< Ἰεζεκιήλ 26 >

1 Και εν τω ενδεκάτω έτει, τη πρώτη του μηνός, έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, επειδή η Τύρος είπε κατά της Ιερουσαλήμ, Εύγε, συνετρίβη η πύλη των λαών· εστράφη προς εμέ· θέλω γεμισθή, διότι ηρημώθη·
υἱὲ ἀνθρώπου ἀνθ’ ὧν εἶπεν Σορ ἐπὶ Ιερουσαλημ εὖγε συνετρίβη ἀπόλωλεν τὰ ἔθνη ἐπεστράφη πρός με ἡ πλήρης ἠρήμωται
3 διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ιδού, εγώ είμαι εναντίον σου, Τύρος, και θέλω επεγείρει εναντίον σου έθνη πολλά, ως επεγείρει η θάλασσα τα κύματα αυτής.
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σορ καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλά ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς
4 Και θέλουσι καταστρέψει τα τείχη της Τύρου και κατεδαφίσει τους πύργους αυτής· και θέλω ξύσει το χώμα αυτής απ' αυτής και καταστήσει αυτήν ως λειόπετραν.
καὶ καταβαλοῦσιν τὰ τείχη Σορ καὶ καταβαλοῦσι τοὺς πύργους σου καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ’ αὐτῆς καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν
5 Θέλει είσθαι διά να εξαπλόνωσι δίκτυα εν μέσω της θαλάσσης· διότι εγώ ελάλησα, λέγει Κύριος ο Θεός· και θέλει κατασταθή διαρπαγή των εθνών.
ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν
6 Και αι κώμαι αυτής, αι εν τη πεδιάδι, θέλουσιν εξολοθρευθή εν μαχαίρα· και θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ αἱ θυγατέρες αὐτῆς αἱ ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται καὶ γνώσονται ὅτι ἐγὼ κύριος
7 Διότι ούτω λέγει Κύριος ο Θεός· Ιδού, θέλω φέρει κατά της Τύρου τον Ναβουχοδονόσορ βασιλέα της Βαβυλώνος, βασιλέα βασιλέων, από βορρά, μεθ' ίππων και μετά αρμάτων και μεθ' ιππέων και συνάξεως και λαού πολλού.
ὅτι τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ Σορ τὸν Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ βασιλεὺς βασιλέων ἐστίν μεθ’ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα
8 Ούτος θέλει εξολοθρεύσει εν μαχαίρα τας κώμας σου εν τη πεδιάδι· και θέλει εγείρει προμαχώνας εναντίον σου και θέλει κάμει προχώματα εναντίον σου και υψώσει κατά σου ασπίδας.
οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει
9 Και θέλει στήσει τας πολεμικάς μηχανάς αυτού επί τα τείχη σου και με τους πελέκεις αυτού θέλει καταβάλει τους πύργους σου.
τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ
10 Από του πλήθους των ίππων αυτού ο κονιορτός αυτών θέλει σε σκεπάσει· τα τείχη σου θέλουσι σεισθή από του ήχου των ιππέων και των τροχών και των αμαξών, όταν εισέρχωνται εις τας πύλας σου, καθώς εισέρχονται εις πόλιν εκπορθουμένην.
ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου
11 Με τας οπλάς των ίππων αυτού θέλει καταπατήσει πάσας τας οδούς σου· τον λαόν σου θέλει θανατώσει εν μαχαίρα, και οι ισχυροί σου φρουροί θέλουσι καταβληθή εις την γην.
ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσίν σου πάσας τὰς πλατείας τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ καὶ τὴν ὑπόστασίν σου τῆς ἰσχύος ἐπὶ τὴν γῆν κατάξει
12 Και θέλουσι διαρπάσει τα πλούτη σου και λαφυραγωγήσει τα εμπορεύματά σου· και θέλουσι καταβάλει τα τείχη σου και κρημνίσει τους οίκους σου τους ώραίους· και θέλουσι ρίψει εις το μέσον των υδάτων τους λίθους σου και τα ξύλα σου και το χώμα σου.
