< Ἰεζεκιήλ 11 >

1 Και με ανέλαβε το πνεύμα και με έφερεν εις την ανατολικήν πύλην του οίκου του Κυρίου, την βλέπουσαν προς ανατολάς· και ιδού, εν τη θύρα της πύλης εικοσιπέντε άνδρες, και μεταξύ αυτών είδον τον Ιααζανίαν υιόν του Αζώρ και τον Φελατίαν υιόν του Βεναΐα, άρχοντας του λαού.
καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν Ιεζονιαν τὸν τοῦ Εζερ καὶ Φαλτιαν τὸν τοῦ Βαναιου τοὺς ἀφηγουμένους τοῦ λαοῦ
2 Και είπε Κύριος προς εμέ, Υιέ ανθρώπου, ούτοι είναι οι άνδρες οι διαλογιζόμενοι αδικίαν και συμβουλεύοντες κακήν συμβουλήν εις την πόλιν ταύτην,
καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ
3 οι λέγοντες, Δεν είναι πλησίον· ας κτίσωμεν οικίας· αύτη η πόλις είναι ο λέβης και ημείς το κρέας.
οἱ λέγοντες οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι αὕτη ἐστὶν ὁ λέβης ἡμεῖς δὲ τὰ κρέα
4 Διά τούτο προφήτευσον εναντίον αυτών, προφήτευσον, υιέ ανθρώπου.
διὰ τοῦτο προφήτευσον ἐπ’ αὐτούς προφήτευσον υἱὲ ἀνθρώπου
5 Και πνεύμα Κυρίου έπεσεν επ' εμέ και μοι είπε, Λάλησον Ούτω λέγει Κύριος· κατά τούτον τον τρόπον ελαλήσατε, οίκος Ισραήλ διότι τα διαβούλια του πνεύματός σας, εγώ εξεύρω αυτά.
καὶ ἔπεσεν ἐπ’ ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με λέγε τάδε λέγει κύριος οὕτως εἴπατε οἶκος Ισραηλ καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι
6 Επληθύνατε τους πεφονευμένους σας εν τη πόλει ταύτη, και εγεμίσατε τας οδούς αυτής από πεφονευμένων.
ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν
7 Όθεν ούτω λέγει Κύριος ο Θεός οι πεφονευμένοι σας, τους οποίους εθέσατε εν μέσω αυτής, ούτοι είναι το κρέας και αύτη η πόλις ο λέβης· σας όμως θέλω εκβάλει εκ μέσου αυτής.
διὰ τοῦτο τάδε λέγει κύριος τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς οὗτοί εἰσιν τὰ κρέα αὐτὴ δὲ ὁ λέβης ἐστίν καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς
8 Την μάχαιραν εφοβήθητε· και μάχαιραν θέλω φέρει εφ' υμάς, λέγει Κύριος ο Θεός.
ῥομφαίαν φοβεῖσθε καὶ ῥομφαίαν ἐπάξω ἐφ’ ὑμᾶς λέγει κύριος
9 Και θέλω σας εκβάλει εκ μέσου αυτής και θέλω σας παραδώσει εις χείρας αλλοφύλων· και θέλω εκτελέσει εφ' υμάς κρίσεις.
καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα
10 Υπό ρομφαίας θέλετε πέσει· εν τοις ορίοις του Ισραήλ θέλω σας κρίνει· και θέλετε γνωρίσει ότι εγώ είμαι ο Κύριος.
ἐν ῥομφαίᾳ πεσεῖσθε ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
11 Η πόλις αύτη δεν θέλει είσθαι εις εσάς ο λέβης ουδέ σεις θέλετε είσθαι εν μέσω αυτής το κρέας εν τοις ορίοις του Ισραήλ θέλω σας κρίνει
αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα ἐπὶ τῶν ὁρίων τοῦ Ισραηλ κρινῶ ὑμᾶς
12 και θέλετε γνωρίσει ότι εγώ είμαι ο Κύριος· διότι δεν περιεπατήσατε εν τοις διατάγμασί μου ουδέ εξετελέσατε τας κρίσεις μου, αλλ' επράξατε κατά τας κρίσεις των εθνών των κύκλω υμών.
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
13 Ενώ δ' εγώ προεφήτευον, απέθανεν ο Φελατίας ο υιός του Βεναΐα. Τότε έπεσον επί πρόσωπόν μου και ανεβόησα μετά φωνής μεγάλης και είπα, Οίμοι, Κύριε Θεέ συντέλειαν θέλεις να κάμης συ του υπολοίπου του Ισραήλ;
καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ Φαλτιας ὁ τοῦ Βαναιου ἀπέθανεν καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα οἴμμοι οἴμμοι κύριε εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ Ισραηλ
14 Και έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
15 Υιέ ανθρώπου, οι αδελφοί σου, οι αδελφοί σου, οι άνδρες της συγγενείας σου, και σύμπας ο οίκος Ισραήλ, είναι εκείνοι προς τους οποίους είπον οι κατοικούντες την Ιερουσαλήμ, Απομακρύνθητε από του Κυρίου εις ημάς εδόθη αύτη η γη διά κληρονομίαν.
υἱὲ ἀνθρώπου οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ Ισραηλ συντετέλεσται οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες Ιερουσαλημ μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν
16 Διά τούτο ειπέ, Ούτω λέγει Κύριος ο Θεός· Αν και απέρριψα αυτούς μακράν μεταξύ των εθνών, αν και διεσκόρπισα αυτούς εις τους τόπους, θέλω είσθαι όμως εις αυτούς ως μικρόν αγιαστήριον, εν τοις τόποις όπου υπάγωσι.
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ
17 Διά τούτο ειπέ, Ούτω λέγει Κύριος ο Θεός· Και θέλω σας συναθροίσει από των λαών και θέλω σας συνάξει εκ των τόπων όπου ήσθε διεσκορπισμένοι και θέλω σας δώσει την γην Ισραήλ.
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ Ισραηλ
18 Και ελθόντες εκεί θέλουσι σηκώσει απ' αυτής πάντα τα βδελύγματα αυτής και πάντα τα μιαρά αυτής.
καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς
19 Και θέλω δώσει εις αυτούς καρδίαν μίαν και πνεύμα νέον θέλω βάλει εν υμίν· και αποσπάσας την λιθίνην καρδίαν από της σαρκός αυτών θέλω δώσει εις αυτούς καρδίαν σαρκίνην,
καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην
20 διά να περιπατώσιν εν τοις διατάγμασί μου και να φυλάττωσι τας κρίσεις μου και να εκτελώσιν αυτάς· και θέλουσιν είσθαι λαός μου και εγώ θέλω είσθαι Θεός αυτών.
ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν
21 Εκείνων δε των οποίων η καρδία περιπατεί κατά την επιθυμίαν των βδελυγμάτων αυτών και των μιαρών αυτών, τας οδούς τούτων θέλω ανταποδώσει κατά της κεφαλής αυτών, λέγει Κύριος ο Θεός.
καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα λέγει κύριος
22 Τότε τα χερουβείμ ύψωσαν τας πτέρυγας αυτών και οι τροχοί ανέβαινον πλησίον αυτών· και η δόξα του Θεού του Ισραήλ ήτο επ' αυτών υπεράνωθεν.
καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἡ δόξα θεοῦ Ισραηλ ἐπ’ αὐτὰ ὑπεράνω αὐτῶν
23 Και η δόξα του Κυρίου ανέβη εκ μέσου της πόλεως και εστάθη επί το όρος το προς ανατολάς της πόλεως.
καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους ὃ ἦν ἀπέναντι τῆς πόλεως
24 Και με ανέλαβε το πνεύμα και δι' οράματος με έφερεν εν πνεύματι Θεού εις την γην των Χαλδαίων, προς τους αιχμαλώτους. Τότε το όραμα, το οποίον είδον, απήλθεν απ' εμού.
καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως ἧς εἶδον
25 Και ελάλησα προς τους αιχμαλώτους πάντα τα πράγματα όσα έδειξεν ο Κύριος εις εμέ.
καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου οὓς ἔδειξέν μοι

< Ἰεζεκιήλ 11 >