< Ἔξοδος 29 >

1 Και τούτο είναι το πράγμα, το οποίον θέλεις κάμει εις αυτούς διά να αγιάσης αυτούς, ώστε να ιερατεύωσιν εις εμέ. Λάβε εν μοσχάριον βοός και δύο κριούς αμώμους,
καὶ ταῦτά ἐστιν ἃ ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς λήμψῃ μοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀμώμους
2 και άζυμον άρτον και πήττας αζύμους εζυμωμένας με έλαιον και λάγανα άζυμα κεχρισμένα με έλαιον· εκ σεμιδάλεως σίτου θέλεις κάμει αυτά.
καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά
3 Και θέλεις βάλει αυτά εις εν κάνιστρον και θέλεις φέρει αυτά εν τω κανίστρω μετά του μοσχαρίου και των δύο κριών.
καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανοῦν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς
4 Και τον Ααρών και τους υιούς αυτού θέλεις προσαγάγει εις την θύραν της σκηνής του μαρτυρίου και θέλεις λούσει αυτούς εν ύδατι.
καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι
5 Και θέλεις λάβει τας στολάς και θέλεις ενδύσει τον Ααρών τον χιτώνα και τον ποδήρη του εφόδ και το εφόδ και το περιστήθιον, και θέλεις ζώσει αυτόν με την κεντητήν ζώνην του εφόδ.
καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ααρων τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογεῖον καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωμίδα
6 Και θέλεις βάλει την μίτραν επί την κεφαλήν αυτού και θέλεις βάλει το άγιον διάδημα επί την μίτραν.
καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν
7 Τότε θέλεις λάβει το έλαιον του χρίσματος και θέλεις χύσει εξ αυτού επί την κεφαλήν αυτού και θέλεις χρίσει αυτόν.
καὶ λήμψῃ τοῦ ἐλαίου τοῦ χρίσματος καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ χρίσεις αὐτόν
8 Και θέλεις προσαγάγει τους υιούς αυτού και ενδύσει αυτούς χιτώνας·
καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας
9 και θέλεις ζώσει αυτούς με ζώνας, τον Ααρών και τους υιούς αυτού, και θέλεις περιθέσει εις αυτούς μιτρίδια, και η ιερατεία θέλει είσθαι εις αυτούς κατά νόμον παντοτεινόν· και θέλεις καθιερώσει τον Ααρών και τους υιούς αυτού.
καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοῖς τὰς κιδάρεις καὶ ἔσται αὐτοῖς ἱερατεία ἐμοὶ εἰς τὸν αἰῶνα καὶ τελειώσεις τὰς χεῖρας Ααρων καὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ
10 Και θέλεις προσαγάγει το μοσχάριον έμπροσθεν της σκηνής του μαρτυρίου, και ο Ααρών και οι υιοί αυτού θέλουσιν επιθέσει τας χείρας αυτών επί την κεφαλήν του μοσχαρίου·
καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
11 και θέλεις σφάξει το μοσχάριον ενώπιον Κυρίου παρά την θύραν της σκηνής του μαρτυρίου.
καὶ σφάξεις τὸν μόσχον ἔναντι κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
12 Και θέλεις λάβει εκ του αίματος του μοσχαρίου και θέσει επί των κεράτων του θυσιαστηρίου με τον δάκτυλόν σου· και θέλεις χύσει όλον το αίμα παρά την βάσιν του θυσιαστηρίου.
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ μόσχου καὶ θήσεις ἐπὶ τῶν κεράτων τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου τὸ δὲ λοιπὸν πᾶν αἷμα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου
13 Και θέλεις λάβει όλον το στέαρ το περικαλύπτον τα εντόσθια και τον επάνω λοβόν του ήπατος και τους δύο νεφρούς και το στέαρ το επ' αυτών και θέλεις καύσει αυτά επί του θυσιαστηρίου.
καὶ λήμψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον
14 Το δε κρέας του μοσχαρίου και το δέρμα αυτού και την κόπρον αυτού θέλεις καύσει εν πυρί έξω του στρατοπέδου· τούτο είναι θυσία περί αμαρτίας.
