< Ἔξοδος 6 >

1 Και είπε Κύριος προς τον Μωϋσήν, Τώρα θέλεις ιδεί τι θέλω κάμει εις τον Φαραώ· διότι διά χειρός κραταιάς θέλει εξαποστείλει αυτούς· και διά χειρός κραταιάς θέλει εκδιώξει αυτούς εκ της γης αυτού.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ
2 Ο Θεός ελάλησεν έτι προς τον Μωϋσήν και είπε προς αυτόν, Εγώ είμαι ο Κυριος·
ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος
3 και εφάνην εις τον Αβραάμ, εις τον Ισαάκ και εις τον Ιακώβ, με το όνομα, Θεός Παντοκράτωρ· δεν εγνωρίσθην όμως εις αυτούς με το όνομά μου Ιεοβά·
καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς
4 και έτι έστησα προς αυτούς την διαθήκην μου, να δώσω εις αυτούς την γην Χαναάν την γην της παροικίας αυτών, εν ή παρώκησαν·
καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς
5 εγώ προσέτι ήκουσα τους στεναγμούς των υιών Ισραήλ διά την υπό των Αιγυπτίων καταδούλωσιν αυτών· και ενεθυμήθην την διαθήκην μου·
καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν
6 διά τούτο ειπέ προς τους υιούς Ισραήλ, Εγώ είμαι ο Κύριος· και θέλω σας εκβάλει υποκάτωθεν των φορτίων των Αιγυπτίων και θέλω σας ελευθερώσει από της δουλείας αυτών και θέλω σας λυτρώσει με βραχίονα εξηπλωμένον και με κρίσεις μεγάλας·
βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ
7 και θέλω σας λάβει εις εμαυτόν διά λαόν μου και θέλω είσθαι Θεός υμών· και θέλετε γνωρίσει ότι εγώ είμαι Κύριος ο Θεός υμών, όστις σας εκβάλλω υποκάτωθεν των φορτίων των Αιγυπτίων·
καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων
8 και θέλω σας φέρει εις την γην, περί της οποίας ύψωσα την χείρα μου, ότι θέλω δώσει αυτήν εις τον Αβραάμ, εις τον Ισαάκ και εις τον Ιακώβ· και θέλω σας δώσει αυτήν εις κληρονομίαν. Εγώ ο Κύριος.
καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος
9 Και ελάλησεν ο Μωϋσής ούτω προς τους υιούς Ισραήλ· αλλά δεν εισήκουσαν εις τον Μωϋσήν, διά την στενοχωρίαν της ψυχής αυτών και διά την σκληράν δουλείαν.
ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν
10 Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων
11 Είσελθε, λάλησον προς Φαραώ, τον βασιλέα της Αιγύπτου, διά να εξαποστείλη τους υιούς Ισραήλ εκ της γης αυτού.
εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ
12 Και ελάλησεν ο Μωϋσής ενώπιον του Κυρίου, λέγων, Ιδού, οι υιοί Ισραήλ δεν μου εισήκουσαν· και πως θέλει μου εισακούσει ο Φαραώ, και εγώ είμαι απερίτμητος τα χείλη;
ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου Φαραω ἐγὼ δὲ ἄλογός εἰμι
13 και ελάλησε Κύριος προς τον Μωϋσήν και προς τον Ααρών και απέστειλεν αυτούς προς τους υιούς Ισραήλ και προς Φαραώ τον βασιλέα της Αιγύπτου, διά να εξαγάγωσι τους υιούς Ισραήλ εκ γης Αιγύπτου.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
14 Ούτοι είναι οι αρχηγοί των οίκων των πατριών αυτών· Οι υιοί του Ρουβήν, του πρωτοτόκου του Ισραήλ, Ανώχ και Φαλλού, Εσρών και Χαρμί· αύται είναι αι συγγένειαι του Ρουβήν.
καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι αὕτη ἡ συγγένεια Ρουβην
15 Και οι υιοί του Συμεών, Ιεμουήλ και Ιαμείν και Αώδ και Ιαχείν και Σωάρ και Σαούλ υιός Χανανίτιδος· αύται είναι αι συγγένειαι του Συμεών.
