< Ἐκκλησιαστής 4 >

1 Τότε εγώ εστράφην και είδον πάσας τας αδικίας τας γινομένας υπό τον ήλιον· και ιδού, δάκρυα των αδικουμένων, και δεν υπήρχεν εις αυτούς ο παρηγορών· η δε δύναμις ήτο εν τη χειρί των αδικούντων αυτούς· και δεν υπήρχεν εις αυτούς ο παρηγορών.
καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν
2 Όθεν εγώ εμακάρισα τους τελευτήσαντας, τους ήδη αποθανόντας, μάλλον παρά τους ζώντας, όσοι ζώσιν έτι.
καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν
3 Καλήτερος δε αμφοτέρων είναι, όστις δεν υπήρξεν έτι, όστις δεν είδε τα πονηρά έργα τα γινόμενα υπό τον ήλιον.
καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον
4 Προσέτι εγώ εθεώρησα πάντα μόχθον και πάσαν επίτευξιν έργου, ότι διά τούτο ο άνθρωπος φθονείται υπό του πλησίον αυτού· και τούτο ματαιότης και θλίψις πνεύματος.
καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καὶ σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος
5 Ο άφρων περιπλέκει τας χείρας αυτού και τρώγει την εαυτού σάρκα.
ὁ ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ
6 Καλήτερον μία δραξ πλήρης αναπαύσεως παρά δύο πλήρεις μόχθου και θλίψεως πνεύματος.
ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος
7 Πάλιν εστράφην εγώ και είδον ματαιότητα υπό τον ήλιον·
καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον
8 υπάρχει τις και δεν έχει δεύτερον· ναι, δεν έχει ούτε υιόν ούτε αδελφόν· και όμως δεν παύει από παντός του μόχθου αυτού· μάλιστα ο οφθαλμός αυτού δεν χορταίνει πλούτου· και δεν λέγει, διά τίνα εγώ κοπιάζω και στερώ την ψυχήν μου από αγαθών; και τούτο είναι ματαιότης και περισπασμός λυπηρός.
ἔστιν εἷς καὶ οὐκ ἔστιν δεύτερος καί γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτῷ καὶ οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ καί γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης καί γε τοῦτο ματαιότης καὶ περισπασμὸς πονηρός ἐστιν
9 Καλήτεροι οι δύο υπέρ τον ένα· επειδή αυτοί έχουσι καλήν αντιμισθίαν εν τω κόπω αυτών.
ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα οἷς ἔστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν
10 Διότι, εάν πέσωσιν, ο εις θέλει σηκώσει τον σύντροφον αυτού· αλλ' ουαί εις τον ένα, όστις πέση και δεν έχη δεύτερον να σηκώση αυτόν.
ὅτι ἐὰν πέσωσιν ὁ εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ καὶ οὐαὶ αὐτῷ τῷ ἑνί ὅταν πέσῃ καὶ μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν
11 Πάλιν, εάν δύο πλαγιάσωσιν ομού, τότε θερμαίνονται· ο εις όμως πως θέλει θερμανθή;
καί γε ἐὰν κοιμηθῶσιν δύο καὶ θέρμη αὐτοῖς καὶ ὁ εἷς πῶς θερμανθῇ
12 Και εάν τις υπερισχύση κατά του ενός, οι δύο θέλουσιν αντισταθή εις αυτόν· και το τριπλούν σχοινίον δεν κόπτεται ταχέως.
καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς οἱ δύο στήσονται κατέναντι αὐτοῦ καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται
13 Καλήτερον πτωχόν και σοφόν παιδίον παρά βασιλεύς γέρων και άφρων, όστις δεν είναι πλέον επιδεκτικός νουθεσίας·
ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι
14 διότι το μεν εξέρχεται εκ του οίκου των δεσμίων διά να βασιλεύση· ο δε και βασιλεύς γεννηθείς καθίσταται πένης.
ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης
15 Είδον πάντας τους ζώντας τους περιπατούντας υπό τον ήλιον, μετά του υιού, του δευτέρου, όστις θέλει σταθή αντ' αυτού.
εἶδον σὺν πάντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου ὃς στήσεται ἀντ’ αὐτοῦ
16 Δεν υπάρχει τέλος εις πάντα τον λαόν, εις πάντας τους προϋπάρξαντας αυτών· αλλ' ουδέ οι μετά ταύτα θέλουσιν ευφρανθή εις αυτόν· λοιπόν και τούτο ματαιότης και θλίψις πνεύματος.
οὐκ ἔστιν περασμὸς τῷ παντὶ λαῷ τοῖς πᾶσιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος

< Ἐκκλησιαστής 4 >