τὰ δὲ κρέα τοῦ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεμβολῆς ἁμαρτίας γάρ ἐστιν
15 Και τον κριόν τον ένα θέλεις λάβει, και θέλουσιν επιθέσει ο Ααρών και οι υιοί αυτού τας χείρας αυτών επί την κεφαλήν του κριού·
καὶ τὸν κριὸν λήμψῃ τὸν ἕνα καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ
16 και θέλεις σφάξει τον κριόν και θέλεις λάβει το αίμα αυτού και ραντίσει επί το θυσιαστήριον κύκλω·
καὶ σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἷμα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ
17 και θέλεις διαμελίσει τον κριόν εις τμήματα και θέλεις πλύνει τα εντόσθια αυτού και τους πόδας αυτού, και βάλει αυτά μετά των τμημάτων αυτού και μετά της κεφαλής αυτού·
καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τῇ κεφαλῇ
18 και θέλεις καύσει όλον τον κριόν επί του θυσιαστηρίου· τούτο είναι ολοκαύτωμα εις τον Κύριον· είναι οσμή ευωδίας, θυσία γινομένη διά πυρός εις τον Κύριον.
καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα κυρίῳ εἰς ὀσμὴν εὐωδίας θυσίασμα κυρίῳ ἐστίν
19 Και θέλεις λάβει τον δεύτερον κριόν· και θέλουσιν επιθέσει ο Ααρών και οι υιοί αυτού τας χείρας αυτών επί την κεφαλήν του κριού·
καὶ λήμψῃ τὸν κριὸν τὸν δεύτερον καὶ ἐπιθήσει Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ
20 τότε θέλεις σφάξει τον κριόν και θέλεις λάβει εκ του αίματος αυτού και θέσει επί τον λοβόν του δεξιού ωτίου του Ααρών, και επί τον λοβόν του δεξιού ωτίου των υιών αυτού, και επί τον αντίχειρα της δεξιάς χειρός αυτών, και επί τον μεγάλον δάκτυλον του δεξιού ποδός αυτών, και θέλεις ραντίσει το αίμα επί το θυσιαστήριον κύκλω.
καὶ σφάξεις αὐτὸν καὶ λήμψῃ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν
21 Και θέλεις λάβει εκ του αίματος, του επί του θυσιαστηρίου, και εκ του ελαίου του χρίσματος, και θέλεις ραντίσει επί τον Ααρών, και επί τας στολάς αυτού και επί τους υιούς αυτού και επί τας στολάς των υιών αυτού μετ' αυτού· και θέλουσιν αγιασθή, αυτός, και αι στολαί αυτού, και οι υιοί αυτού, και αι στολαί των υιών αυτού μετ' αυτού.
καὶ λήμψῃ ἀπὸ τοῦ αἵματος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ῥανεῖς ἐπὶ Ααρων καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ τὸ δὲ αἷμα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ
22 Και θέλεις λάβει εκ του κριού το στέαρ και την ουράν και το στέαρ το περικαλύπτον τα εντόσθια και τον επάνω λοβόν του ήπατος και τους δύο νεφρούς, και το στέαρ το επ' αυτών και τον δεξιόν βραχίονα, διότι είναι κριός καθιερώσεως,
καὶ λήμψῃ ἀπὸ τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν ἔστιν γὰρ τελείωσις αὕτη
23 και ένα ψωμόν, και μίαν πήτταν ελαιωμένην, και εν λάγανον εκ του κανίστρου των αζύμων των προτεθειμένων ενώπιον Κυρίου·
καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύμων τῶν προτεθειμένων ἔναντι κυρίου
24 και θέλεις επιθέσει τα πάντα εις τας χείρας του Ααρών και εις τας χείρας των υιών αυτού· και θέλεις κινήσει αυτά εις κινητήν προσφοράν ενώπιον Κυρίου.
καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ ἀφοριεῖς αὐτοὺς ἀφόρισμα ἔναντι κυρίου
25 Και θέλεις λάβει αυτά εκ των χειρών αυτών και καύσει επί του θυσιαστηρίου επάνω του ολοκαυτώματος εις οσμήν ευωδίας ενώπιον Κυρίου· τούτο είναι θυσία γινομένη διά πυρός εις τον Κύριον,
καὶ λήμψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι κυρίου κάρπωμά ἐστιν κυρίῳ
26 Και θέλεις λάβει το στήθος εκ του κριού της καθιερώσεως, όστις είναι διά τον Ααρών, και θέλεις κινήσει αυτό εις κινητήν προσφοράν ενώπιον Κυρίου και θέλει είσθαι μερίδιόν σου.
καὶ λήμψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ὅ ἐστιν Ααρων καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισμα ἔναντι κυρίου καὶ ἔσται σοι ἐν μερίδι
27 Και θέλεις αγιάσει το στήθος της κινητής προσφοράς και τον βραχίονα της προσφοράς της υψώσεως, ήτις εκινήθη και ήτις υψώθη, εκ του κριού της καθιερώσεως, εξ εκείνου όστις είναι διά τον Ααρών, και εξ εκείνου όστις είναι διά τους υιούς αυτού·
καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος ὃς ἀφώρισται καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ααρων καὶ ἀπὸ τῶν υἱῶν αὐτοῦ
28 και θέλει είσθαι του Ααρών και των υιών αυτού κατά νόμον παντοτεινόν παρά των υιών Ισραήλ· διότι είναι προσφορά υψώσεως· και θέλει είσθαι προσφορά υψώσεως παρά των υιών Ισραήλ εκ των ειρηνικών θυσιών αυτών, η υψουμένη προσφορά αυτών προς τον Κύριον.
καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ νόμιμον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ ἔστιν γὰρ ἀφαίρεμα τοῦτο καὶ ἀφαίρεμα ἔσται παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυμάτων τῶν σωτηρίων τῶν υἱῶν Ισραηλ ἀφαίρεμα κυρίῳ
29 Και η αγία στολή του Ααρών θέλει είσθαι των υιών αυτού μετ' αυτόν, διά να χρισθώσιν εν αυτή και να καθιερωθώσιν εν αυτή.
καὶ ἡ στολὴ τοῦ ἁγίου ἥ ἐστιν Ααρων ἔσται τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτόν χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν
30 Επτά ημέρας θέλει ενδύεσθαι αυτήν ο ιερεύς, ο αντ' αυτού εκ των υιών αυτού, όστις εισέρχεται εις την σκηνήν του μαρτυρίου διά να λειτουργήση εν τω αγίω.
ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ’ αὐτοῦ τῶν υἱῶν αὐτοῦ ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λειτουργεῖν ἐν τοῖς ἁγίοις
31 Και θέλεις λάβει τον κριόν της καθιερώσεως και βράσει το κρέας αυτού εν τόπω αγίω.
καὶ τὸν κριὸν τῆς τελειώσεως λήμψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ
32 Και θέλουσι φάγει ο Ααρών και οι υιοί αυτού το κρέας του κριού και τον άρτον τον εν τω κανίστρω παρά την θύραν της σκηνής του μαρτυρίου.
καὶ ἔδονται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
33 Και θέλουσι φάγει εκείνα, διά των οποίων έγεινεν η εξιλέωσις, προς καθιέρωσιν και αγιασμόν αυτών· ξένος όμως δεν θέλει φάγει, διότι είναι άγια·
ἔδονται αὐτά ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας αὐτῶν ἁγιάσαι αὐτούς καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ’ αὐτῶν ἔστιν γὰρ ἅγια
34 και αν μείνη τι εκ του κρέατος των καθιερώσεων ή εκ του άρτου έως πρωΐ, τότε θέλεις καύσει το εναπολειφθέν εν πυρί· δεν θέλει φαγωθή, διότι είναι άγιον.
ἐὰν δὲ καταλειφθῇ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί κατακαύσεις τὰ λοιπὰ πυρί οὐ βρωθήσεται ἁγίασμα γάρ ἐστιν
35 Και ούτω θέλεις κάμει εις τον Ααρών και εις τους υιούς αυτού κατά πάντα όσα προσέταξα εις σέ· επτά ημέρας θέλεις καθιερώσει αυτούς·
καὶ ποιήσεις Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι ἑπτὰ ἡμέρας τελειώσεις αὐτῶν τὰς χεῖρας
36 και θέλεις προσφέρει πάσαν ημέραν εν μοσχάριον εις προσφοράν περί αμαρτίας διά εξιλέωσιν. Και θέλεις καθαρίζει το θυσιαστήριον, κάμνων εξιλέωσιν υπέρ αυτού, και θέλεις χρίσει αυτό διά να αγιάσης αυτό.
καὶ τὸ μοσχάριον τῆς ἁμαρτίας ποιήσεις τῇ ἡμέρᾳ τοῦ καθαρισμοῦ καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπ’ αὐτῷ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό
37 Επτά ημέρας θέλεις κάμνει εξιλέωσιν υπέρ του θυσιαστηρίου και θέλεις αγιάζει αυτό· και θέλει είσθαι θυσιαστήριον αγιώτατον· παν το εγγίζον το θυσιαστήριον θέλει είσθαι άγιον.
ἑπτὰ ἡμέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται
38 Τούτο δε είναι εκείνο, το οποίον θέλεις προσφέρει επί του θυσιαστηρίου· δύο αρνία ενιαύσια την ημέραν διαπαντός.
καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς κάρπωμα ἐνδελεχισμοῦ
39 το εν αρνίον θέλεις προσφέρει το πρωΐ, και το άλλο αρνίον θέλεις προσφέρει το δειλινόν·
τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν
40 και μετά του ενός αρνίου εν δέκατον σεμιδάλεως εζυμωμένης με το τέταρτον ενός ιν ελαίου κοπανισμένου· και το τέταρτον ενός ιν οίνου διά σπονδήν.
καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ τοῦ ιν καὶ σπονδὴν τὸ τέταρτον τοῦ ιν οἴνου τῷ ἀμνῷ τῷ ἑνί
41 και το δεύτερον αρνίον θέλεις προσφέρει το δειλινόν· κατά την προσφοράν της πρωΐας, και κατά την σπονδήν αυτής, θέλεις κάμει εις αυτό, εις οσμήν ευωδίας, θυσίαν γινομένην διά πυρός προς τον Κύριον.
καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίῳ
42 τούτο θέλει είσθαι παντοτεινόν ολοκαύτωμα εις τας γενεάς σας παρά την θύραν της σκηνής του μαρτυρίου ενώπιον Κυρίου· όπου θέλω εμφανίζεσθαι εις σας, διά να λαλώ εκεί προς σε.
θυσίαν ἐνδελεχισμοῦ εἰς γενεὰς ὑμῶν ἐπὶ θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἔναντι κυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν ὥστε λαλῆσαί σοι
43 Και εκεί θέλει εμφανίζεσθαι εις τους υιούς Ισραήλ, και η σκηνή θέλει αγιάζεσθαι με την δόξαν μου.
καὶ τάξομαι ἐκεῖ τοῖς υἱοῖς Ισραηλ καὶ ἁγιασθήσομαι ἐν δόξῃ μου
44 Και θέλω αγιάζει την σκηνήν του μαρτυρίου και το θυσιαστήριον· θέλω αγιάζει και τον Ααρών και τους υιούς αυτού, διά να ιερατεύωσιν εις εμέ.
καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν μοι
45 Και θέλω κατοικεί εν μέσω των υιών Ισραήλ, και θέλω είσθαι Θεός αυτών.
καὶ ἐπικληθήσομαι ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἔσομαι αὐτῶν θεός
46 Και αυτοί θέλουσι γνωρίζει ότι εγώ είμαι Κύριος ο Θεός αυτών, ο εξαγαγών αυτούς εκ γης Αιγύπτου διά να κατοικώ εν μέσω αυτών· εγώ Κύριος ο Θεός αυτών.
καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐπικληθῆναι αὐτοῖς καὶ θεὸς εἶναι αὐτῶν

< Ἔξοδος 29 >