καὶ υἱοὶ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων
16 Τα δε ονόματα των υιών του Λευΐ κατά τας γενεάς αυτών είναι ταύτα· Γηρσών και Καάθ και Μεραρί· και τα έτη της ζωής του Λευΐ έγειναν εκατόν τριάκοντα επτά έτη.
καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά
17 Οι υιοί του Γηρσών, Λιβνί και Σεμεΐ, κατά τας συγγενείας αυτών.
καὶ οὗτοι υἱοὶ Γεδσων Λοβενι καὶ Σεμεϊ οἶκοι πατριᾶς αὐτῶν
18 Και οι υιοί του Καάθ, Αμράμ και Ισαάρ και Χεβρών και Οζιήλ· και τα έτη της ζωής του Καάθ έγειναν εκατόν τριάκοντα τρία έτη.
καὶ υἱοὶ Κααθ Αμβραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη
19 Και οι υιοί του Μεραρί, Μααλί και Μουσί· αύται είναι αι συγγένειαι του Λευΐ, κατά τας γενεάς αυτών.
καὶ υἱοὶ Μεραρι Μοολι καὶ Ομουσι οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν
20 Έλαβε δε ο Αμράμ εις γυναίκα εαυτού την Ιωχαβέδ, θυγατέρα του αδελφού του πατρός αυτού· και εγέννησεν εις αυτόν τον Ααρών και τον Μωϋσήν· τα δε έτη της ζωής του Αμράμ έγειναν εκατόν τριάκοντα επτά έτη.
καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη
21 Και οι υιοί του Ισαάρ, Κορέ και Νεφέγ και Ζιθρί.
καὶ υἱοὶ Ισσααρ Κορε καὶ Ναφεκ καὶ Ζεχρι
22 Και οι υιοί του Οζιήλ, Μισαήλ και Ελισαφάν και Σιθρί.
καὶ υἱοὶ Οζιηλ Ελισαφαν καὶ Σετρι
23 Έλαβε δε ο Ααρών εις γυναίκα εαυτού την Ελισάβετ, θυγατέρα του Αμμιναδάβ, αδελφήν του Ναασσών· και εγέννησεν εις αυτόν τον Ναδάβ και τον Αβιούδ, τον Ελεάζαρ και τον Ιθάμαρ.
ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ
24 Και οι υιοί του Κορέ, Ασείρ και Ελκανά και Αβιάσαφ· αύται είναι αι συγγένειαι των Κοριτών.
υἱοὶ δὲ Κορε Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ αὗται αἱ γενέσεις Κορε
25 Ο δε Ελεάζαρ, ο υιός του Ααρών, έλαβεν εις γυναίκα εαυτού μίαν εκ των θυγατέρων του Φουτιήλ· και εγέννησεν εις αυτόν τον Φινεές· ούτοι είναι οι αρχηγοί των πατριών των Λευϊτών, κατά τας συγγενείας αυτών.
καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν
26 Ούτοι είναι ο Ααρών και ο Μωϋσής, προς τους οποίους είπεν ο Κύριος, Εξαγάγετε τους υιούς Ισραήλ, εκ γης Αιγύπτου κατά τα τάγματα αυτών.
οὗτος Ααρων καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν
27 Ούτοι είναι οι λαλήσαντες προς Φαραώ τον βασιλέα της Αιγύπτου, διά να εξαγάγωσι τους υιούς Ισραήλ εξ Αιγύπτου· αυτοί, ο Μωϋσής και ο Ααρών.
οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου αὐτὸς Ααρων καὶ Μωυσῆς
28 Καθ' ην δε ημέραν ελάλησε Κύριος προς τον Μωϋσήν εν τη γη της Αιγύπτου,
ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ
29 είπε Κύριος προς τον Μωϋσήν, λέγων, Εγώ είμαι ο Κύριος· λάλησον προς Φαραώ, τον βασιλέα της Αιγύπτου, πάντα όσα λέγω προς σε.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ
30 Και είπεν ο Μωϋσής ενώπιον του Κυρίου, Ιδού, εγώ είμαι απερίτμητος τα χείλη· και πως θέλει μου εισακούσει ο Φαραώ;
καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου Φαραω

< Ἔξοδος 6 >