< Δευτερονόμιον 27 >

1 Και προσέταξεν ο Μωϋσής και οι πρεσβύτεροι του Ισραήλ τον λαόν, λέγων, Φυλάττετε πάσας τας εντολάς, τας οποίας εγώ προστάζω εις εσάς σήμερον.
καὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον
2 Και την ημέραν καθ' ην διαβήτε τον Ιορδάνην, προς την γην την οποίαν Κύριος ο Θεός σου δίδει εις σε, θέλεις στήσει εις σεαυτόν λίθους μεγάλους, και θέλεις χρίσει αυτούς με ασβέστην·
καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
3 και θέλεις γράψει επ' αυτούς πάντας τους λόγους του νόμου τούτου, αφού διαβής τον Ιορδάνην, διά να εισέλθης εις την γην την οποίαν Κύριος ο Θεός σου δίδει εις σε, γην ρέουσαν γάλα και μέλι, καθώς Κύριος ο Θεός των πατέρων σου υπεσχέθη εις σε.
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν Ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι
4 Διά τούτο αφού διαβήτε τον Ιορδάνην, θέλετε στήσει τους λίθους τούτους, τους οποίους εγώ προστάζω εις εσάς σήμερον, εν τω όρει Εβάλ, και θέλεις χρίσει αυτούς με ασβέστην.
καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ
5 Και θέλεις οικοδομήσει εκεί θυσιαστήριον εις Κύριον τον Θεόν σου, θυσιαστήριον εκ λίθων· σίδηρον δεν θέλεις επιβάλει επ' αυτούς.
καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτοὺς σίδηρον
6 Θέλεις οικοδομήσει το θυσιαστήριον Κυρίου του Θεού σου εκ λίθων ολοκλήρων· και θέλεις προσφέρει επ' αυτού ολοκαυτώματα προς Κύριον τον Θεόν σου·
λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ’ αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου
7 και θέλεις προσφέρει θυσίας ειρηνικάς, και θέλεις τρώγει εκεί, και θέλεις ευφραίνεσθαι ενώπιον Κυρίου του Θεού σου·
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου
8 και θέλεις γράψει επί τους λίθους πάντας τους λόγους του νόμου τούτου ευκρινέστατα.
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα
9 Και ελάλησαν ο Μωϋσής και οι ιερείς οι Λευΐται προς πάντα τον Ισραήλ λέγοντες, Πρόσεχε και άκουε, Ισραήλ· ταύτην την ημέραν κατεστάθης λαός Κυρίου του Θεού σου·
καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ισραηλ λέγοντες σιώπα καὶ ἄκουε Ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου
10 θέλεις λοιπόν υπακούει εις την φωνήν Κυρίου του Θεού σου, και εκτελεί τας εντολάς αυτού, και τα διατάγματα αυτού τα οποία εγώ προστάζω εις σε σήμερον.
καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον
11 Και προσέταξεν ο Μωϋσής τον λαόν την ημέραν εκείνην, λέγων,
καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων
12 Ούτοι θέλουσι σταθή επί το όρος Γαριζίν διά να ευλογήσωσι τον λαόν, αφού διαβήτε τον Ιορδάνην· Συμεών και Λευΐ και Ιούδα και Ισσάχαρ και Ιωσήφ και Βενιαμίν.
οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζιν διαβάντες τὸν Ιορδάνην Συμεων Λευι Ιουδας Ισσαχαρ Ιωσηφ καὶ Βενιαμιν
13 Και ούτοι θέλουσι σταθή επί το όρος Εβάλ διά να καταρασθώσι· Ρουβήν, Γαδ και Ασήρ και Ζαβουλών, Δαν και Νεφθαλί.
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβαλ Ρουβην Γαδ καὶ Ασηρ Ζαβουλων Δαν καὶ Νεφθαλι
14 Και θέλουσι λαλήσει οι Λευΐται και ειπεί προς πάντας τους ανθρώπους του Ισραήλ μετά φωνής μεγάλης,
καὶ ἀποκριθέντες οἱ Λευῖται ἐροῦσιν παντὶ Ισραηλ φωνῇ μεγάλῃ
15 Επικατάρατος ο άνθρωπος, όστις κάμη γλυπτόν ή χωνευτόν, βδέλυγμα εις τον Κύριον, έργον χειρών τεχνίτου, και θέση εν αποκρύφω. Και πας ο λαός θέλει αποκριθή και ειπεί, Αμήν.
ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτο
16 Επικατάρατος όστις κακολογήση τον πατέρα αυτού ή την μητέρα αυτού. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
17 Επικατάρατος όστις μετακινήση το οροθέσιον του πλησίον αυτού. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
18 Επικατάρατος όστις αποπλανήση τον τυφλόν εν τη οδώ. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
19 Επικατάρατος όστις διαστρέψη την κρίσιν του ξένου, του ορφανού και της χήρας. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
20 Επικατάρατος όστις κοιμηθή μετά της γυναικός του πατρός αυτού· διότι εκκαλύπτει το συγκάλυμμα του πατρός αυτού. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
21 Επικατάρατος όστις κοιμηθή μεθ' οποιουδήποτε κτήνους. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
22 Επικατάρατος όστις κοιμηθή μετά της αδελφής αυτού της θυγατρός του πατρός αυτού, ή της θυγατρός της μητρός αυτού. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
23 Επικατάρατος όστις κοιμηθή μετά της πενθεράς αυτού. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
24 Επικατάρατος όστις κτυπήση τον πλησίον αυτού κρυφίως. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
25 Επικατάρατος όστις λάβη δώρα διά να φονεύση άνθρωπον αθώον. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο
26 Επικατάρατος όστις δεν εμμένει εις τους λόγους του νόμου τούτου, διά να εκτελή αυτούς. Και πας ο λαός θέλει ειπεί, Αμήν.
ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

< Δευτερονόμιον 27 >