< Ἰεζεκιήλ 17 >
1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, πρόβαλε αίνιγμα και παροιμιάσθητι παροιμίαν προς τον οίκον Ισραήλ·
υἱὲ ἀνθρώπου διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ισραηλ
3 και ειπέ, Ούτω λέγει Κύριος ο Θεός· Ο αετός ο μέγας ο μεγαλοπτέρυγος, ο μακρός εις την έκτασιν, ο πλήρης πτερών ποικιλοχρόων, ήλθεν εις τον Λίβανον και έλαβε τον υψηλότερον κλάδον της κέδρου·
καὶ ἐρεῖς τάδε λέγει κύριος ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ μακρὸς τῇ ἐκτάσει πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου
4 απέκοψε τα άκρα των τρυφερών αυτού κλάδων και έφερεν αυτά εις γην εμπορικήν· έθεσεν αυτά εις πόλιν εμπόρων.
τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισεν καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανααν εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά
5 Και έλαβεν από του σπέρματος της γης και έθεσεν αυτό εις πεδίον σπόριμον· πλησίον πολλών υδάτων έφερεν αυτό· ως ιτέαν έθεσεν αυτό.
καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ’ ὕδατι πολλῷ ἐπιβλεπόμενον ἔταξεν αὐτό
6 Και εβλάστησε και έγεινεν άμπελος πλατεία, χαμηλή εις το ανάστημα, της οποίας τα κλήματα εστρέφοντο προς αυτόν και αι ρίζαι αυτής ήσαν υποκάτω αυτού· και έγεινεν άμπελος και έκαμε κλήματα και εξέδωκε βλαστούς.
καὶ ἀνέτειλεν καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν τὰ κλήματα αὐτῆς ἐπ’ αὐτὴν καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινεν τὴν ἀναδενδράδα αὐτῆς
7 Ήτο και άλλος αετός μέγας, ο μεγαλοπτέρυγος και πολύπτερος· και ιδού, η άμπελος αύτη εξέτεινε τας ρίζας αυτής προς αυτόν, και ήπλωσε τους κλάδους αυτής προς αυτόν, διά να ποτίση αυτήν διά των αυλακίων της φυτεύσεως αυτής.
καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας μεγαλοπτέρυγος πολὺς ὄνυξιν καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτόν καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς
8 Ήτο πεφυτευμένη εν γη καλή πλησίον υδάτων πολλών, διά να κάμη βλαστούς και να φέρη καρπόν, ώστε να γείνη άμπελος αγαθή.
εἰς πεδίον καλὸν ἐφ’ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπὸν τοῦ εἶναι εἰς ἄμπελον μεγάλην
9 Ειπέ, Ούτω λέγει Κύριος ο Θεός· θέλει ευοδωθή; δεν θέλει ανασπάσει αυτός τας ρίζας αυτής και κόψει τον καρπόν αυτής, ώστε να ξηρανθή; θέλει ξηρανθή κατά πάντα τα φύλλα του βλαστήματος αυτής, χωρίς μάλιστα μεγάλης δυνάμεως ή πολλού λαού, διά να εκσπάση αυτήν εκ των ριζών αυτής.
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνεῖ οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ’ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς
10 Ναι, ιδού, φυτευθείσα θέλει ευοδωθή; δεν θέλει ξηρανθή ολοκλήρως, ως όταν εγγίση αυτήν ο ανατολικός άνεμος; θέλει ξηρανθή εν ταις αύλαξιν όπου εβλάστησε.
καὶ ἰδοὺ πιαίνεται μὴ κατευθυνεῖ οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον τὸν καύσωνα ξηρανθήσεται ξηρασίᾳ σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται
11 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
12 Ειπέ τώρα προς τον οίκον τον αποστάτην· δεν εννοείτε τι δηλούσι ταύτα; ειπέ, Ιδού, ο βασιλεύς της Βαβυλώνος ήλθεν εις Ιερουσαλήμ, και έλαβε τον βασιλέα αυτής και τους άρχοντας αυτής, και έφερεν αυτούς μεθ' εαυτού εις Βαβυλώνα·
υἱὲ ἀνθρώπου εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα οὐκ ἐπίστασθε τί ἦν ταῦτα εἰπόν ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ιερουσαλημ καὶ λήμψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα
13 και έλαβεν από του σπέρματος του βασιλικού και έκαμε συνθήκην μετ' αυτού και έκαμεν αυτόν να ορκισθή· έλαβε και τους δυνατούς του τόπου,
καὶ λήμψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ καὶ τοὺς ἡγουμένους τῆς γῆς λήμψεται
14 διά να ταπεινωθή το βασίλειον, ώστε να μη ανορθωθή, διά να φυλάττη την συνθήκην αυτού, ώστε να στηρίζη αυτήν.
τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν
15 Απεστάτησεν όμως απ' αυτού, εξαποστείλας πρέσβεις εαυτού εις την Αίγυπτον, διά να δώσωσιν εις αυτόν ίππους και λαόν πολύν. Θέλει ευοδωθή; θέλει διασωθή ο πράττων ταύτα; ή παραβαίνων την συνθήκην θέλει διασωθή;
καὶ ἀποστήσεται ἀπ’ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν εἰ κατευθυνεῖ εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία καὶ παραβαίνων διαθήκην εἰ σωθήσεται
16 Ζω εγώ, λέγει Κύριος ο Θεός, βεβαίως εν τω τόπω του βασιλέως του βασιλεύσαντος αυτόν, του οποίου τον όρκον κατεφρόνησε και του οποίου την συνθήκην παρέβη, μετ' αυτού εν μέσω της Βαβυλώνος θέλει τελευτήσει.
ζῶ ἐγώ λέγει κύριος ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν ὃς ἠτίμωσεν τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου μετ’ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει
17 Και δεν θέλει κάμει υπέρ αυτού ουδέν εν τω πολέμω ο Φαραώ, με το δυνατόν στράτευμα και με το μέγα πλήθος, υψόνων προχώματα και οικοδομών προμαχώνας, διά να απολέση πολλάς ψυχάς.
καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδ’ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραω πόλεμον ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς
18 Διότι κατεφρόνησε τον όρκον παραβαίνων την συνθήκην· και ιδού, επειδή, αφού έδωκε την χείρα αυτού, έπραξε πάντα ταύτα, δεν θέλει διασωθή.
καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην καὶ ἰδοὺ δέδωκεν τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ μὴ σωθήσεται
19 Διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ζω εγώ, βεβαίως τον όρκον μου τον οποίον κατεφρόνησε, και την συνθήκην μου την οποίαν παρέβη, κατά της κεφαλής αυτού θέλω ανταποδώσει αυτά.
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ζῶ ἐγὼ ἐὰν μὴ τὴν διαθήκην μου ἣν παρέβη καὶ τὴν ὁρκωμοσίαν μου ἣν ἠτίμωσεν καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ
20 Και θέλω εξαπλώσει το δίκτυόν μου επ' αυτόν και θέλει πιασθή εις τα βρόχιά μου· και θέλω φέρει αυτόν εις Βαβυλώνα, και εκεί θέλω κριθή μετ' αυτού περί της ανομίας αυτού, την οποίαν ηνόμησεν εις εμέ.
καὶ ἐκπετάσω ἐπ’ αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ
21 Και πάντες οι φυγάδες αυτού μετά πάντων των ταγμάτων αυτού θέλουσι πέσει εν μαχαίρα, και οι εναπολειφθέντες θέλουσι διασκορπισθή εις πάντα άνεμον· και θέλετε γνωρίσει ότι εγώ ο Κύριος ελάλησα.
ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος λελάληκα
22 Ούτω λέγει Κύριος ο Θεός· Και θέλω λάβει εγώ εκ του υψηλοτέρου κλάδου της υψηλής κέδρου και φυτεύσει· θέλω κόψει εγώ εκ της κορυφής των νέων αυτού κλώνων ένα τρυφερόν και φυτεύσει επί όρους υψηλού και εξόχου·
διότι τάδε λέγει κύριος καὶ λήμψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ’ ὄρος ὑψηλόν καὶ κρεμάσω αὐτὸν
23 επί του υψηλού όρους του Ισραήλ θέλω φυτεύσει αυτόν, και θέλει εκφέρει κλάδους και καρποφορήσει και θέλει γείνει κέδρος μεγάλη και υποκάτω αυτής θέλουσι κατασκηνώσει παν όρνεον και παν πτηνόν· υπό την σκιάν των κλάδων αυτής θέλουσι κατασκηνώσει.
ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται
24 Και πάντα τα δένδρα του αγρού θέλουσι γνωρίσει, ότι εγώ ο Κύριος εταπείνωσα το δένδρον το υψηλόν, ύψωσα το δένδρον το ταπεινόν, κατεξήρανα το δένδρον το χλωρόν, και έκαμον το δένδρον το ξηρόν να αναθάλλη. Εγώ ο Κύριος ελάλησα και εξετέλεσα.
καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν ἐγὼ κύριος λελάληκα καὶ ποιήσω