< Προς Εφεσιους 2 >
1 Και εσάς όντας νεκρούς διά τας παραβάσεις και τας αμαρτίας εζωοποίησεν,
Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις,
2 εις τας οποίας περιεπατήσατέ ποτέ κατά το πολίτευμα του κόσμου τούτου, κατά τον άρχοντα της εξουσίας του αέρος, του πνεύματος το οποίον ενεργεί την σήμερον εις τους υιούς της απειθείας· (aiōn )
ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· (aiōn )
3 μεταξύ των οποίων και ημείς πάντες ανεστράφημέν ποτέ κατά τας επιθυμίας της σαρκός ημών, πράττοντες τα θελήματα της σαρκός και των διαλογισμών, και ήμεθα εκ φύσεως τέκνα οργής, ως και οι λοιποί·
ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·
4 ο Θεός όμως πλούσιος ων εις έλεος, διά την πολλήν αγάπην αυτού με την οποίαν ηγάπησεν ημάς,
ὁ δὲ Θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
5 και ενώ ήμεθα νεκροί διά τα αμαρτήματα, εζωοποίησεν ημάς μετά του Χριστού· κατά χάριν είσθε σεσωσμένοι·
καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζῳοποίησε τῷ Χριστῷ — χάριτί ἐστε σεσῳσμένοι —
6 και συνανέστησε και συνεκάθισεν εν τοις επουρανίοις διά Ιησού Χριστού,
καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ·
7 διά να δείξη εις τους επερχομένους αιώνας τον υπερβάλλοντα πλούτον της χάριτος αυτού διά της προς ημάς αγαθότητος εν Χριστώ Ιησού. (aiōn )
ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾿ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ· (aiōn )
8 Διότι κατά χάριν είσθε σεσωσμένοι διά της πίστεως· και τούτο δεν είναι από σας, Θεού το δώρον·
τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον·
9 ουχί εξ έργων, διά να μη καυχηθή τις.
οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
10 Διότι αυτού ποίημα είμεθα, κτισθέντες εν Χριστώ Ιησού προς έργα καλά, τα οποία προητοίμασεν ο Θεός διά να περιπατήσωμεν εν αυτοίς.
Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
11 Διά τούτο ενθυμείσθε ότι σεις οι ποτέ εθνικοί κατά σάρκα, οι λεγόμενοι ακροβυστία υπό της λεγομένης περιτομής της χειροποιήτου εν τη σαρκί,
Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτὲ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
12 ότι ήσθε εν τω καιρώ εκείνω χωρίς Χριστού, απηλλοτριωμένοι από της πολιτείας του Ισραήλ και ξένοι των διαθηκών της επαγγελίας, ελπίδα μη έχοντες και όντες εν τω κόσμω χωρίς Θεού.
ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
13 Τώρα όμως διά του Ιησού Χριστού σεις οι ποτέ όντες μακράν εγείνετε πλησίον διά του αίματος του Χριστού.
Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14 Διότι αυτός είναι η ειρήνη ημών, όστις έκαμε τα δύο εν και έλυσε το μεσότοιχον του φραγμού,
Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,
15 καταργήσας την έχθραν εν τη σαρκί αυτού, τον νόμον των εντολών των εν τοις διατάγμασι, διά να κτίση εις εαυτόν τους δύο εις ένα νέον άνθρωπον, φέρων ειρήνην,
τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
16 και να συνδιαλλάξη αμφοτέρους εις εν σώμα προς τον Θεόν διά του σταυρού, θανατώσας δι' αυτού την έχθραν.
καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
17 Και ελθών εκήρυξεν ευαγγέλιον ειρήνης εις εσάς τους μακράν και εις τους πλησίον,
καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς·
18 διότι δι' αυτού έχομεν αμφότεροι την είσοδον προς τον Πατέρα δι' ενός Πνεύματος.
ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
19 Άρα λοιπόν δεν είσθε πλέον ξένοι και πάροικοι αλλά συμπολίται των αγίων και οικείοι του Θεού,
Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,
20 εποικοδομηθέντες επί το θεμέλιον των αποστόλων και προφητών, όντος ακρογωνιαίου λίθου αυτού του Ιησού Χριστού·
ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ,
21 εν τω οποίω πάσα η οικοδομή συναρμολογουμένη αυξάνεται εις ναόν άγιον εν Κυρίω·
ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,
22 εν τω οποίω και σεις συνοικοδομείσθε εις κατοικητήριον του Θεού διά του Πνεύματος.
ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.