< Ἰεζεκιήλ 18 >

1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Τι εννοείτε σεις, οι παροιμιαζόμενοι την παροιμίαν ταύτην περί της γης του Ισραήλ, λέγοντες, Οι πατέρες έφαγον όμφακα και οι οδόντες των τέκνων ημωδίασαν;
υἱὲ ἀνθρώπου τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ισραηλ λέγοντες οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν
3 Ζω εγώ, λέγει Κύριος ο Θεός, δεν θέλετε πλέον παροιμιασθή την παροιμίαν ταύτην εν τω Ισραήλ.
ζῶ ἐγώ λέγει κύριος ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ισραηλ
4 Ιδού, πάσαι αι ψυχαί είναι εμού· ως η ψυχή του πατρός, ούτω και η ψυχή του υιού εμού είναι· ψυχή η αμαρτήσασα, αυτή θέλει αποθάνει.
ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ ἐμαί εἰσιν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται
5 Αλλ' όστις είναι δίκαιος και πράττει κρίσιν και δικαιοσύνην,
ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην
6 δεν τρώγει επί των ορέων και δεν σηκόνει τους οφθαλμούς αυτού προς τα είδωλα του οίκου Ισραήλ, και δεν μιαίνει την γυναίκα του πλησίον αυτού και δεν πλησιάζει εις γυναίκα ούσαν εν τη ακαθαρσία αυτής,
ἐπὶ τῶν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ
7 και δεν καταδυναστεύει άνθρωπον, επιστρέφει εις τον χρεωφειλέτην το ενέχυρον αυτού, δεν αρπάζει βιαίως, δίδει τον άρτον αυτού εις τον πεινώντα και καλύπτει με ιμάτιον τον γυμνόν,
καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπᾶται τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει καὶ γυμνὸν περιβαλεῖ
8 δεν δίδει επί τόκω και δεν λαμβάνει προσθήκην, αποστρέφει την χείρα αυτού από αδικίας, κάμνει δικαίαν κρίσιν αναμέσον ανθρώπου και ανθρώπου,
καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ
9 περιπατεί εν τοις διατάγμασί μου και φυλάττει τας κρίσεις μου, διά να κάμνη αλήθειαν, ούτος είναι δίκαιος, θέλει βεβαίως ζήσει, λέγει Κύριος ο Θεός.
καὶ τοῖς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά δίκαιος οὗτός ἐστιν ζωῇ ζήσεται λέγει κύριος
10 Εάν όμως γεννήση υιόν κλέπτην, χύνοντα αίμα και πράττοντά τι εκ των τοιούτων,
καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα
11 και όστις δεν κάμνει πάντα ταύτα, αλλά και επί των ορέων τρώγει και την γυναίκα του πλησίον αυτού μιαίνει,
ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγεν καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανεν
12 τον πτωχόν και ενδεή καταδυναστεύει, αρπάζει βιαίως, δεν επιστρέφει το ενέχυρον και σηκόνει τους οφθαλμούς αυτού προς τα είδωλα και πράττει βδελύγματα,
καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνομίαν πεποίηκεν
13 δίδει επί τόκω και λαμβάνει προσθήκην, ούτος θέλει ζήσει; δεν θέλει ζήσει· πάντα ταύτα τα βδελύγματα έπραξεν· εξάπαντος θέλει θανατωθή· το αίμα αυτού θέλει είσθαι επ' αυτόν.
μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν οὗτος ζωῇ οὐ ζήσεται πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν θανάτῳ θανατωθήσεται τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἔσται
14 Εάν δε γεννήση υιόν, όστις βλέπων πάντα τα αμαρτήματα του πατρός αυτού, τα οποία έπραξε, προσέχει και δεν πράττει τοιαύτα,
ἐὰν δὲ γεννήσῃ υἱόν καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ ἃς ἐποίησεν καὶ φοβηθῇ καὶ μὴ ποιήσῃ κατὰ ταύτας
15 δεν τρώγει επί των ορέων και δεν σηκόνει τους οφθαλμούς αυτού προς τα είδωλα του οίκου Ισραήλ και δεν μιαίνει την γυναίκα του πλησίον αυτού,
ἐπὶ τῶν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανεν
16 και δεν καταδυναστεύει άνθρωπον, δεν κατακρατεί το ενέχυρον και δεν αρπάζει βιαίως, δίδει τον άρτον αυτού εις τον πεινώντα και καλύπτει με ιμάτιον τον γυμνόν,
καὶ ἄνθρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν
17 αποστρέφει την χείρα αυτού από του πτωχού, τόκον και προσθήκην δεν λαμβάνει, εκτελεί τας κρίσεις μου, περιπατεί εν τοις διατάγμασί μου, ούτος δεν θέλει θανατωθή διά την ανομίαν του πατρός αυτού, εξάπαντος θέλει ζήσει.
καὶ ἀπ’ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην ἐποίησεν καὶ ἐν τοῖς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ ζωῇ ζήσεται
18 Ο πατήρ αυτού, επειδή σκληρώς κατεδυνάστευσεν, ήρπασε βιαίως τον αδελφόν αυτού και έπραξε μεταξύ του λαού αυτού ό, τι δεν είναι καλόν, ιδού, ούτος θέλει αποθάνει εν τη ανομία αυτού.
ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ
19 Σεις όμως λέγετε, Διά τι; ο υιός δεν βαστάζει την ανομίαν του πατρός; Αφού ο υιός έκαμε κρίσιν και δικαιοσύνην, και εφύλαξε πάντα τα διατάγματά μου και εξετέλεσεν αυτά, εξάπαντος θέλει ζήσει.
