ρομφαίαν μου εις την χείρα του βασιλέως της Βαβυλώνος· και θέλει εκτείνει αυτήν επί την γην της Αιγύπτου.
καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος οἱ δὲ βραχίονες Φαραω πεσοῦνται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου
26 Και θέλω διασπείρει τους Αιγυπτίους μεταξύ των εθνών και διασκορπίσει αυτούς εις τους τόπους· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος

< Ἰεζεκιήλ 30 >