< Δευτερονόμιον 33 >

1 Και αύτη είναι η ευλογία, την οποίαν ηυλόγησε Μωϋσής ο άνθρωπος του Θεού τους υιούς Ισραήλ, προ της τελευτής αυτού·
καὶ αὕτη ἡ εὐλογία ἣν εὐλόγησεν Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ
2 και είπεν, Ο Κύριος ήλθεν εκ Σινά, και επεφάνη εις αυτούς εκ Σηείρ· επέλαμψεν εκ του όρους Φαράν, και ήλθε μετά μυριάδων αγίων· εκ της δεξιάς αυτού εξήλθε πυρ νόμου δι' αυτούς.
καὶ εἶπεν κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ’ αὐτοῦ
3 Ναι, ηγάπησε τον λαόν· υπό την χείρα σου είναι πάντες οι άγιοι αυτού· και εκάθηντο εις τους πόδας σου, διά να λάβωσι τους λόγους σου.
καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου καὶ οὗτοι ὑπὸ σέ εἰσιν καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ
4 Νόμον προσέταξεν εις ημάς ο Μωϋσής, την κληρονομίαν της συναγωγής Ιακώβ.
νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ
5 Και ήτο βασιλεύς εν τω Ιεσουρούν, ότε οι άρχοντες του λαού συνήχθησαν μετά των φυλών Ισραήλ.
καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ισραηλ
6 Ζήτω ο Ρουβήν και ας μη αποθάνη, και ας ήναι ο λαός αυτού πολυάριθμος.
ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ
7 Και αύτη είναι η ευλογία του Ιούδα· και είπεν, Εισάκουσον, Κύριε, της φωνής του Ιούδα, και φέρε αυτόν εις τον λαόν αυτού· αι χείρες αυτού ας ήναι αυτάρκεις εις αυτόν· και έσο βοήθεια εις αυτόν κατά των εχθρών αυτού.
καὶ αὕτη Ιουδα εἰσάκουσον κύριε φωνῆς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ
8 Και περί του Λευΐ είπε, Τα Θουμμίμ σου και τα Ουρίμ σου ας ήναι μετά του ανθρώπου του οσίου σου, τον οποίον εδοκίμασας εν Μασσά, και μετά του οποίου ηντιλόγησας εις τα ύδατα της Μεριβά·
καὶ τῷ Λευι εἶπεν δότε Λευι δήλους αὐτοῦ καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας
9 όστις είπε προς τον πατέρα αυτού και προς την μητέρα αυτού, Δεν είδον αυτόν, και όστις απηρνήθη τους αδελφούς αυτού, ουδέ εγνώρισε τους υιούς αυτού· διότι ετήρησαν τον λόγον σου, και εφύλαξαν την διαθήκην σου.
ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρί οὐχ ἑόρακά σε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν
10 Θέλουσι διδάσκει τας κρίσεις σου εις τον Ιακώβ, και τον νόμον σου εις τον Ισραήλ· θέλουσι βάλει θυμίαμα ενώπιόν σου, και ολοκαυτώματα επί το θυσιαστήριόν σου.
δηλώσουσιν τὰ δικαιώματά σου τῷ Ιακωβ καὶ τὸν νόμον σου τῷ Ισραηλ ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου
11 Ευλόγησον, Κύριε, τα τάγματα αυτού, και δέχθητι τα έργα των χειρών αυτού· σύνθλασον την οσφύν των επανισταμένων επ' αυτόν, και των μισούντων αυτόν, ώστε να μη εγερθώσι πλέον.
εὐλόγησον κύριε τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν
12 Περί του Βενιαμίν είπεν, Ο ηγαπημένος του Κυρίου θέλει κατοικεί εν ασφαλεία πλησίον αυτού· ο Κύριος θέλει περισκέπει αυτόν πάσας τας ημέρας, και μεταξύ των ώμων αυτού θέλει αναπαύεσθαι.
καὶ τῷ Βενιαμιν εἶπεν ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς καὶ ὁ θεὸς σκιάζει ἐπ’ αὐτῷ πάσας τὰς ἡμέρας καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν
13 Και περί του Ιωσήφ είπεν, Ευλογημένη ας ήναι παρά Κυρίου η γη αυτού, από των πολυτίμων δώρων του ουρανού, από της δρόσου, και από της κάτω κειμένης αβύσσου,
καὶ τῷ Ιωσηφ εἶπεν ἀπ’ εὐλογίας κυρίου ἡ γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν
14 και από των εκ του ηλίου πολυτίμων καρπών, και από των εκ της σελήνης πολυτίμων δώρων,
καὶ καθ’ ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν
15 και από των εξαιρέτων αγαθών των αρχαίων ορέων, και από των πολυτίμων αγαθών των αιωνίων βουνών,
καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων
16 και από των πολυτίμων αγαθών της γης και του πληρώματος αυτής· και η ευδοκία του φανέντος εν τη βάτω ας έλθη επί την κεφαλήν του Ιωσήφ, και επί την κορυφήν του εκλεκτού μεταξύ των αδελφών αυτού.