καὶ ἐρεῖτε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωῇ ζήσεται
20 Η ψυχή η αμαρτάνουσα, αυτή θέλει αποθάνει· ο υιός δεν θέλει βαστάσει την ανομίαν του πατρός και ο πατήρ δεν θέλει βαστάσει την ανομίαν του υιού· η δικαιοσύνη του δικαίου θέλει είσθαι επ' αυτόν και η ανομία του ανόμου θέλει είσθαι επ' αυτόν.
ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανεῖται ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν τοῦ πατρὸς αὐτοῦ οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν τοῦ υἱοῦ αὐτοῦ δικαιοσύνη δικαίου ἐπ’ αὐτὸν ἔσται καὶ ἀνομία ἀνόμου ἐπ’ αὐτὸν ἔσται
21 Αλλ' εάν ο άνομος επιστραφή από πασών των αμαρτιών αυτού, τας οποίας έπραξε, και φυλάξη πάντα τα διατάγματά μου και πράξη κρίσιν και δικαιοσύνην, εξάπαντος θέλει ζήσει, δεν θέλει αποθάνει·
καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος ζωῇ ζήσεται οὐ μὴ ἀποθάνῃ
22 πάσαι αι ανομίαι αυτού, τας οποίας έπραξε, δεν θέλουσι μνημονευθή εις αυτόν· εν τη δικαιοσύνη αυτού, την οποίαν έπραξε, θέλει ζήσει.
πάντα τὰ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν οὐ μνησθήσεται ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ᾗ ἐποίησεν ζήσεται
23 Μήπως εγώ θέλω τωόντι τον θάνατον του ανόμου, λέγει Κύριος ο Θεός, και ουχί το να επιστρέψη από των οδών αυτού και να ζήση;
μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου λέγει κύριος ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν
24 Όταν όμως ο δίκαιος επιστραφή από της δικαιοσύνης αυτού και πράξη αδικίαν και πράξη κατά πάντα τα βδελύγματα τα οποία ο άνομος πράττει, τότε θέλει ζήσει; Πάσα η δικαιοσύνη αυτού, την οποίαν έκαμε, δεν θέλει μνημονευθή· εν τη ανομία αυτού την οποίαν ηνόμησε και εν τη αμαρτία αυτού, την οποίαν ημάρτησεν, εν αυταίς θέλει αποθάνει.
ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσεν καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν ἐν αὐταῖς ἀποθανεῖται
25 Σεις όμως λέγετε, Η οδός του Κυρίου δεν είναι ευθεία. Ακούσατε τώρα, οίκος Ισραήλ· Η οδός μου δεν είναι ευθεία; ουχί αι οδοί υμών διεστραμμέναι;
καὶ εἴπατε οὐ κατευθύνει ἡ ὁδὸς κυρίου ἀκούσατε δή πᾶς οἶκος Ισραηλ μὴ ἡ ὁδός μου οὐ κατευθύνει οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατευθύνει
26 Όταν ο δίκαιος επιστραφή από της δικαιοσύνης αυτού και πράξη αδικίαν και αποθάνη εν αυτή, διά την αδικίαν αυτού την οποίαν έπραξε θέλει αποθάνει.
ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ ἀποθάνῃ ἐν τῷ παραπτώματι ᾧ ἐποίησεν ἐν αὐτῷ ἀποθανεῖται
27 Και όταν ο άνομος επιστραφή από της ανομίας αυτού, την οποίαν έπραξε, και πράξη κρίσιν και δικαιοσύνην, ούτος θέλει φυλάξει ζώσαν την ψυχήν αυτού.
καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησεν καὶ ποιήσῃ κρίμα καὶ δικαιοσύνην οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξεν
28 Επειδή εσυλλογίσθη και επέστρεψεν από πασών των ανομιών αυτού, τας οποίας έπραξε, θέλει εξάπαντος ζήσει, δεν θέλει αποθάνει.
καὶ ἀπέστρεψεν ἐκ πασῶν τῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησεν ζωῇ ζήσεται οὐ μὴ ἀποθάνῃ
29 Αλλ' ο οίκος Ισραήλ λέγει, Η οδός του Κυρίου δεν είναι ευθεία· οίκος Ισραήλ, αι οδοί μου δεν είναι ευθείαι; ουχί αι οδοί υμών διεστραμμέναι;
καὶ λέγουσιν ὁ οἶκος τοῦ Ισραηλ οὐ κατορθοῖ ἡ ὁδὸς κυρίου μὴ ἡ ὁδός μου οὐ κατορθοῖ οἶκος Ισραηλ οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ
30 Διά τούτο, οίκος Ισραήλ, θέλω σας κρίνει, έκαστον κατά τας οδούς αυτού, λέγει Κύριος ο Θεός. Μετανοήσατε και επιστρέψατε από πασών των ανομιών υμών, και δεν θέλει είσθαι εις εσάς η ανομία εις απώλειαν.
ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῶ ὑμᾶς οἶκος Ισραηλ λέγει κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας
31 Απορρίψατε αφ' υμών πάσας τας ανομίας υμών, τας οποίας ηνομήσατε εις εμέ, και κάμετε εις εαυτούς νέαν καρδίαν και νέον πνεύμα· και διά τι να αποθάνητε, οίκος Ισραήλ;
ἀπορρίψατε ἀπὸ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν ἃς ἠσεβήσατε εἰς ἐμέ καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν καὶ ἵνα τί ἀποθνῄσκετε οἶκος Ισραηλ
32 Διότι εγώ δεν θέλω τον θάνατον του αποθνήσκοντος, λέγει Κύριος ο Θεός· διά τούτο επιστρέψατε και ζήσατε.
διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνῄσκοντος λέγει κύριος

< Ἰεζεκιήλ 18 >