καὶ προνομεύσει τὴν δύναμίν σου καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου καὶ καταβαλεῖ σου τὰ τείχη καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ
13 Και θέλω παύσει τον θόρυβον των ασμάτων σου, και η φωνή των κιθαρών σου δεν θέλει ακουσθή πλέον·
καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι
14 και θέλω σε καταστήσει ως λειόπετραν· θέλεις είσθαι διά να εξαπλόνωσι δίκτυα· δεν θέλεις πλέον οικοδομηθή· διότι εγώ ο Κύριος ελάλησα, λέγει Κύριος ο Θεός.
καὶ δώσω σε εἰς λεωπετρίαν ψυγμὸς σαγηνῶν ἔσῃ οὐ μὴ οἰκοδομηθῇς ἔτι ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος
15 Ούτω λέγει Κύριος ο Θεός προς την Τύρον· δεν θέλουσι σεισθή αι νήσοι εις τον ήχον της πτώσεώς σου, όταν οι τραυματίαι σου στενάζωσιν, όταν η σφαγή γίνηται εν μέσω σου;
διότι τάδε λέγει κύριος κύριος τῇ Σορ οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου σεισθήσονται αἱ νῆσοι
16 Τότε πάντες οι ηγεμόνες της θαλάσσης θέλουσι καταβή από των θρόνων αυτών, και θέλουσιν εκβάλει τας χλαμύδας αυτών και εκδυθή τα κεντητά ιμάτια αυτών· θέλουσιν ενδυθή τρόμον· κατά γης θέλουσι καθήσει και τρέμει κατά πάσαν στιγμήν και εκπλήττεσθαι διά σε.
καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται ἐκστάσει ἐκστήσονται ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπώλειαν αὐτῶν καὶ στενάξουσιν ἐπὶ σέ
17 Και αναλαβόντες θρήνον διά σε θέλουσι λέγει προς σε, Πως κατεστράφης, η κατοικουμένη υπό θαλασσοπόρων, η περίφημος πόλις, ήτις ήσο ισχυρά εν θαλάσση, συ και οι κάτοικοί σου, οίτινες διέδιδον τον τρόμον αυτών εις πάντας τους ενοικούντας εν αυτή.
καὶ λήμψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσίν σοι πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινεστὴ ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν
18 Τώρα αι νήσοι θέλουσι τρέμει εν τη ημέρα της πτώσεώς σου, ναι, αι νήσοι αι εν τη θαλάσση θέλουσι ταραχθή εν τη αφανεία σου.
καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ’ ἡμέρας πτώσεώς σου
19 Διότι ούτω λέγει Κύριος ο Θεός· Όταν σε καταστήσω πόλιν ηρημωμένην ως τας πόλεις τας μη κατοικουμένας, όταν επιφέρω επί σε την άβυσσον και σε σκεπάσωσιν ύδατα πολλά,
ὅτι τάδε λέγει κύριος κύριος ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον καὶ κατακαλύψῃ σε ὕδωρ πολύ
20 όταν σε καταβιβάσω μετά των καταβαινόντων εις λάκκον, προς λαόν αιώνιον, και σε θέσω εις τα κατώτατα της γης, εις τόπους ερήμους απ' αιώνος, μετά των καταβαινόντων εις λάκκον, διά να μη κατοικηθής, και όταν αποκαταστήσω δόξαν εν τη γη των ζώντων,
καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον ὅπως μὴ κατοικηθῇς μηδὲ ἀνασταθῇς ἐπὶ γῆς ζωῆς
21 θέλω σε καταστήσει τρόμον και δεν θέλεις υπάρχει· και θέλεις ζητηθή και δεν θέλεις ευρεθή πλέον εις τον αιώνα, λέγει Κύριος ο Θεός.
ἀπώλειάν σε δώσω καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα λέγει κύριος κύριος

< Ἰεζεκιήλ 26 >