καὶ καθ’ ὥραν γῆς πληρώσεως καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς
17 Η δόξα αυτού ας ήναι ως του πρωτοτόκου του ταύρου αυτού, και τα κέρατα αυτού ως τα κέρατα του μονοκέρωτος· δι' αυτών θέλει κερατίσει τα έθνη έως των άκρων της γής· και αύται είναι αι μυριάδες του Εφραΐμ, και αύται αι χιλιάδες του Μανασσή.
πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ’ ἄκρου γῆς αὗται μυριάδες Εφραιμ καὶ αὗται χιλιάδες Μανασση
18 Και περί του Ζαβουλών είπεν, Ευφραίνου, Ζαβουλών, εν τη εξόδω σου· και Ισσάχαρ, εις τας σκηνάς σου.
καὶ τῷ Ζαβουλων εἶπεν εὐφράνθητι Ζαβουλων ἐν ἐξοδίᾳ σου καί Ισσαχαρ ἐν τοῖς σκηνώμασιν αὐτοῦ
19 Θέλουσι καλέσει τους λαούς εις το όρος· εκεί θέλουσι προσφέρει θυσίας δικαιοσύνης· διότι θέλουσι θηλάσει την αφθονίαν της θαλάσσης, και τους κεκρυμμένους θησαυρούς της άμμου.
ἔθνη ἐξολεθρεύσουσιν καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων
20 Και περί του Γαδ είπεν, Ευλογημένος ο πλατύνων τον Γάδ· κάθηται ως λέων, και διασπαράττει βραχίονα και κεφαλήν.
καὶ τῷ Γαδ εἶπεν εὐλογημένος ἐμπλατύνων Γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα καὶ ἄρχοντα
21 Και προέβλεψε δι' εαυτόν την πρώτην μερίδα· διότι εκεί το μερίδιον του νομοθέτου ήτο διαπεφυλαγμένον· και ήλθε μετά των αρχόντων του λαού, εξεπλήρωσε την δικαιοσύνην του Κυρίου και τας κρίσεις αυτού μετά του Ισραήλ.
καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ
22 Και περί του Δαν είπεν, Ο Δαν είναι σκύμνος λέοντος· θέλει πηδήσει από Βασάν.
καὶ τῷ Δαν εἶπεν Δαν σκύμνος λέοντος καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασαν
23 Και περί του Νεφθαλί είπεν, Ω Νεφθαλί, κεχορτασμένε ευδοκίας, και πεπληρωμένε της ευλογίας του Κυρίου, κληρονόμησον την δύσιν και την μεσημβρίαν.
καὶ τῷ Νεφθαλι εἶπεν Νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν καὶ λίβα κληρονομήσει
24 Και περί του Ασήρ είπεν, Ας ήναι ευλογημένος από τέκνων ο Ασήρ· ας ήναι δεκτός εις τους αδελφούς αυτού, και εις έλαιον ας βάψη τον πόδα αυτού.
καὶ τῷ Ασηρ εἶπεν εὐλογητὸς ἀπὸ τέκνων Ασηρ καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ
25 Σίδηρος και χαλκός ας ήναι τα υποδήματά σου, και η δύναμίς σου ως αι ημέραι σου.
σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται καὶ ὡς αἱ ἡμέραι σου ἡ ἰσχύς σου
26 Δεν είναι ουδείς ως ο Θεός του Ιεσουρούν, όστις επιβαίνει επί τους ουρανούς προς βοήθειάν σου, και εν τη μεγαλοπρεπεία αυτού επί το στερέωμα.
οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος
27 Ο Θεός ο αιώνιος είναι καταφυγή, και υποστήριγμα οι αιώνιοι βραχίονες· και θέλει εκδιώξει τον εχθρόν απ' έμπροσθέν σου, και θέλει ειπεί, Εξολόθρευσον.
καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων ἀπόλοιο
28 Τότε ο Ισραήλ θέλει κατοικήσει μόνος εν ασφαλεία· ο οφθαλμός του Ιακώβ θέλει είσθαι επί γης σίτου και οίνου· και οι ουρανοί αυτού θέλουσι σταλάζει δρόσον.
καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ καὶ ὁ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ
29 Μακάριος συ, Ισραήλ. Τις όμοιός σου, λαέ σωζόμενε υπό του Κυρίου, όστις είναι η ασπίς της βοηθείας σου, και η μάχαιρα της υπεροχής σου Και θέλουσιν υποταχθή οι εχθροί σου εις σε, και συ θέλεις πατήσει επί τον τράχηλον αυτών.
μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ

< Δευτερονόμιον 33 >