< Ἐκκλησιαστής 1 >

1 Λόγοι του Εκκλησιαστού, υιού του Δαβίδ, βασιλέως εν Ιερουσαλήμ.
ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυιδ βασιλέως Ισραηλ ἐν Ιερουσαλημ
2 Ματαιότης ματαιοτήτων, είπεν ο Εκκλησιαστής· ματαιότης ματαιοτήτων, τα πάντα ματαιότης.
ματαιότης ματαιοτήτων εἶπεν ὁ Ἐκκλησιαστής ματαιότης ματαιοτήτων τὰ πάντα ματαιότης
3 Τις ωφέλεια εις τον άνθρωπον εκ παντός του μόχθου αυτού, τον οποίον μοχθεί υπό τον ήλιον;
τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον
4 Γενεά υπάγει, και γενεά έρχεται· η δε γη διαμένει εις τον αιώνα.
γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν
5 Και ανατέλλει ο ήλιος, και δύει ο ήλιος· και σπεύδει προς τον τόπον αυτού, όθεν ανέτειλεν.
καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει
6 Υπάγει προς τον νότον ο άνεμος, και επιστρέφει προς τον βορράν· ακαταπαύστως περιστρεφόμενος υπάγει, και επανέρχεται επί τους κύκλους αυτού, ο άνεμος.
ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα
7 Πάντες οι ποταμοί υπάγουσιν εις την θάλασσαν, και η θάλασσα ποτέ δεν γεμίζει· εις τον τόπον όθεν ρέουσιν οι ποταμοί, εκεί πάλιν επιστρέφουσι, διά να υπάγωσι.
πάντες οἱ χείμαρροι πορεύονται εἰς τὴν θάλασσαν καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη εἰς τόπον οὗ οἱ χείμαρροι πορεύονται ἐκεῖ αὐτοὶ ἐπιστρέφουσιν τοῦ πορευθῆναι
8 Πάντα τα πράγματα είναι εν κόπω· δεν δύναται άνθρωπος να εκφράση τούτο· ο οφθαλμός δεν χορταίνει βλέπων, και το ωτίον δεν γεμίζει ακούον.
πάντες οἱ λόγοι ἔγκοποι οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως
9 ό, τι έγεινε, τούτο πάλιν θέλει γείνει· και ό, τι συνέβη, τούτο πάλιν θέλει συμβή· και δεν είναι ουδέν νέον υπό τον ήλιον.
τί τὸ γεγονός αὐτὸ τὸ γενησόμενον καὶ τί τὸ πεποιημένον αὐτὸ τὸ ποιηθησόμενον καὶ οὐκ ἔστιν πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον
10 Υπάρχει πράγμα, περί του οποίου δύναταί τις να είπη, Ιδέ, τούτο είναι νέον; τούτο έγεινεν ήδη εις τους αιώνας οίτινες υπήρξαν προ ημών.
ὃς λαλήσει καὶ ἐρεῖ ἰδὲ τοῦτο καινόν ἐστιν ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν
11 Δεν είναι μνήμη των προγεγονότων, ουδέ θέλει είσθαι μνήμη των επιγενησομένων μετά ταύτα, εις τους μέλλοντας να υπάρξωσιν έπειτα.
οὐκ ἔστιν μνήμη τοῖς πρώτοις καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτοῖς μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην
12 Εγώ ο Εκκλησιαστής εστάθην βασιλεύς επί τον Ισραήλ εν Ιερουσαλήμ·
ἐγὼ Ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ
13 και έδωκα την καρδίαν μου εις το να εκζητήσω και να ερευνήσω διά της σοφίας περί πάντων των γινομένων υπό τον ουρανόν· τον οχληρόν τούτον περισπασμόν ο Θεός έδωκεν εις τους υιούς των ανθρώπων, διά να μοχθώσιν εν αυτώ.
καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ πάντων τῶν γινομένων ὑπὸ τὸν οὐρανόν ὅτι περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου τοῦ περισπᾶσθαι ἐν αὐτῷ
14 Είδον πάντα τα έργα τα γινόμενα υπό τον ήλιον, και ιδού, τα πάντα ματαιότης και θλίψις πνεύματος.
εἶδον σὺν πάντα τὰ ποιήματα τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος
15 Το στρεβλόν δεν δύναται να γείνη ευθές, και αι ελλείψεις δεν δύνανται να αριθμηθώσιν.
διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι
16 Εγώ ελάλησα εν τη καρδία μου λέγων, Ιδού, εγώ εμεγαλύνθην και ηυξήνθην εις σοφίαν υπέρ πάντας τους υπάρξαντας προ εμού εν Ιερουσαλήμ, και η καρδία μου απήλαυσε πολλήν σοφίαν και γνώσιν.
ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν ἐγὼ ἰδοὺ ἐμεγαλύνθην καὶ προσέθηκα σοφίαν ἐπὶ πᾶσιν οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ καὶ καρδία μου εἶδεν πολλά σοφίαν καὶ γνῶσιν
17 Και έδωκα την καρδίαν μου εις το να γνωρίση σοφίαν και εις το να γνωρίση ανοησίαν και αφροσύνην· πλην εγνώρισα ότι και τούτο είναι θλίψις πνεύματος.
καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν παραβολὰς καὶ ἐπιστήμην ἔγνων ὅτι καί γε τοῦτ’ ἔστιν προαίρεσις πνεύματος
18 Διότι εν πολλή σοφία είναι πολλή λύπη· και όστις προσθέτει γνώσιν, προσθέτει πόνον.
ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως καὶ ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα

< Ἐκκλησιαστής 1 >