< Ἰεζεκιήλ 19 >

1 Και συ ανάλαβε θρήνον διά τους ηγεμόνας του Ισραήλ,
καὶ σὺ λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα τοῦ Ισραηλ
2 και ειπέ, Τι είναι η μήτηρ σου; Λέαινα· κείται μεταξύ λεόντων, έθρεψε τα βρέφη αυτής εν μέσω σκύμνων.
καὶ ἐρεῖς τί ἡ μήτηρ σου σκύμνος ἐν μέσῳ λεόντων ἐγενήθη ἐν μέσῳ λεόντων ἐπλήθυνεν σκύμνους αὐτῆς
3 Και ανέθρεψεν εν εκ των βρεφών αυτής και έγεινε σκύμνος και έμαθε να αρπάζη το θήραμα· ανθρώπους έτρωγε.
καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς λέων ἐγένετο καὶ ἔμαθεν τοῦ ἁρπάζειν ἁρπάγματα ἀνθρώπους ἔφαγεν
4 Και τα έθνη ήκουσαν περί αυτού· επιάσθη εν τω λάκκω αυτών, και έφεραν αυτόν με αλύσεις εις την γην της Αιγύπτου.
καὶ ἤκουσαν κατ’ αὐτοῦ ἔθνη ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήμφθη καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου
5 Και ιδούσα ότι η ελπίς αυτής εματαιώθη και εχάθη, έλαβεν εν άλλο εκ των βρεφών αυτής και έκαμεν αυτό σκύμνον.
καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ’ αὐτῆς καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὐτῆς λέοντα ἔταξεν αὐτόν
6 Και αναστρεφόμενον εν μέσω των λεόντων έγεινε σκύμνος και έμαθε να αρπάζη θήραμα· ανθρώπους έτρωγε.
καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων λέων ἐγένετο καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα ἀνθρώπους ἔφαγεν
7 Και εγνώρισε τα παλάτια αυτών και ερήμονε τας πόλεις αυτών· και ήτο ηφανισμένη η γη και το πλήρωμα αυτής από του ήχου του βρυχήματος αυτού.
καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν καὶ ἠφάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρύματος αὐτοῦ
8 Και τα έθνη παρετάχθησαν εναντίον αυτού κυκλόθεν εκ των επαρχιών και ήπλωσαν κατ' αυτού τα βρόχια αυτών, και επιάσθη εν τω λάκκω αυτών.
καὶ ἔδωκαν ἐπ’ αὐτὸν ἔθνη ἐκ χωρῶν κυκλόθεν καὶ ἐξεπέτασαν ἐπ’ αὐτὸν δίκτυα αὐτῶν ἐν διαφθορᾷ αὐτῶν συνελήμφθη
9 Και έβαλον αυτόν με αλύσεις εις κλωβίον και έφεραν αυτόν προς τον βασιλέα της Βαβυλώνος· εν δεσμωτηρίω εισήγαγον αυτόν, διά να μη ακουσθή πλέον φωνή αυτού επί τα όρη του Ισραήλ.
καὶ ἔθεντο αὐτὸν ἐν κημῷ καὶ ἐν γαλεάγρᾳ ἦλθεν πρὸς βασιλέα Βαβυλῶνος καὶ εἰσήγαγεν αὐτὸν εἰς φυλακήν ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ ἐπὶ τὰ ὄρη τοῦ Ισραηλ
10 Η μήτηρ σου, καθ' ομοίωσίν σου, ήτο ως άμπελος πεφυτευμένη πλησίον των υδάτων· έγεινε καρποφόρος και πλήρης κλάδων διά τα πολλά ύδατα.
ἡ μήτηρ σου ὡς ἄμπελος ὡς ἄνθος ἐν ῥόᾳ ἐν ὕδατι πεφυτευμένη ὁ καρπὸς αὐτῆς καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ
11 Και έγειναν εις αυτήν ράβδοι ισχυραί διά σκήπτρα των κρατούντων· και ο κορμός αυτής υψώθη εν μέσω των πυκνών κλάδων, και έγεινε περίβλεπτος κατά το ύψος αυτής μεταξύ του πλήθους των βλαστών αυτής.
καὶ ἐγένετο αὐτῇ ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν καὶ εἶδεν τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς
12 Απεσπάσθη όμως μετά θυμού, ερρίφθη κατά γης, και ανατολικός άνεμος κατεξήρανε τον καρπόν αυτής· αι ισχυραί αυτής ράβδοι συνεθλάσθησαν και εξηράνθησαν· πυρ κατέφαγεν αυτάς.
καὶ κατεκλάσθη ἐν θυμῷ ἐπὶ γῆν ἐρρίφη καὶ ἄνεμος ὁ καύσων ἐξήρανεν τὰ ἐκλεκτὰ αὐτῆς ἐξεδικήθη καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς πῦρ ἀνήλωσεν αὐτήν
13 Και τώρα είναι πεφυτευμένη εν ερήμω, εν ξηρά και ανύδρω γη.
καὶ νῦν πεφύτευκαν αὐτὴν ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀνύδρῳ
14 Και εξήλθε πυρ από ράβδου τινός εκ των κλάδων αυτής και κατέφαγε τον καρπόν αυτής, ώστε δεν υπήρχε πλέον εν αυτή ράβδος ισχυρά διά σκήπτρον ηγεμονίας· ούτος είναι ο θρήνος και θέλει είσθαι εις θρήνον.
καὶ ἐξῆλθεν πῦρ ἐκ ῥάβδου ἐκλεκτῶν αὐτῆς καὶ κατέφαγεν αὐτήν καὶ οὐκ ἦν ἐν αὐτῇ ῥάβδος ἰσχύος φυλὴ εἰς παραβολὴν θρήνου ἐστὶν καὶ ἔσται εἰς θρῆνον

< Ἰεζεκιήλ 19 >