< Ἐσθήρ 8 >

1 Εν τη ημέρα εκείνη ο βασιλεύς Ασσουήρης έδωκεν εις την Εσθήρ την βασίλισσαν τον οίκον του Αμάν, του εχθρού των Ιουδαίων. Και ήλθεν ο Μαροδοχαίος ενώπιον του βασιλέως· διότι η Εσθήρ εφανέρωσε τι ήτο αυτής.
καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Εσθηρ ὅσα ὑπῆρχεν Αμαν τῷ διαβόλῳ καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως ὑπέδειξεν γὰρ Εσθηρ ὅτι ἐνοικείωται αὐτῇ
2 Και εκβαλών ο βασιλεύς το δακτυλίδιον αυτού, το οποίον αφήρεσεν από του Αμάν, έδωκεν αυτό εις τον Μαροδοχαίον. Και κατέστησεν η Εσθήρ τον Μαροδοχαίον επί τον οίκον του Αμάν.
ἔλαβεν δὲ ὁ βασιλεὺς τὸν δακτύλιον ὃν ἀφείλατο Αμαν καὶ ἔδωκεν αὐτὸν Μαρδοχαίῳ καὶ κατέστησεν Εσθηρ Μαρδοχαῖον ἐπὶ πάντων τῶν Αμαν
3 Και ελάλησε πάλιν η Εσθήρ ενώπιον του βασιλέως, και προσέπεσεν εις τους πόδας αυτού και ικέτευσεν αυτόν μετά δακρύων να ακυρώση την κακίαν του Αμάν του Αγαγίτου, και την σκευωρίαν αυτού την οποίαν εσκευώρησε κατά των Ιουδαίων.
καὶ προσθεῖσα ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἠξίου ἀφελεῖν τὴν Αμαν κακίαν καὶ ὅσα ἐποίησεν τοῖς Ιουδαίοις
4 Και εξέτεινεν ο βασιλεύς το χρυσούν σκήπτρον προς την Εσθήρ. Τότε σηκωθείσα η Εσθήρ εστάθη ενώπιον του βασιλέως,
ἐξέτεινεν δὲ ὁ βασιλεὺς Εσθηρ τὴν ῥάβδον τὴν χρυσῆν ἐξηγέρθη δὲ Εσθηρ παρεστηκέναι τῷ βασιλεῖ
5 και είπεν, Εάν ήναι αρεστόν εις τον βασιλέα, και εάν εύρηκα χάριν ενώπιον αυτού, και το πράγμα φαίνηται ορθόν εις τον βασιλέα και αρέσκηται εις εμέ, ας γραφή να ανακαλεσθώσι τα γράμματα τα σκευωρηθέντα υπό του Αμάν του υιού Αμμεδαθά του Αγαγίτου, τα οποία έγραψε διά να απολεσθώσιν οι Ιουδαίοι οι εν πάσαις ταις επαρχίαις του βασιλέως·
καὶ εἶπεν Εσθηρ εἰ δοκεῖ σοι καὶ εὗρον χάριν πεμφθήτω ἀποστραφῆναι τὰ γράμματα τὰ ἀπεσταλμένα ὑπὸ Αμαν τὰ γραφέντα ἀπολέσθαι τοὺς Ιουδαίους οἵ εἰσιν ἐν τῇ βασιλείᾳ σου
6 διότι πως δύναμαι να υποφέρω να ίδω το κακόν, το οποίον θέλει ευρεί τον λαόν μου; ή πως δύναμαι να υποφέρω να ίδω τον αφανισμόν της συγγενείας μου;
πῶς γὰρ δυνήσομαι ἰδεῖν τὴν κάκωσιν τοῦ λαοῦ μου καὶ πῶς δυνήσομαι σωθῆναι ἐν τῇ ἀπωλείᾳ τῆς πατρίδος μου
7 Τότε είπεν ο βασιλεύς Ασσουήρης προς Εσθήρ την βασίλισσαν και προς τον Μαροδοχαίον τον Ιουδαίον, Ιδού, έδωκα εις την Εσθήρ τον οίκον του Αμάν και αυτόν εκρέμασαν επί του ξύλου, διότι εξήπλωσε την χείρα αυτού κατά των Ιουδαίων·
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εσθηρ εἰ πάντα τὰ ὑπάρχοντα Αμαν ἔδωκα καὶ ἐχαρισάμην σοι καὶ αὐτὸν ἐκρέμασα ἐπὶ ξύλου ὅτι τὰς χεῖρας ἐπήνεγκε τοῖς Ιουδαίοις τί ἔτι ἐπιζητεῖς
8 σεις λοιπόν γράψατε υπέρ των Ιουδαίων, όπως φαίνεται εις εσάς καλόν, εν ονόματι του βασιλέως, και σφραγίσατε με το βασιλικόν δακτυλίδιον· διότι το γράμμα το γεγραμμένον εν ονόματι του βασιλέως και εσφραγισμένον με το βασιλικόν δακτυλίδιον, είναι αμετάτρεπτον.
γράψατε καὶ ὑμεῖς ἐκ τοῦ ὀνόματός μου ὡς δοκεῖ ὑμῖν καὶ σφραγίσατε τῷ δακτυλίῳ μου ὅσα γὰρ γράφεται τοῦ βασιλέως ἐπιτάξαντος καὶ σφραγισθῇ τῷ δακτυλίῳ μου οὐκ ἔστιν αὐτοῖς ἀντειπεῖν
9 Και προσεκλήθησαν οι γραμματείς του βασιλέως εν τω καιρώ εκείνω εν τω τρίτω μηνί, ούτος είναι ο μην Σιβάν, την εικοστήν τρίτην αυτού· και εγράφη κατά πάντα όσα ο Μαροδοχαίος προσέταξε, προς τους Ιουδαίους και προς τους σατράπας και διοικητάς και άρχοντας των επαρχιών των από Ινδίας έως Αιθιοπίας, εκατόν εικοσιεπτά επαρχιών, εις πάσαν επαρχίαν κατά το γράφειν αυτής και προς πάντα λαόν κατά την γλώσσαν αυτού και προς τους Ιουδαίους κατά το γράφειν αυτών και κατά την γλώσσαν αυτών.
