< Ἰεζεκιήλ 13 >
1 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2 Υιέ ανθρώπου, προφήτευσον επί τους προφήτας του Ισραήλ τους προφητεύοντας και ειπέ προς τους προφητεύοντας εξ ιδίας αυτών καρδίας, Ακούσατε τον λόγον του Κυρίου.
υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ισραηλ καὶ προφητεύσεις καὶ ἐρεῖς πρὸς αὐτούς ἀκούσατε λόγον κυρίου
3 Ούτω λέγει Κύριος ο Θεός· Ουαί εις τους προφήτας τους μωρούς, τους περιπατούντας οπίσω του πνεύματος αυτών, και δεν είδον ουδεμίαν όρασιν.
τάδε λέγει κύριος οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν
4 Ισραήλ, οι προφήταί σου είναι ως αι αλώπεκες εν ταις ερήμοις.
οἱ προφῆταί σου Ισραηλ ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις
5 Δεν ανέβητε εις τας χαλάστρας ουδέ ανεγείρατε τα περιφράγματα υπέρ του οίκου Ισραήλ, διά να σταθή εν τη μάχη την ημέραν του Κυρίου.
οὐκ ἔστησαν ἐν στερεώματι καὶ συνήγαγον ποίμνια ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ οὐκ ἀνέστησαν οἱ λέγοντες ἐν ἡμέρᾳ κυρίου
6 Είδον ματαιότητας και μαντείας ψευδείς, αίτινες λέγουσιν, Ο Κύριος λέγει· και ο Κύριος δεν απέστειλεν αυτούς· και έκαμον τους ανθρώπους να ελπίζωσιν ότι ο λόγος αυτών ήθελε πληρωθή.
βλέποντες ψευδῆ μαντευόμενοι μάταια οἱ λέγοντες λέγει κύριος καὶ κύριος οὐκ ἀπέσταλκεν αὐτούς καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον
7 Δεν είδετε οράσεις ματαίας και ελαλήσατε μαντείας ψευδείς και λέγετε, Ο Κύριος είπεν, ενώ εγώ δεν ελάλησα;
οὐχ ὅρασιν ψευδῆ ἑωράκατε καὶ μαντείας ματαίας εἰρήκατε
8 Όθεν ούτω λέγει Κύριος ο Θεός· Επειδή ελαλήσατε ματαιότητας και είδετε ψεύδη, διά τούτο, ιδού, εγώ είμαι εναντίον σας, λέγει Κύριος ο Θεός.
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ἀνθ’ ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ’ ὑμᾶς λέγει κύριος
9 Και η χειρ μου θέλει είσθαι επί τους προφήτας τους βλέποντας ματαιότητας και μαντεύοντας ψεύδη· δεν θέλουσιν είσθαι εν τη βουλή του λαού μου και εν τη καταγραφή του οίκου του Ισραήλ δεν θέλουσι καταγραφή ουδέ θέλουσιν εισέλθει εις γην Ισραήλ, και θέλετε γνωρίσει ότι εγώ είμαι Κύριος ο Θεός.
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας ψευδῆ καὶ τοὺς ἀποφθεγγομένους μάταια ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται οὐδὲ ἐν γραφῇ οἴκου Ισραηλ οὐ γραφήσονται καὶ εἰς τὴν γῆν τοῦ Ισραηλ οὐκ εἰσελεύσονται καὶ γνώσονται διότι ἐγὼ κύριος
10 Επειδή, ναι, επειδή επλάνησαν τον λαόν μου, λέγοντες, Ειρήνη· και δεν υπάρχει ειρήνη· και ο εις έκτιζε τοίχον και ιδού, οι άλλοι περιήλειφον αυτόν με πηλόν αμάλακτον·
ἀνθ’ ὧν τὸν λαόν μου ἐπλάνησαν λέγοντες εἰρήνη εἰρήνη καὶ οὐκ ἦν εἰρήνη καὶ οὗτος οἰκοδομεῖ τοῖχον καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν εἰ πεσεῖται
11 ειπέ προς τους αλείφοντας με πηλόν αμάλακτον, ότι θέλει πέσει· θέλει γείνει βροχή κατακλύζουσα· και σεις, λίθοι χαλάζης, θέλετε πέσει κατ' αυτού και άνεμος θυελλώδης θέλει σχίσει αυτόν.
εἰπὸν πρὸς τοὺς ἀλείφοντας πεσεῖται καὶ ἔσται ὑετὸς κατακλύζων καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτῶν καὶ πεσοῦνται καὶ πνεῦμα ἐξαῖρον καὶ ῥαγήσεται
12 Ιδού, όταν ο τοίχος πέση, δεν θέλουσιν ειπεί προς εσάς, Που είναι αλοιφή, με την οποίαν ηλείψατε αυτόν;
καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος καὶ οὐκ ἐροῦσιν πρὸς ὑμᾶς ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν ἣν ἠλείψατε
13 Διά τούτο, ούτω λέγει Κύριος ο Θεός· θέλω εξάπαντος σχίσει αυτόν εν τη οργή μου δι' ανέμου θυελλώδους· και εν τω θυμώ μου θέλει γείνει βροχή κατακλύζουσα και εν τη οργή μου λίθοι φοβεράς χαλάζης, διά να καταστρέψωσιν αυτόν.
