< Ἔξοδος 9 >
1 Και είπε Κύριος προς τον Μωϋσήν, Ύπαγε προς τον Φαραώ και ειπέ προς αυτόν, Ούτω λέγει Κύριος ο Θεός των Εβραίων. Εξαπόστειλον τον λαόν μου, διά να με λατρεύση·
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν
2 διότι, εάν δεν θέλης να εξαποστείλης και εάν έτι κρατής αυτούς,
εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου ἀλλ’ ἔτι ἐγκρατεῖς αὐτοῦ
3 ιδού, η χειρ του Κυρίου θέλει είσθαι επί τα κτήνη σου τα εν τω αγρώ, επί τους ίππους, επί τους όνους, επί τας καμήλους, επί τους βόας, και επί τα πρόβατα· θανατικόν βαρύ σφόδρα·
ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα
4 και θέλει κάμει ο Κύριος διάκρισιν μεταξύ των κτηνών του Ισραήλ και των κτηνών των Αιγυπτίων· και εκ πάντων των ανηκόντων εις τους υιούς Ισραήλ δεν θέλει αποθάνει ουδέ εν.
καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν
5 Και διώρισεν ο Κύριος καιρόν, λέγων, Αύριον θέλει κάμει ο Κύριος το πράγμα τούτο εν τη γη.
καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων ἐν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς
6 Και έκαμεν ο Κύριος το πράγμα τούτο την επαύριον, και απέθανον πάντα τα κτήνη των Αιγυπτίων· εκ δε των κτηνών των υιών Ισραήλ δεν απέθανεν ουδέ εν.
καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν
7 Και απέστειλεν ο Φαραώ να ίδωσι, και ιδού, εκ των κτηνών του Ισραήλ δεν απέθανεν ουδέ έν· και εσκληρύνθη η καρδία του Φαραώ και δεν εξαπέστειλε τον λαόν.
ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐδέν ἐβαρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν
8 Τότε είπεν ο Κύριος προς τον Μωϋσήν και προς τον Ααρών, Γεμίσατε τας χείρας σας από στάκτην καμίνου και ας σκορπίση αυτήν ο Μωϋσής προς τον ουρανόν έμπροσθεν του Φαραώ·
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ
9 και θέλει γείνει λεπτός κονιορτός εφ' όλην την γην της Αιγύπτου· και θέλει γείνει επί τους ανθρώπους και επί τα κτήνη καύσις αναδιδούσα ελκώδη εξανθήματα καθ' όλην την γην της Αιγύπτου.
καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου
10 Έλαβον λοιπόν την στάκτην της καμίνου και εστάθησαν ενώπιον του Φαραώ· και εσκόρπισεν αυτήν ο Μωϋσής προς τον ουρανόν, και έγεινε καύσις αναδιδούσα ελκώδη εξανθήματα επί τους ανθρώπους και επί τα κτήνη·
καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν
11 και δεν ηδύναντο οι μάγοι να σταθώσιν έμπροσθεν του Μωϋσέως εξ αιτίας της καύσεως· διότι η καύσις ήτο επί τους μάγους και επί πάντας τους Αιγυπτίους.
καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτου
12 Εσκλήρυνε δε Κύριος την καρδίαν του Φαραώ, και δεν εισήκουσεν εις αυτούς, καθώς ελάλησε Κύριος προς τον Μωϋσήν.
ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν κύριος
13 Και είπε Κύριος προς τον Μωϋσήν, Σηκώθητι ενωρίς το πρωΐ και παραστάθητι έμπροσθεν του Φαραώ και ειπέ προς αυτόν, ούτω λέγει Κύριος ο Θεός των Εβραίων· Εξαπόστειλον τον λαόν μου, διά να με λατρεύση·
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι
14 διότι ταύτην την φοράν εγώ εξαποστέλλω πάσας μου τας πληγάς επί την καρδίαν σου και επί τους θεράποντάς σου και επί τον λαόν σου· διά να γνωρίσης ότι δεν είναι ουδείς όμοιός μου εν πάση τη γή·
ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἵν’ εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ
15 επειδή τώρα θέλω εκτείνει την χείρα μου και θέλω πατάξει σε και τον λαόν σου με θανατικόν, και θέλεις απολεσθή από της γής·
νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου θανάτῳ καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς
16 και διά τούτο βεβαίως σε διετήρησα, διά να δείξω εν σοι την δύναμίν μου και να κηρυχθή το όνομά μου εν πάση τη γή·
καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
17 ότι επεγείρεσαι κατά του λαού μου, διά να μη εξαποστείλης αυτόν;
ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς
18 ιδού, αύριον περί την ώραν ταύτην θέλω βρέξει χάλαζαν βαρείαν σφόδρα, οποία δεν έγεινε ποτέ εν τη Αιγύπτω αφ' ης ημέρας εθεμελιώθη μέχρι του νύν·
ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης
19 τώρα λοιπόν απόστειλον να συνάξης τα κτήνη σου και πάντα όσα έχεις εν τοις αγροίς· διότι πας άνθρωπος και ζώον, το οποίον ευρεθή εν τοις αγροίς και δεν φερθή εις οικίαν, και η χάλαζα καταβή επ' αυτά, θέλουσιν αποθάνει.
νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν πέσῃ δὲ ἐπ’ αὐτὰ ἡ χάλαζα τελευτήσει
20 Όστις εκ των θεραπόντων του Φαραώ εφοβήθη τον λόγον του Κυρίου, συνήγαγε ταχέως εις τας οικίας τους δούλους αυτού και τα κτήνη αυτού·
ὁ φοβούμενος τὸ ῥῆμα κυρίου τῶν θεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους
21 όστις όμως δεν επρόσεξεν εις τον λόγον του Κυρίου, αφήκε τους δούλους αυτού και τα κτήνη αυτού εν τοις αγροίς.
ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις
22 Και είπε Κύριος προς τον Μωϋσήν, Έκτεινον την χείρα σου προς τον ουρανόν, και θέλει γείνει χάλαζα εφ' όλην την γην της Αιγύπτου, επί ανθρώπους και επί κτήνη και επί πάντα χόρτον του αγρού εν τη γη της Αιγύπτου.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς
23 Και εξέτεινεν ο Μωϋσής την ράβδον αυτού προς τον ουρανόν, και ο Κύριος έπεμψε βροντάς και χάλαζαν και διέτρεχε το πυρ επί την γήν· και ο Κύριος έβρεξε χάλαζαν επί την γην της Αιγύπτου·
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου
24 ώστε ήτο χάλαζα και πυρ φλογίζον εν τη χαλάζη, χάλαζα βαρεία, οποία δεν έγεινε ποτέ εφ' όλην την γην της Αιγύπτου, αφού κατεστάθη έθνος.
ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ οὗ γεγένηται ἐπ’ αὐτῆς ἔθνος
25 Και επάταξεν η χάλαζα εν πάση τη γη της ιγύπτου παν το εν τοις αγροίς, από ανθρώπου έως κτήνους· και πάντα τον χόρτον του αγρού επάταξεν η χάλαζα και πάντα τα δένδρα του αγρού συνέτριψε.
ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα
26 Μόνον εν τη γη Γεσέν, όπου ήσαν οι υιοί Ισραήλ, δεν έγεινε χάλαζα.
πλὴν ἐν γῇ Γεσεμ οὗ ἦσαν οἱ υἱοὶ Ισραηλ οὐκ ἐγένετο ἡ χάλαζα
27 Τότε ο Φαραώ αποστείλας εκάλεσε τον Μωϋσήν και τον Ααρών και είπε προς αυτούς, Ταύτην την φοράν ημάρτησα· ο Κύριος είναι δίκαιος· εγώ δε και ο λαός μου είμεθα ασεβείς·
ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυσῆν καὶ Ααρων καὶ εἶπεν αὐτοῖς ἡμάρτηκα τὸ νῦν ὁ κύριος δίκαιος ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς
28 δεήθητε του Κυρίου, ώστε να παύσωσι του να γίνωνται βρονταί Θεού και χάλαζα· και εγώ θέλω σας εξαποστείλει, και δεν θέλετε μείνει πλέον.
εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ καὶ ἐξαποστελῶ ὑμᾶς καὶ οὐκέτι προσθήσεσθε μένειν
29 Και είπεν ο Μωϋσής προς αυτόν, καθώς εξέλθω εκ της πόλεως, θέλω εκτείνει τας χείρας μου προς τον Κύριον· αι βρονταί θέλουσι παύσει και χάλαζα δεν θέλει είσθαι πλέον· διά να γνωρίσης ότι του Κυρίου είναι η γή·
εἶπεν δὲ αὐτῷ Μωυσῆς ὡς ἂν ἐξέλθω τὴν πόλιν ἐκπετάσω τὰς χεῖράς μου πρὸς κύριον καὶ αἱ φωναὶ παύσονται καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ
30 πλην συ και οι θεράποντές σου, εξεύρω ότι ακόμη δεν θέλετε φοβηθή από προσώπου Κυρίου του Θεού.
καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον
31 Εκτυπήθησαν δε το λινάριον και η κριθή· διότι η κριθή ήτο σταχυωμένη και το λινάριον καλαμωμένον·
τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη ἡ γὰρ κριθὴ παρεστηκυῖα τὸ δὲ λίνον σπερματίζον
32 ο σίτος όμως και η ζέα δεν εκτυπήθησαν, διότι ήσαν όψιμα.
ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη ὄψιμα γὰρ ἦν
33 Και εξήλθεν ο Μωϋσής έξω της πόλεως από του Φαραώ και εξέτεινε τας χείρας αυτού προς τον Κύριον· και αι βρονταί και η χάλαζα έπαυσαν και βροχή δεν έσταξε πλέον επί της γης.
ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν
34 Και ότε είδεν ο Φαραώ ότι έπαυσεν η βροχή και η χάλαζα και αι βρονταί, εξηκολούθησε να αμαρτάνη και εσκλήρυνε την καρδίαν αυτού, αυτός και οι θεράποντες αυτού.
ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ
35 Και εσκληρύνθη η καρδία του Φαραώ και δεν εξαπέστειλε τους υιούς Ισραήλ, καθώς ελάλησε Κύριος διά του Μωϋσέως.
καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ καθάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