ἐκλήθησαν δὲ οἱ γραμματεῖς ἐν τῷ πρώτῳ μηνί ὅς ἐστι Νισα τρίτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ ἔτους καὶ ἐγράφη τοῖς Ιουδαίοις ὅσα ἐνετείλατο τοῖς οἰκονόμοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις κατὰ χώραν καὶ χώραν κατὰ τὴν ἑαυτῶν λέξιν
10 Και έγραψεν εν ονόματι του βασιλέως Ασσουήρου και εσφράγισεν αυτό με το βασιλικόν δακτυλίδιον και εξαπέστειλε τα γράμματα διά ταχυδρόμων εφίππων, ιππαζόντων επί ταχυπόδων και γενναίων ημιόνων·
ἐγράφη δὲ διὰ τοῦ βασιλέως καὶ ἐσφραγίσθη τῷ δακτυλίῳ αὐτοῦ καὶ ἐξαπέστειλαν τὰ γράμματα διὰ βιβλιαφόρων
11 δι' ων επέτρεπεν ο βασιλεύς εις τους Ιουδαίους τους κατά πάσαν πόλιν, να συναχθώσι και να σταθώσιν υπέρ της ζωής αυτών, να απολέσωσι, να φονεύσωσι και να αφανίσωσι πάσαν την δύναμιν του λαού και της επαρχίας των καταθλιβόντων αυτούς, παιδία και γυναίκας, και τα λάφυρα αυτών να διαρπάσωσιν,
ὡς ἐπέταξεν αὐτοῖς χρῆσθαι τοῖς νόμοις αὐτῶν ἐν πάσῃ πόλει βοηθῆσαί τε αὑτοῖς καὶ χρῆσθαι τοῖς ἀντιδίκοις αὐτῶν καὶ τοῖς ἀντικειμένοις αὐτῶν ὡς βούλονται
12 εν μιά ημέρα, κατά πάσας τας επαρχίας του βασιλέως Ασσουήρου, τη δεκάτη τρίτη του δωδεκάτου μηνός, ούτος είναι ο μην Αδάρ.
ἐν ἡμέρᾳ μιᾷ ἐν πάσῃ τῇ βασιλείᾳ Ἀρταξέρξου τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνός ὅς ἐστιν Αδαρ
13 Το αντίγραφον της επιστολής, το προς διάδοσιν του προστάγματος κατά πάσαν επαρχίαν, εδημοσιεύθη προς πάντας τους λαούς, διά να ήναι οι Ιουδαίοι έτοιμοι κατ' εκείνην την ημέραν να εκδικηθώσιν εναντίον των εχθρών αυτών.
τὰ δὲ ἀντίγραφα ἐκτιθέσθωσαν ὀφθαλμοφανῶς ἐν πάσῃ τῇ βασιλείᾳ ἑτοίμους τε εἶναι πάντας τοὺς Ιουδαίους εἰς ταύτην τὴν ἡμέραν πολεμῆσαι αὐτῶν τοὺς ὑπεναντίους
14 Και εξήλθον οι ταχυδρόμοι, ιππάζοντες επί ταχυπόδων ημιόνων, σπεύδοντες και κατεπειγόμενοι υπό της προσταγής του βασιλέως. Και η διαταγή εξεδόθη εν Σούσοις τη βασιλευούση.
οἱ μὲν οὖν ἱππεῖς ἐξῆλθον σπεύδοντες τὰ ὑπὸ τοῦ βασιλέως λεγόμενα ἐπιτελεῖν ἐξετέθη δὲ τὸ πρόσταγμα καὶ ἐν Σούσοις
15 Ο δε Μαροδοχαίος εξήλθεν απ' έμπροσθεν του βασιλέως εν στολή βασιλική κυανή και λευκή και φορών μέγαν στέφανον χρυσούν και επένδυμα βύσσινον και πορφυρούν· και η πόλις Σούσα έχαιρε και ευφραίνετο.
ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν
16 Εις τους Ιουδαίους ήτο φως και αγαλλίασις και χαρά και δόξα.
τοῖς δὲ Ιουδαίοις ἐγένετο φῶς καὶ εὐφροσύνη
17 Και εν πάση επαρχία και εν πάση πόλει, όπου ήλθε του βασιλέως το πρόσταγμα και η διαταγή, έγεινεν εις τους Ιουδαίους χαρά και αγαλλίασις, ευωχία και ημέρα αγαθή. Και πολλοί εκ των λαών της γης έγειναν Ιουδαίοι διότι ο φόβος των Ιουδαίων επέπεσεν επ' αυτούς.
κατὰ πόλιν καὶ χώραν οὗ ἂν ἐξετέθη τὸ πρόσταγμα οὗ ἂν ἐξετέθη τὸ ἔκθεμα χαρὰ καὶ εὐφροσύνη τοῖς Ιουδαίοις κώθων καὶ εὐφροσύνη καὶ πολλοὶ τῶν ἐθνῶν περιετέμοντο καὶ ιουδάιζον διὰ τὸν φόβον τῶν Ιουδαίων

< Ἐσθήρ 8 >