< Ἔξοδος 11 >

1 Είπε δε Κύριος προς τον Μωϋσήν, Έτι μίαν πληγήν θέλω φέρει επί τον Φαραώ και επί την Αίγυπτον· μετά ταύτα θέλει σας εξαποστείλει εντεύθεν· εξαποστέλλων υμάς θέλει βεβαίως και διώξει υμάς ολοκλήρως εντεύθεν·
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔτι μίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ’ Αἴγυπτον καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς ἐντεῦθεν ὅταν δὲ ἐξαποστέλλῃ ὑμᾶς σὺν παντὶ ἐκβαλεῖ ὑμᾶς ἐκβολῇ
2 λάλησον τώρα εις τα ώτα του λαού, και ας ζητήση πας ανήρ παρά του γείτονος αυτού, και πάσα γυνή παρά της γείτονος αυτής, σκεύη αργυρά, και σκεύη χρυσά.
λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον καὶ γυνὴ παρὰ τῆς πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν
3 Και έδωκεν ο Κύριος χάριν εις τον λαόν ενώπιον των Αιγυπτίων· έτι δε ο άνθρωπος ο Μωϋσής ήτο μέγας σφόδρα εν τη γη της Αιγύπτου έμπροσθεν των θεραπόντων του Φαραώ και έμπροσθεν του λαού.
κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ
4 Και είπεν ο Μωϋσής, Ούτω λέγει ο Κύριος· Περί το μεσονύκτιον εγώ θέλω εξέλθει εις το μέσον της Αιγύπτου·
καὶ εἶπεν Μωυσῆς τάδε λέγει κύριος περὶ μέσας νύκτας ἐγὼ εἰσπορεύομαι εἰς μέσον Αἰγύπτου
5 και παν πρωτότοκον εν τη γη της Αιγύπτου θέλει αποθάνει, από του πρωτοτόκου του Φαραώ, όστις κάθηται επί του θρόνου αυτού, έως του πρωτοτόκου της δούλης, ήτις δουλεύει εν τω μύλω, και παν πρωτότοκον των κτηνών·
καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω ὃς κάθηται ἐπὶ τοῦ θρόνου καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν μύλον καὶ ἕως πρωτοτόκου παντὸς κτήνους
6 και θέλει είσθαι καθ' όλην την γην της Αιγύπτου κραυγή μεγάλη, οποία ποτέ δεν έγεινεν, ουδέ μετά ταύτα θέλει γείνει τοιαύτη·
καὶ ἔσται κραυγὴ μεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη οὐκέτι προστεθήσεται
7 επί πάντας όμως τους υιούς Ισραήλ δεν θέλει κινήσει σκύλος την γλώσσαν αυτού, από ανθρώπου έως κτήνους· διά να γνωρίσητε ότι ο Κύριος έκαμε διάκρισιν μεταξύ των Αιγυπτίων και του Ισραήλ·
καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ μέσον τῶν Αἰγυπτίων καὶ τοῦ Ισραηλ
8 και πάντες ούτοι οι δούλοί σου θέλουσι καταβή προς εμέ και θέλουσι προσπέσει έμπροσθέν μου λέγοντες, Έξελθε συ και πας ο λαός ο ακολουθών σε· και μετά ταύτα θέλω εξέλθει. Και εξήλθεν ο Μωϋσής από του Φαραώ μετά θυμού μεγάλου.
καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με καὶ προκυνήσουσίν με λέγοντες ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου οὗ σὺ ἀφηγῇ καὶ μετὰ ταῦτα ἐξελεύσομαι ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω μετὰ θυμοῦ
9 Και είπε Κύριος προς τον Μωϋσήν, Δεν θέλει σας εισακούσει ο Φαραώ, διά να πληθυνθώσι τα θαυμάσιά μου εν τη γη της Αιγύπτου.
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν οὐκ εἰσακούσεται ὑμῶν Φαραω ἵνα πληθύνων πληθύνω μου τὰ σημεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ
10 Ο Μωϋσής δε και ο Ααρών έκαμον πάντα τα θαυμάσια ταύτα ενώπιον του Φαραώ· ο δε Κύριος εσκλήρυνε την καρδίαν του Φαραώ, και δεν εξαπέστειλε τους υιούς Ισραήλ εκ της γης αυτού.
Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ σημεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου

< Ἔξοδος 11 >