< Ἰεζεκιήλ 14 >
1 Και ήλθον προς εμέ τινές εκ των πρεσβυτέρων του Ισραήλ και εκάθησαν έμπροσθέν μου.
καὶ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου
2 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
3 Υιέ ανθρώπου, οι άνδρες ούτοι ανεβίβασαν τα είδωλα αυτών εις τας καρδίας αυτών και έθεσαν το πρόσκομμα της ανομίας αυτών έμπροσθεν του προσώπου αυτών· ήθελον εκζητηθή τωόντι παρ' αυτών;
υἱὲ ἀνθρώπου οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς
4 Διά τούτο λάλησον προς αυτούς και ειπέ προς αυτούς, Ούτω λέγει Κύριος ο Θεός· εις πάντα άνθρωπον εκ του οίκου Ισραήλ, όστις αναβιβάση τα είδωλα αυτού εις την καρδίαν αυτού και θέση το πρόσκομμα της ανομίας αυτού έμπροσθεν του προσώπου αυτού και έλθη προς τον προφήτην, εγώ ο Κύριος θέλω αποκριθή προς αυτόν ερχόμενον, κατά το πλήθος των ειδώλων αυτού·
διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ
5 διά να πιάσω τον οίκον Ισραήλ από της καρδίας αυτών, επειδή πάντες απηλλοτριώθησαν απ' εμού διά των ειδώλων αυτών.
ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν
6 Διά τούτο ειπέ προς τον οίκον Ισραήλ, Ούτω λέγει Κύριος ο Θεός· Μετανοήσατε και επιστρέψατε από των ειδώλων σας και αποστρέψατε τα πρόσωπά σας από πάντων των βδελυγμάτων σας.
διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν
7 Διότι εις πάντα άνθρωπον εκ του οίκου Ισραήλ και εκ των ξένων των παροικούντων εν τω Ισραήλ, όστις απαλλοτριωθή απ' εμού και αναβιβάση τα είδωλα αυτού εις την καρδίαν αυτού και θέση το πρόσκομμα της ανομίας αυτού έμπροσθεν του προσώπου αυτού και έλθη προς τον προφήτην διά να ερωτήση αυτόν περί εμού, εγώ ο Κύριος θέλω αποκριθή προς αυτόν περί εμού·
διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ’ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ
8 και θέλω στήσει το πρόσωπόν μου εναντίον του ανθρώπου εκείνου και θέλω κάμει αυτόν σημείον και παροιμίαν και θέλω εκκόψει αυτόν εκ μέσου του λαού μου· και θέλετε γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
9 Και εάν ο προφήτης πλανηθή και λαλήση λόγον, εγώ ο Κύριος επλάνησα τον προφήτην εκείνον· και θέλω εκτείνει την χείρα μου επ' αυτόν και εξολοθρεύσει αυτόν εκ μέσου του λαού μου Ισραήλ.
καὶ ὁ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ
10 Και θέλουσι λάβει την ποινήν της ανομίας αυτών· η ποινή του προφήτου θέλει είσθαι ως η ποινή του ερωτώντος·
καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται
11 διά να μη αποπλανάται πλέον ο οίκος Ισραήλ απ' εμού, και να μη μιαίνωνται πλέον με πάσας τας παραβάσεις αυτών, αλλά να ήναι λαός μου και εγώ να ήμαι Θεός αυτών, λέγει Κύριος ο Θεός.
ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ισραηλ ἀπ’ ἐμοῦ καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν λέγει κύριος
12 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
13 Υιέ ανθρώπου, όταν γη τις αμαρτήση εις εμέ με παράβασιν βαρείαν, τότε θέλω εκτείνει την χείρα μου επ' αυτήν και συντρίψει το υποστήριγμα του άρτου αυτής, και θέλω εξαποστείλει την πείναν εναντίον αυτής και εκκόψει άνθρωπον και κτήνος απ' αυτής·
υἱὲ ἀνθρώπου γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ’ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη
14 και εάν οι τρεις ούτοι άνδρες, Νώε, Δανιήλ και Ιώβ, ήσαν εν μέσω αυτής, μόνοι ούτοι ήθελον σώσει τας ψυχάς αυτών διά την δικαιοσύνην αυτών, λέγει Κύριος ο Θεός.
καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται λέγει κύριος
15 Και εάν ήθελον επιφέρει κατά της γης θηρία κακά και έφθειρον αυτήν, ώστε να αφανισθή, ώστε να μη δύναταί τις να περάση δι' αυτής εξ αιτίας των θηρίων,
ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων
16 και οι τρεις ούτοι άνδρες ευρίσκοντο εν μέσω αυτής, ζω εγώ, λέγει Κύριος ο Θεός, δεν ήθελον σώσει ούτε υιούς ούτε θυγατέρας· μόνοι ούτοι ήθελον σωθή, η δε γη ήθελεν αφανισθή.
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι ζῶ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ’ ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον
17 Η και εάν ήθελον επιφέρει ρομφαίαν επί την γην εκείνην και ειπεί, Ρομφαία, δίελθε διά της γης, ώστε να εκκόψω απ' αυτής άνθρωπον και κτήνος,
ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τῆς γῆς καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
18 και οι τρεις ούτοι άνδρες ευρίσκοντο εν μέσω αυτής, ζω εγώ, λέγει Κύριος ο Θεός, δεν ήθελον σώσει υιούς και θυγατέρας αλλ' αυτοί μόνοι ήθελον σωθή.
καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται
19 Η εάν ήθελον επιφέρει θανατικόν επί την γην εκείνην και εκχέει την οργήν μου επ' αυτήν με αίμα, ώστε να εκκόψω απ' αυτής άνθρωπον και κτήνος,
ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ’ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
20 και ευρίσκοντο εν μέσω αυτής Νώε, Δανιήλ και Ιώβ, ζω εγώ, λέγει Κύριος ο Θεός, δεν ήθελον σώσει ούτε υιόν ούτε θυγατέρα· ούτοι μόνοι ήθελον σώσει τας ψυχάς αυτών διά την δικαιοσύνην αυτών.
καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν
21 Διότι ούτω λέγει Κύριος ο Θεός· Πόσω μάλλον λοιπόν, όταν εξαποστείλω τας τέσσαρας δεινάς κρίσεις μου επί της Ιερουσαλήμ, την ρομφαίαν και την πείναν και τα κακά θηρία και το θανατικόν, ώστε να εκκόψω απ' αυτής άνθρωπον και κτήνος;
τάδε λέγει κύριος ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
22 Πλην ιδού, θέλουσι μένει εν αυτή λείψανα τινά, διασεσωσμένοι τινές, υιοί και θυγατέρες· ιδού, ούτοι θέλουσιν εξέλθει προς εσάς και θέλετε ιδεί τας οδούς αυτών και τας πράξεις αυτών· και θέλετε παρηγορηθή διά τα κακά, τα οποία επέφερα επί την Ιερουσαλήμ, διά πάντα όσα επέφερα επ' αυτήν.
καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπ’ αὐτήν
23 Και ούτοι θέλουσι σας παρηγορήσει, όταν ίδητε τας οδούς αυτών και τας πράξεις αυτών· και θέλετε γνωρίσει ότι εγώ δεν έκαμον χωρίς αιτίας πάντα όσα έκαμον εν αυτή, λέγει Κύριος ο Θεός.
καὶ παρακαλέσουσιν ὑμᾶς διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ λέγει κύριος