< Δευτερονόμιον 29 >
1 Ούτοι είναι οι λόγοι της διαθήκης, την οποίαν προσέταξεν ο Κύριος εις τον Μωϋσήν να κάμη προς τους υιούς Ισραήλ εν τη γη Μωάβ· εκτός της διαθήκης, την οποίαν έκαμε προς αυτούς εν Χωρήβ.
οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Μωαβ πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρηβ
2 Και εκάλεσεν ο Μωϋσής πάντα τον Ισραήλ και είπε προς αυτούς, Σεις είδετε πάντα όσα έκαμεν ο Κύριος ενώπιον των οφθαλμών σας εν τη γη της Αιγύπτου, εις τον Φαραώ και εις πάντας τους δούλους αυτού και εις πάσαν την γην αυτού,
καὶ ἐκάλεσεν Μωυσῆς πάντας τοὺς υἱοὺς Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἑωράκατε πάντα ὅσα ἐποίησεν κύριος ἐν γῇ Αἰγύπτῳ ἐνώπιον ὑμῶν Φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
3 τους πειρασμούς τους μεγάλους τους οποίους είδον οι οφθαλμοί σου, τα σημεία και τα τεράστια τα μεγάλα εκείνα·
τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα
4 πλην ο Κύριος δεν έδωκεν εις εσάς καρδίαν διά να καταλαμβάνητε, και οφθαλμούς διά να βλέπητε, και ώτα διά να ακούητε, μέχρι της ημέρας ταύτης.
καὶ οὐκ ἔδωκεν κύριος ὁ θεὸς ὑμῖν καρδίαν εἰδέναι καὶ ὀφθαλμοὺς βλέπειν καὶ ὦτα ἀκούειν ἕως τῆς ἡμέρας ταύτης
5 Και σας περιέφερα τεσσαράκοντα έτη εν τη ερήμω· τα ιμάτιά σας δεν επαλαιώθησαν επάνω σας, και το υπόδημά σου δεν επαλαιώθη εις τον πόδα σου.
καὶ ἤγαγεν ὑμᾶς τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ οὐκ ἐπαλαιώθη τὰ ἱμάτια ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν ὑμῶν
6 Άρτον δεν εφάγετε, και οίνον και σίκερα δεν επίετε· διά να γνωρίσητε ότι εγώ είμαι Κύριος ο Θεός σας.
ἄρτον οὐκ ἐφάγετε οἶνον καὶ σικερα οὐκ ἐπίετε ἵνα γνῶτε ὅτι οὗτος κύριος ὁ θεὸς ὑμῶν
7 Και ότε ήλθετε εις τούτον τον τόπον, Σηών ο βασιλεύς της Εσεβών και Ωγ ο βασιλεύς της Βασάν εξήλθον εις συνάντησιν ημών διά πόλεμον, και ημείς επατάξαμεν αυτούς·
καὶ ἤλθετε ἕως τοῦ τόπου τούτου καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων καὶ Ωγ βασιλεὺς τῆς Βασαν εἰς συνάντησιν ἡμῖν ἐν πολέμῳ καὶ ἐπατάξαμεν αὐτοὺς
8 και εκυριεύσαμεν την γην αυτών, και εδώκαμεν αυτήν κληρονομίαν εις τους Ρουβηνίτας και εις τους Γαδίτας και εις το ήμισυ της φυλής του Μανασσή.
καὶ ἐλάβομεν τὴν γῆν αὐτῶν καὶ ἔδωκα αὐτὴν ἐν κλήρῳ τῷ Ρουβην καὶ τῷ Γαδδι καὶ τῷ ἡμίσει φυλῆς Μανασση
9 Φυλάττετε λοιπόν τους λόγους της διαθήκης ταύτης και εκτελείτε αυτούς, διά να ευημερήτε εις πάντα όσα πράττετε.
καὶ φυλάξεσθε ποιεῖν πάντας τοὺς λόγους τῆς διαθήκης ταύτης ἵνα συνῆτε πάντα ὅσα ποιήσετε
10 Σεις ίστασθε σήμερον πάντες ενώπιον Κυρίου του Θεού σας, οι αρχηγοί των φυλών σας, οι πρεσβύτεροί σας και οι άρχοντές σας, πάντες οι άνδρες του Ισραήλ,
ὑμεῖς ἑστήκατε πάντες σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν οἱ ἀρχίφυλοι ὑμῶν καὶ ἡ γερουσία ὑμῶν καὶ οἱ κριταὶ ὑμῶν καὶ οἱ γραμματοεισαγωγεῖς ὑμῶν πᾶς ἀνὴρ Ισραηλ
11 τα τέκνα σας, αι γυναίκές σας και ο ξένος σου ο εν μέσω του στρατοπέδου σου, από του ξυλοκόπου σου έως του υδροφόρου σου·
αἱ γυναῖκες ὑμῶν καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν
12 διά να εισέλθης εις την διαθήκην Κυρίου του Θεού σου και εις τας κατάρας αυτού, τα οποία Κύριος ο Θεός σου διατίθεται προς σε σήμερον·
παρελθεῖν ἐν τῇ διαθήκῃ κυρίου τοῦ θεοῦ σου καὶ ἐν ταῖς ἀραῖς αὐτοῦ ὅσα κύριος ὁ θεός σου διατίθεται πρὸς σὲ σήμερον
13 διά να σε καταστήση σήμερον λαόν εις εαυτόν, και αυτός να ήναι εις σε Θεός, καθώς είπε προς σε, και καθώς ώμοσε προς τους πατέρας σου, προς τον Αβραάμ, προς τον Ισαάκ και προς τον Ιακώβ.
ἵνα στήσῃ σε αὐτῷ εἰς λαόν καὶ αὐτὸς ἔσται σου θεός ὃν τρόπον εἶπέν σοι καὶ ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ
14 Και ουχί προς εσάς μόνον διατίθεμαι εγώ την διαθήκην ταύτην και τας κατάρας ταύτας·
καὶ οὐχ ὑμῖν μόνοις ἐγὼ διατίθεμαι τὴν διαθήκην ταύτην καὶ τὴν ἀρὰν ταύτην
15 αλλά και προς τους παρισταμένους ενταύθα μεθ' ημών σήμερον ενώπιον Κυρίου του Θεού ημών, και προς τους μη παρισταμένους ενταύθα μεθ' ημών σήμερον·
ἀλλὰ καὶ τοῖς ὧδε οὖσι μεθ’ ἡμῶν σήμερον ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ τοῖς μὴ οὖσιν μεθ’ ἡμῶν ὧδε σήμερον
16 διότι σεις εξεύρετε πως κατωκήσαμεν εν τη γη της Αιγύπτου, και πως επεράσαμεν εν μέσω των εθνών διά των οποίων διήλθετε·
ὅτι ὑμεῖς οἴδατε ὡς κατῳκήσαμεν ἐν γῇ Αἰγύπτῳ καὶ παρήλθομεν ἐν μέσῳ τῶν ἐθνῶν οὓς παρήλθετε
17 και είδετε τα βδελύγματα αυτών και τα είδωλα αυτών, ξύλα και λίθους, αργύριον και χρυσίον, τα μεταξύ αυτών·
καὶ εἴδετε τὰ βδελύγματα αὐτῶν καὶ τὰ εἴδωλα αὐτῶν ξύλον καὶ λίθον ἀργύριον καὶ χρυσίον ἅ ἐστιν παρ’ αὐτοῖς
18 διά να μη ήναι μεταξύ σας ανήρ ή γυνή ή συγγένεια ή φυλή, των οποίων η καρδία να εκκλίνη σήμερον από Κυρίου του Θεού ημών, διά να υπάγη να λατρεύση τους θεούς των εθνών εκείνων· διά να μη ήναι μεταξύ σας ρίζα αναβρύουσα χολήν και πικρίαν·
μή τίς ἐστιν ἐν ὑμῖν ἀνὴρ ἢ γυνὴ ἢ πατριὰ ἢ φυλή τίνος ἡ διάνοια ἐξέκλινεν ἀπὸ κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθαι λατρεύειν τοῖς θεοῖς τῶν ἐθνῶν ἐκείνων μή τίς ἐστιν ἐν ὑμῖν ῥίζα ἄνω φύουσα ἐν χολῇ καὶ πικρίᾳ
19 και όταν ακούη τους λόγους της κατάρας ταύτης, να μακαρίζη εαυτόν εν τη καρδία αυτού, λέγων, Εγώ θέλω έχει ειρήνην, καίτοι περιπατών εν τη αποπλανήσει της καρδίας μου, προσθέτων μέθην εις την δίψαν·
καὶ ἔσται ἐὰν ἀκούσῃ τὰ ῥήματα τῆς ἀρᾶς ταύτης καὶ ἐπιφημίσηται ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων ὅσιά μοι γένοιτο ὅτι ἐν τῇ ἀποπλανήσει τῆς καρδίας μου πορεύσομαι ἵνα μὴ συναπολέσῃ ὁ ἁμαρτωλὸς τὸν ἀναμάρτητον
20 δεν θέλει σπλαγχνισθή αυτόν ο Κύριος, αλλά τότε η οργή του Κυρίου και ο ζήλος αυτού θέλουσιν εξαφθή κατά του ανθρώπου εκείνου· και πάσαι αι κατάραι αι γεγραμμέναι εν τω βιβλίω τούτω θέλουσι πέσει επ' αυτόν, και ο Κύριος θέλει εξαλείψει το όνομα αυτού υποκάτωθεν του ουρανού.