διὰ τοῦτο τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμοῦ καὶ ὑετὸς κατακλύζων ἐν ὀργῇ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμῷ ἐπάξω εἰς συντέλειαν
14 Και θέλω ανατρέψει τον τοίχον, τον οποίον ηλείψατε με πηλόν αμάλακτον και θέλω κατεδαφίσει αυτόν, και θέλουσιν ανακαλυφθή τα θεμέλια αυτού, και θέλει πέσει και σεις θέλετε συναπολεσθή εν μέσω αυτού, και θέλετε γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ κατασκάψω τὸν τοῖχον ὃν ἠλείψατε καὶ πεσεῖται καὶ θήσω αὐτὸν ἐπὶ τὴν γῆν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτοῦ καὶ πεσεῖται καὶ συντελεσθήσεσθε μετ’ ἐλέγχων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
15 Και θέλω συντελέσει τον θυμόν μου επί τον τοίχον και επί τους αλείψαντας αυτόν με πηλόν αμάλακτον, και θέλω ειπεί προς εσάς, Ο τοίχος δεν υπάρχει ουδέ οι αλείψαντες αυτόν,
καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοῖχον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν καὶ πεσεῖται καὶ εἶπα πρὸς ὑμᾶς οὐκ ἔστιν ὁ τοῖχος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν
16 οι προφήται του Ισραήλ, οι προφητεύοντες περί της Ιερουσαλήμ και βλέποντες οράματα ειρήνης περί αυτής, και δεν υπάρχει ειρήνη, λέγει Κύριος ο Θεός.
προφῆται τοῦ Ισραηλ οἱ προφητεύοντες ἐπὶ Ιερουσαλημ καὶ οἱ ὁρῶντες αὐτῇ εἰρήνην καὶ εἰρήνη οὐκ ἔστιν λέγει κύριος
17 Και συ, υιέ ανθρώπου, στήριξον το πρόσωπόν σου επί τας θυγατέρας του λαού σου, τας προφητευούσας εξ ιδίας αυτών καρδίας· και προφήτευσον κατ' αυτών,
καὶ σύ υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου τὰς προφητευούσας ἀπὸ καρδίας αὐτῶν καὶ προφήτευσον ἐπ’ αὐτὰς
18 και ειπέ, Ούτω λέγει Κύριος ο Θεός· Ουαί εις εκείνας, αίτινες συρράπτουσι προσκεφάλαια διά πάντα αγκώνα χειρός και κάμνουσι καλύπτρας επί την κεφαλήν πάσης ηλικίας, διά να δελεάζωσι ψυχάς. Τας ψυχάς του λαού μου δελεάζετε και θέλετε σώσει τας εαυτών ψυχάς;
καὶ ἐρεῖς τάδε λέγει κύριος οὐαὶ ταῖς συρραπτούσαις προσκεφάλαια ἐπὶ πάντα ἀγκῶνα χειρὸς καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας τοῦ διαστρέφειν ψυχάς αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου καὶ ψυχὰς περιεποιοῦντο
19 Και θέλετε με βεβηλόνει μεταξύ του λαού μου διά μίαν δράκα κριθής και διά κομμάτια άρτου, ώστε να θανατόνητε ψυχάς αίτινες δεν έπρεπε να αποθάνωσι, και να σώζητε ψυχάς αίτινες δεν έπρεπε να ζώσι, ψευδόμεναι προς τον λαόν μου, τον ακούοντα ψεύδη;
καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν καὶ ἕνεκεν κλασμάτων ἄρτου τοῦ ἀποκτεῖναι ψυχάς ἃς οὐκ ἔδει ἀποθανεῖν καὶ τοῦ περιποιήσασθαι ψυχάς ἃς οὐκ ἔδει ζῆσαι ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα
20 διά τούτο ούτω λέγει Κύριος ο Θεός· Ιδού, εγώ είμαι εναντίον εις τα προσκεφάλαιά σας, με τα οποία δελεάζετε τας ψυχάς, διά να πετώσι προς εσάς, και θέλω διαρρήξει αυτά από των βραχιόνων σας, και θέλω αφήσει τας ψυχάς να φύγωσι, τας ψυχάς τας οποίας σεις δελεάζετε διά να πετώσι προς εσάς.
διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν ἐφ’ ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχάς καὶ διαρρήξω αὐτὰ ἀπὸ τῶν βραχιόνων ὑμῶν καὶ ἐξαποστελῶ τὰς ψυχάς ἃς ὑμεῖς ἐκστρέφετε τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν
21 Και θέλω διαρρήξει τας καλύπτρας σας και ελευθερώσει τον λαόν μου εκ της χειρός σας, και δεν θέλουσιν είσθαι πλέον εις την χείρα σας διά να δελεάζωνται· και θέλετε γνωρίσει ότι εγώ είμαι ο Κύριος.
καὶ διαρρήξω τὰ ἐπιβόλαια ὑμῶν καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν καὶ οὐκέτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφήν καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
22 Διότι με τα ψεύδη εθλίψατε την καρδίαν του δικαίου, τον οποίον εγώ δεν ελύπησα· και ενισχύσατε τας χείρας του κακούργου, ώστε να μη επιστρέψη από της οδού αυτού της πονηράς, διά να σώσω την ζωήν αυτού.
ἀνθ’ ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν καὶ τοῦ κατισχῦσαι χεῖρας ἀνόμου τὸ καθόλου μὴ ἀποστρέψαι ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆσαι αὐτόν
23 Διά τούτο δεν θέλετε ιδεί πλέον ματαιότητα και δεν θέλετε μαντεύσει μαντείας· και θέλω ελευθερώσει τον λαόν μου εκ της χειρός σας· και θέλετε γνωρίσει έτι εγώ είμαι ο Κύριος.
διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος