< Ἔξοδος 33 >

1 Και είπε Κύριος προς τον Μωϋσήν, Ύπαγε, ανάβηθι εντεύθεν συ και ο λαός τον οποίον εξήγαγες εκ γης Αιγύπτου, εις την γην την οποίαν ώμοσα προς τον Αβραάμ, προς τον Ισαάκ και προς τον Ιακώβ, λέγων, Εις το σπέρμα σου θέλω δώσει αυτήν·
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν ἣν ὤμοσα τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν
2 και θέλω αποστείλει άγγελον έμπροσθέν σου και θέλω εκδιώξει τον Χαναναίον, τον Αμορραίον και τον Χετταίον και τον Φερεζαίον τον Ευαίον και τον Ιεβουσαίον·
καὶ συναποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου καὶ ἐκβαλεῖ τὸν Αμορραῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον
3 εις γην ρέουσαν γάλα και μέλι διότι εγώ δεν θέλω αναβή εν τω μέσω σου, επειδή είσαι λαός σκληροτράχηλος, διά να μη σε εξολοθρεύσω καθ' οδόν.
καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι οὐ γὰρ μὴ συναναβῶ μετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι ἵνα μὴ ἐξαναλώσω σε ἐν τῇ ὁδῷ
4 Και ότε ήκουσεν ο λαός τον κακόν τούτον λόγον, κατεπένθησαν και ουδείς έβαλε τον στολισμόν αυτού εφ' εαυτόν.
καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς
5 Διότι ο Κύριος είπε προς τον Μωϋσήν, Ειπέ προς τους υιούς Ισραήλ, Σεις είσθε λαός σκληροτράχηλος· μίαν στιγμήν εάν αναβώ εις το μέσον σου, θέλω σε εξολοθρεύσει· όθεν τώρα εκδύθητι τους στολισμούς σου από σου, διά να γνωρίσω τι θέλω κάμει εις σε.
καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ ὑμεῖς λαὸς σκληροτράχηλος ὁρᾶτε μὴ πληγὴν ἄλλην ἐπάξω ἐγὼ ἐφ’ ὑμᾶς καὶ ἐξαναλώσω ὑμᾶς νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑμῶν καὶ τὸν κόσμον καὶ δείξω σοι ἃ ποιήσω σοι
6 Και εξεδύθησαν οι υιοί του Ισραήλ τους στολισμούς αυτών πλησίον του όρους Χωρήβ.
καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσμον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ τοῦ ὄρους τοῦ Χωρηβ
7 Και λαβών ο Μωϋσής την σκηνήν, έστησεν αυτήν έξω του στρατοπέδου, μακράν του στρατοπέδου, και ωνόμασεν αυτήν Σκηνήν του μαρτυρίου· και πας ο ζητών τον Κύριον εξήρχετο προς την σκηνήν του μαρτυρίου την έξω του στρατοπέδου.
καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεμβολῆς μακρὰν ἀπὸ τῆς παρεμβολῆς καὶ ἐκλήθη σκηνὴ μαρτυρίου καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς
8 Και ότε εξήρχετο ο Μωϋσής προς την σκηνήν, πας ο λαός εσηκόνετο και ίστατο έκαστος παρά την θύραν της σκηνής αυτού και έβλεπον κατόπιν του Μωϋσέως, εωσού εισήρχετο εις την σκηνήν.
ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς παρεμβολῆς εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν
9 Και καθώς εισήρχετο ο Μωϋσής εις την σκηνήν, κατέβαινεν ο στύλος της νεφέλης και ίστατο επί των θυρών της σκηνής· και ελάλει ο Κύριος μετά του Μωϋσέως.
ὡς δ’ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς καὶ ἐλάλει Μωυσῇ
10 Και έβλεπε πας ο λαός τον στύλον της νεφέλης ιστάμενον επί των θυρών της σκηνής· και πας ο λαός ανιστάμενος προσεκύνει, έκαστος από της θύρας της σκηνής αυτού.
καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ
11 Και ελάλει ο Κύριος προς τον Μωϋσήν πρόσωπον προς πρόσωπον, καθώς λαλεί άνθρωπος προς τον φίλον αυτού. Και επέστρεφεν εις το στρατόπεδον· ο δε θεράπων αυτού νέος, Ιησούς ο υιός του Ναυή, δεν ανεχώρει από της σκηνής.
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς
12 Και είπεν ο Μωϋσής προς τον Κύριον, Ιδέ, συ μοι λέγεις, Ανάγαγε τον λαόν τούτον· και συ δεν με εφανέρωσας ποίον θέλεις αποστείλει μετ' εμού· και συ είπας, σε γνωρίζω κατ' όνομα, και μάλιστα εύρηκας χάριν έμπροσθέν μου·
καὶ εἶπεν Μωυσῆς πρὸς κύριον ἰδοὺ σύ μοι λέγεις ἀνάγαγε τὸν λαὸν τοῦτον σὺ δὲ οὐκ ἐδήλωσάς μοι ὃν συναποστελεῖς μετ’ ἐμοῦ σὺ δέ μοι εἶπας οἶδά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ’ ἐμοί
13 τώρα λοιπόν, εάν εύρηκα χάριν έμπροσθέν σου, δείξόν μοι, δέομαι, την οδόν σου, διά να σε γνωρίσω, διά να εύρω χάριν ενώπιόν σου· και ιδέ ότι τούτο το έθνος είναι ο λαός σου.
εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου ἐμφάνισόν μοι σεαυτόν γνωστῶς ἴδω σε ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ μέγα τοῦτο
14 και είπεν, Η παρουσία μου θέλει ελθεί μετά σου και θέλω σοι δώσει ανάπαυσιν.
καὶ λέγει αὐτὸς προπορεύσομαί σου καὶ καταπαύσω σε
15 Ο δε είπε προς αυτόν, Εάν η παρουσία σου δεν έλθη μετ' εμού, μη αναγάγης ημάς εντεύθεν·
καὶ λέγει πρὸς αὐτόν εἰ μὴ αὐτὸς σὺ πορεύῃ μή με ἀναγάγῃς ἐντεῦθεν
16 διότι πως θέλει γνωρισθή τώρα, ότι εύρηκα χάριν ενώπιόν σου εγώ και ο λαός σου; ουχί διά της ελεύσεώς σου μεθ' ημών; ούτω θέλομεν διακριθή, εγώ και ο λαός σου, από παντός λαού, του επί προσώπου της γης.
καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί ἐγώ τε καὶ ὁ λαός σου ἀλλ’ ἢ συμπορευομένου σου μεθ’ ἡμῶν καὶ ἐνδοξασθήσομαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα τὰ ἔθνη ὅσα ἐπὶ τῆς γῆς ἐστιν
17 Και είπε Κύριος προς τον Μωϋσήν, Και τούτο το πράγμα το οποίον είπας, θέλω κάμει διότι εύρηκας χάριν ενώπιόν μου και σε γνωρίζω κατ' όνομα.
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω εὕρηκας γὰρ χάριν ἐνώπιόν μου καὶ οἶδά σε παρὰ πάντας
18 Και είπε, Δείξον μοι, δέομαι, την δόξαν σου.
καὶ λέγει δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν
19 Ο δε είπεν, Εγώ θέλω κάμει να περάση έμπροσθέν σου όλη η αγαθότης μου και θέλω κηρύξει το όνομα του Κυρίου έμπροσθέν σου και θέλω ελεήσει όντινα ελεώ και θέλω οικτειρήσει όντινα οικτείρω.
καὶ εἶπεν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου καὶ καλέσω ἐπὶ τῷ ὀνόματί μου κύριος ἐναντίον σου καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω
20 Και είπε, δεν δύνασαι να ίδης το πρόσωπόν μου· διότι άνθρωπος δεν θέλει με ιδεί και ζήσει.
καὶ εἶπεν οὐ δυνήσῃ ἰδεῖν μου τὸ πρόσωπον οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται
21 Και είπεν ο Κύριος, Ιδού, τόπος πλησίον μου, και θέλεις σταθή επί της πέτρας·
καὶ εἶπεν κύριος ἰδοὺ τόπος παρ’ ἐμοί στήσῃ ἐπὶ τῆς πέτρας
22 και όταν η δόξα μου διαβαίνη, θέλω σε βάλει εις το σχίσμα της πέτρας και θέλω σε σκεπάσει με την χείρα μου, εωσού παρέλθω·
ἡνίκα δ’ ἂν παρέλθῃ μου ἡ δόξα καὶ θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί μου ἐπὶ σέ ἕως ἂν παρέλθω
23 και θέλω σηκώσει την χείρα μου και θέλεις ιδεί τα οπίσω μου· το δε πρόσωπόν μου δεν θέλεις ιδεί.
καὶ ἀφελῶ τὴν χεῖρα καὶ τότε ὄψῃ τὰ ὀπίσω μου τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι

< Ἔξοδος 33 >