οὐ μὴ θελήσῃ ὁ θεὸς εὐιλατεῦσαι αὐτῷ ἀλλ’ ἢ τότε ἐκκαυθήσεται ὀργὴ κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου καὶ ἐξαλείψει κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν
21 Και θέλει αποχωρίσει αυτόν ο Κύριος προς απώλειαν από πασών των φυλών του Ισραήλ, κατά πάσας τας κατάρας της διαθήκης τας γεγραμμένας εν τούτω τω βιβλίω του νόμου·
καὶ διαστελεῖ αὐτὸν κύριος εἰς κακὰ ἐκ πάντων τῶν υἱῶν Ισραηλ κατὰ πάσας τὰς ἀρὰς τῆς διαθήκης τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου
22 και η επερχομένη γενεά των υιών σας, οίτινες θέλουσιν αναστηθή ύστερον από σας, και ο ξένος όστις έλθη από μακράς γης, θέλουσιν ειπεί, όταν ίδωσι τας πληγάς της γης εκείνης, και τας αρρωστίας τας οποίας ο Κύριος επέφερεν επ' αυτήν,
καὶ ἐροῦσιν ἡ γενεὰ ἡ ἑτέρα οἱ υἱοὶ ὑμῶν οἳ ἀναστήσονται μεθ’ ὑμᾶς καὶ ὁ ἀλλότριος ὃς ἂν ἔλθῃ ἐκ γῆς μακρόθεν καὶ ὄψονται τὰς πληγὰς τῆς γῆς ἐκείνης καὶ τὰς νόσους αὐτῆς ἃς ἀπέστειλεν κύριος ἐπ’ αὐτήν
23 πας ο τόπος αυτής είναι με θείον και άλας κατακεκαυμένος, ούτε σπείρεται ούτε βλαστάνει, ούτε χόρτος αυξάνει επ' αυτής, κατά την καταστροφήν των Σοδόμων και των Γομόρρων, της Αδαμά και Σεβωείμ, τας οποίας κατέστρεψεν ο Κύριος εν τω θυμώ αυτού και εν τη οργή αυτού,
θεῖον καὶ ἅλα κατακεκαυμένον πᾶσα ἡ γῆ αὐτῆς οὐ σπαρήσεται οὐδὲ ἀνατελεῖ οὐδὲ μὴ ἀναβῇ ἐπ’ αὐτὴν πᾶν χλωρόν ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα Αδαμα καὶ Σεβωιμ ἃς κατέστρεψεν κύριος ἐν θυμῷ καὶ ὀργῇ
24 και θέλουσιν ειπεί πάντα τα έθνη, Διά τι ο Κύριος έκαμεν ούτως εις την γην ταύτην; διά τι ο θυμός της μεγάλης ταύτης οργής;
καὶ ἐροῦσιν πάντα τὰ ἔθνη διὰ τί ἐποίησεν κύριος οὕτως τῇ γῇ ταύτῃ τίς ὁ θυμὸς τῆς ὀργῆς ὁ μέγας οὗτος
25 Τότε θέλουσιν ειπεί, Διότι εγκατέλιπον την διαθήκην Κυρίου του Θεού των πατέρων αυτών, την οποίαν έκαμε προς αυτούς, ότε εξήγαγεν αυτούς εκ γης Αιγύπτου·
καὶ ἐροῦσιν ὅτι κατελίποσαν τὴν διαθήκην κυρίου τοῦ θεοῦ τῶν πατέρων αὐτῶν ἃ διέθετο τοῖς πατράσιν αὐτῶν ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου
26 και υπήγαν και ελάτρευσαν άλλους θεούς και προσεκύνησαν αυτούς, θεούς τους οποίους δεν ήξευρον, ουδέ έδωκεν εις αυτούς·
καὶ πορευθέντες ἐλάτρευσαν θεοῖς ἑτέροις καὶ προσεκύνησαν αὐτοῖς οἷς οὐκ ἠπίσταντο οὐδὲ διένειμεν αὐτοῖς
27 διά τούτο εξήφθη ο θυμός του Κυρίου εναντίον της γης εκείνης, διά να επιφέρη επ' αυτήν πάσας τας κατάρας τας γεγραμμένας εν τω βιβλίω τούτω,
καὶ ὠργίσθη θυμῷ κύριος ἐπὶ τὴν γῆν ἐκείνην ἐπαγαγεῖν ἐπ’ αὐτὴν κατὰ πάσας τὰς κατάρας τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου
28 και εξερρίζωσεν αυτούς ο Κύριος από της γης αυτών μετά θυμού και μετά οργής· και μετά μεγάλης αγανακτήσεως· και έρριψεν αυτούς εις άλλην γην, καθώς είναι την ημέραν ταύτην.
καὶ ἐξῆρεν αὐτοὺς κύριος ἀπὸ τῆς γῆς αὐτῶν ἐν θυμῷ καὶ ὀργῇ καὶ παροξυσμῷ μεγάλῳ σφόδρα καὶ ἐξέβαλεν αὐτοὺς εἰς γῆν ἑτέραν ὡσεὶ νῦν
29 Τα κρυπτά ανήκουσιν εις Κύριον τον Θεόν ημών· τα δε αποκεκαλυμμένα εις ημάς και εις τα τέκνα ημών διαπαντός, διά να εκτελέσωμεν πάντας τους λόγους του νόμου τούτου.
τὰ κρυπτὰ κυρίῳ τῷ θεῷ ἡμῶν τὰ δὲ φανερὰ ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εἰς τὸν αἰῶνα ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου