< Ἐκκλησιαστής 10 >
1 Μυίαι αποθνήσκουσαι κάμνουσι το μύρον του μυρεψού να βρωμά, να αναβράζη· και μικρά αφροσύνη ατιμάζει τον εν υπολήψει επί σοφία και τιμή.
μυῖαι θανατοῦσαι σαπριοῦσιν σκευασίαν ἐλαίου ἡδύσματος τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης
2 Η καρδία του σοφού είναι εν τη δεξιά αυτού· η δε καρδία του άφρονος εν τη αριστερά αυτού.
καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ
3 Και έτι όταν ο άφρων περιπατή εν τη οδώ, λείπει σύνεσις αυτού και αναγγέλλει προς πάντας ότι είναι άφρων.
καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται καρδία αὐτοῦ ὑστερήσει καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστίν
4 Εάν το πνεύμα του ηγεμόνος εγερθή εναντίον σου, μη αφήσης τον τόπον σου· διότι η γλυκύτης καταπαύει αμαρτίας μεγάλας.
ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ τόπον σου μὴ ἀφῇς ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας
5 Είναι κακόν το οποίον είδον υπό τον ήλιον, λάθος, λέγω, προερχόμενον από του εξουσιαστού·
ἔστιν πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον ὡς ἀκούσιον ὃ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος
6 ότι ο άφρων βάλλεται εις μεγάλας αξίας, οι δε πλούσιοι κάθηνται εν ταπεινώ τόπω.
ἐδόθη ὁ ἄφρων ἐν ὕψεσι μεγάλοις καὶ πλούσιοι ἐν ταπεινῷ καθήσονται
7 Είδον δούλους εφ' ίππων και άρχοντας περιπατούντας ως δούλους επί της γης.
εἶδον δούλους ἐφ’ ἵππους καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς
8 Όστις σκάπτει λάκκον, θέλει πέσει εις αυτόν· και όστις χαλά φραγμόν, όφις θέλει δαγκάσει αυτόν.
ὁ ὀρύσσων βόθρον ἐν αὐτῷ ἐμπεσεῖται καὶ καθαιροῦντα φραγμόν δήξεται αὐτὸν ὄφις
9 Ο μετακινών λίθους θέλει βλαφθή υπ' αυτών· ο σχίζων ξύλα θέλει κινδυνεύσει εν αυτοίς.
ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς
10 Εάν ο σίδηρος αμβλυνθή και δεν ακονίση τις την κόψιν αυτού, πρέπει να προσθέση δύναμιν· η σοφία δε είναι ωφέλιμος προς διεύθυνσιν.
ἐὰν ἐκπέσῃ τὸ σιδήριον καὶ αὐτὸς πρόσωπον ἐτάραξεν καὶ δυνάμεις δυναμώσει καὶ περισσεία τοῦ ἀνδρείου σοφία
11 Εάν ο όφις δαγκάνη χωρίς συριγμού, πλην και ο συκοφάντης καλήτερος δεν είναι.
ἐὰν δάκῃ ὁ ὄφις ἐν οὐ ψιθυρισμῷ καὶ οὐκ ἔστιν περισσεία τῷ ἐπᾴδοντι
12 Οι λόγοι του στόματος του σοφού είναι χάρις· τα δε χείλη του άφρονος θέλουσι καταπίει αυτόν.
λόγοι στόματος σοφοῦ χάρις καὶ χείλη ἄφρονος καταποντιοῦσιν αὐτόν
13 Η αρχή των λόγων του στόματος αυτού είναι αφροσύνη· και το τέλος της ομιλίας αυτού κακή μωρία.
ἀρχὴ λόγων στόματος αὐτοῦ ἀφροσόνη καὶ ἐσχάτη στόματος αὐτοῦ περιφέρεια πονηρά
14 Ο άφρων προσέτι πληθύνει λόγους, ενώ ο άνθρωπος δεν εξεύρει τι μέλλει γενέσθαι· και τις δύναται να απαγγείλη προς αυτόν τι θέλει είσθαι μετ' αυτόν;
καὶ ὁ ἄφρων πληθύνει λόγους οὐκ ἔγνω ὁ ἄνθρωπος τί τὸ γενόμενον καὶ τί τὸ ἐσόμενον ὀπίσω αὐτοῦ τίς ἀναγγελεῖ αὐτῷ
15 Ο μόχθος των αφρόνων απαυδίζει αυτούς, επειδή δεν εξεύρουσι να υπάγωσιν εις την πόλιν.
μόχθος τῶν ἀφρόνων κοπώσει αὐτούς ὃς οὐκ ἔγνω τοῦ πορευθῆναι εἰς πόλιν
16 Ουαί εις σε, γη, της οποίας ο βασιλεύς είναι νέος, και οι άρχοντές σου τρώγουσι το πρωΐ
οὐαί σοι πόλις ἧς ὁ βασιλεύς σου νεώτερος καὶ οἱ ἄρχοντές σου ἐν πρωίᾳ ἐσθίουσιν
17 Μακαρία συ, γη, της οποίας ο βασιλεύς είναι υιός ευγενών, και οι άρχοντές σου τρώγουσιν εν καιρώ προς ενίσχυσιν και ουχί προς μέθην
μακαρία σύ γῆ ἧς ὁ βασιλεύς σου υἱὸς ἐλευθέρων καὶ οἱ ἄρχοντές σου πρὸς καιρὸν φάγονται ἐν δυνάμει καὶ οὐκ αἰσχυνθήσονται
18 Διά την πολλήν οκνηρίαν πίπτει η στέγασις· και διά την αργίαν των χειρών σταλάζει η οικία.
ἐν ὀκνηρίαις ταπεινωθήσεται ἡ δόκωσις καὶ ἐν ἀργίᾳ χειρῶν στάξει ἡ οἰκία
19 Δι' ευθυμίαν κάμνουσι συμπόσια, και ο οίνος ευφραίνει τους ζώντας· το δε αργύριον αποκρίνεται εις πάντα.
εἰς γέλωτα ποιοῦσιν ἄρτον καὶ οἶνος εὐφραίνει ζῶντας καὶ τοῦ ἀργυρίου ἐπακούσεται σὺν τὰ πάντα
20 Μη καταρασθής τον βασιλέα μηδέ εν τη διανοία σου· και μη καταρασθής τον πλούσιον εν τω ταμείω του κοιτώνός σου· διότι πτηνόν του ουρανού θέλει φέρει την φωνήν, και το έχον τας πτέρυγας θέλει αναγγείλει το πράγμα.
καί γε ἐν συνειδήσει σου βασιλέα μὴ καταράσῃ καὶ ἐν ταμιείοις κοιτώνων σου μὴ καταράσῃ πλούσιον ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει σὺν τὴν φωνήν καὶ ὁ ἔχων τὰς πτέρυγας ἀπαγγελεῖ λόγον