< Δευτερονόμιον 23 >

1 Ο έχων τα κρύφια αυτού τεθλασμένα ή αποκεκομμένα δεν θέλει εισέλθει εις την συναγωγήν του Κυρίου.
οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου
2 Ο νόθος δεν θέλει εισέλθει εις την συναγωγήν του Κυρίου· έως δεκάτης γενεάς αυτού δεν θέλει εισέλθει εις την συναγωγήν του Κυρίου.
οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου
3 Αμμωνίτης και Μωαβίτης δεν θέλει εισέλθει εις την συναγωγήν του Κυρίου· έως δεκάτης γενεάς αυτών ουδέποτε θέλουσιν εισέλθει εις την συναγωγήν του Κυρίου.
οὐκ εἰσελεύσεται Αμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν κυρίου καὶ ἕως δεκάτης γενεᾶς οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου καὶ ἕως εἰς τὸν αἰῶνα
4 Διότι δεν σας προϋπήντησαν με άρτον και ύδωρ εν τη οδώ, ότε εξήρχεσθε εξ Αιγύπτου· και διότι εμίσθωσαν κατά σου τον Βαλαάμ τον υιόν του Βεώρ εκ Φεθορά της Μεσοποταμίας, διά να σε καταρασθή.
παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ὑμῖν μετὰ ἄρτων καὶ ὕδατος ἐν τῇ ὁδῷ ἐκπορευομένων ὑμῶν ἐξ Αἰγύπτου καὶ ὅτι ἐμισθώσαντο ἐπὶ σὲ τὸν Βαλααμ υἱὸν Βεωρ ἐκ τῆς Μεσοποταμίας καταράσασθαί σε
5 Αλλά Κύριος ο Θεός σου δεν ηθέλησε να εισακούση του Βαλαάμ· αλλά Κύριος ο Θεός σου μετέβαλε την κατάραν εις ευλογίαν προς σε, διότι Κύριος ο Θεός σου σε ηγάπησε.
καὶ οὐκ ἠθέλησεν κύριος ὁ θεός σου εἰσακοῦσαι τοῦ Βαλααμ καὶ μετέστρεψεν κύριος ὁ θεός σου τὰς κατάρας εἰς εὐλογίαν ὅτι ἠγάπησέν σε κύριος ὁ θεός σου
6 Δεν θέλεις ζητήσει την ειρήνην αυτών ουδέ την ευτυχίαν αυτών πάσας τας ημέρας σου εις τον αιώνα.
οὐ προσαγορεύσεις εἰρηνικὰ αὐτοῖς καὶ συμφέροντα αὐτοῖς πάσας τὰς ἡμέρας σου εἰς τὸν αἰῶνα
7 Δεν θέλεις βδελύττεσθαι τον Ιδουμαίον, διότι είναι αδελφός σου· δεν θέλεις βδελύττεσθαι τον Αιγύπτιον, διότι εστάθης ξένος εν τη γη αυτού.
οὐ βδελύξῃ Ιδουμαῖον ὅτι ἀδελφός σού ἐστιν οὐ βδελύξῃ Αἰγύπτιον ὅτι πάροικος ἐγένου ἐν τῇ γῇ αὐτοῦ
8 Τα παιδία, όσα γεννηθώσιν εξ αυτών, θέλουσιν εισέλθει εις την συναγωγήν του Κυρίου εν τη τρίτη γενεά αυτών.
υἱοὶ ἐὰν γενηθῶσιν αὐτοῖς γενεὰ τρίτη εἰσελεύσονται εἰς ἐκκλησίαν κυρίου
9 Όταν εκστρατεύης επί τους εχθρούς σου, φυλάττου από παντός κακού πράγματος.
ἐὰν δὲ ἐξέλθῃς παρεμβαλεῖν ἐπὶ τοὺς ἐχθρούς σου καὶ φυλάξῃ ἀπὸ παντὸς ῥήματος πονηροῦ
10 Εάν ήναι εν μέσω σου άνθρωπος, όστις δεν είναι καθαρός, εκ τινός συμβάντος εις αυτόν την νύκτα, θέλει εξέλθει έξω του στρατοπέδου, δεν θέλει εισέλθει εντός του στρατοπέδου·
ἐὰν ᾖ ἐν σοὶ ἄνθρωπος ὃς οὐκ ἔσται καθαρὸς ἐκ ῥύσεως αὐτοῦ νυκτός καὶ ἐξελεύσεται ἔξω τῆς παρεμβολῆς καὶ οὐκ εἰσελεύσεται εἰς τὴν παρεμβολήν
11 και προς την εσπέραν θέλει λουσθή εν ύδατι και δύοντος του ηλίου θέλει εισέλθει εντός του στρατοπέδου.
καὶ ἔσται τὸ πρὸς ἑσπέραν λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ δεδυκότος ἡλίου εἰσελεύσεται εἰς τὴν παρεμβολήν
12 Και θέλεις έχει τόπον έξω του στρατοπέδου και θέλεις εξέλθει εκεί έξω·
καὶ τόπος ἔσται σοι ἔξω τῆς παρεμβολῆς καὶ ἐξελεύσῃ ἐκεῖ ἔξω
13 και θέλεις έχει πτυάριον μικρόν μεταξύ των όπλων σου· και όταν κάθησαι έξω, θέλεις σκάπτει δι' αυτού, και θέλεις στρέψει και σκεπάσει το εξερχόμενον από σου.
καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου καὶ ἔσται ὅταν διακαθιζάνῃς ἔξω καὶ ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἐν αὐτῷ
14 Διότι Κύριος ο Θεός σου περιπατεί εν μέσω του στρατοπέδου σου, διά να σε ελευθερώση και διά να παραδώση τους εχθρούς σου έμπροσθέν σου· διά τούτο θέλει είσθαι άγιον το στρατόπεδόν σου· διά να μη βλέπη ακαθαρσίαν τινά εν σοι, και αποστρέψη από σου.
ὅτι κύριος ὁ θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου καὶ ἔσται ἡ παρεμβολή σου ἁγία καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος καὶ ἀποστρέψει ἀπὸ σοῦ
15 Δεν θέλεις παραδώσει δούλον εις τον κύριον αυτού, όστις κατέφυγεν από του κυρίου αυτού προς σέ·
οὐ παραδώσεις παῖδα τῷ κυρίῳ αὐτοῦ ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ
16 μετά σου θέλει κατοικεί, εν μέσω σου, εις όντινα τόπον εκλέξη, εν μιά των πυλών σου όπου αρέσκη εις αυτόν· δεν θέλεις καταδυναστεύσει αυτόν.
μετὰ σοῦ κατοικήσει ἐν ὑμῖν κατοικήσει ἐν παντὶ τόπῳ οὗ ἐὰν ἀρέσῃ αὐτῷ οὐ θλίψεις αὐτόν
17 Πόρνη δεν θέλει υπάρχει εκ των θυγατέρων Ισραήλ, ουδέ θέλει είσθαι κίναιδος εκ των υιών Ισραήλ.
οὐκ ἔσται πόρνη ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται πορνεύων ἀπὸ υἱῶν Ισραηλ οὐκ ἔσται τελεσφόρος ἀπὸ θυγατέρων Ισραηλ καὶ οὐκ ἔσται τελισκόμενος ἀπὸ υἱῶν Ισραηλ
18 Δεν θέλεις φέρει πληρωμήν πόρνης ουδέ μίσθωμα κυνός, εις τον οίκον Κυρίου του Θεού σου, δι' ουδεμίαν ευχήν· διότι αμφότερα ταύτα είναι βδέλυγμα εις Κύριον τον Θεόν σου.
οὐ προσοίσεις μίσθωμα πόρνης οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου πρὸς πᾶσαν εὐχήν ὅτι βδέλυγμα κυρίῳ τῷ θεῷ σού ἐστιν καὶ ἀμφότερα
19 Δεν θέλεις δανείζει εις τον αδελφόν σου χρήματα επί τόκω, τροφάς επί τόκω, ουδέν πράγμα δανειζόμενον επί τόκω.
οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον βρωμάτων καὶ τόκον παντὸς πράγματος οὗ ἂν ἐκδανείσῃς
20 Εις τον ξένον δύνασαι να τοκίζης· εις τον αδελφόν σου όμως δεν θέλεις τοκίσει διά να σε ευλογή Κύριος ο Θεός σου εις πάσας τας επιχειρήσεις σου, επί της γης, εις την οποίαν υπάγεις διά να κληρονομήσης αυτήν.
τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
21 Όταν ευχηθής ευχήν προς Κύριον τον Θεόν σου, δεν θέλεις βραδύνει να αποδώσης αυτήν· διότι Κύριος ο Θεός σου θέλει εξάπαντος εκζητήσει αυτήν παρά σου, και θέλει είσθαι αμαρτία εις σε.
ἐὰν δὲ εὔξῃ εὐχὴν κυρίῳ τῷ θεῷ σου οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν ὅτι ἐκζητῶν ἐκζητήσει κύριος ὁ θεός σου παρὰ σοῦ καὶ ἔσται ἐν σοὶ ἁμαρία
22 Εάν όμως δεν θέλης να ευχηθής, δεν θέλει είσθαι αμαρτία εις σε.
ἐὰν δὲ μὴ θέλῃς εὔξασθαι οὐκ ἔστιν ἐν σοὶ ἁμαρτία
23 ό, τι εξέλθη εκ των χειλέων σου θέλεις φυλάξει, και θέλεις εκτελέσει καθ' ον τρόπον ευχήθης εις Κύριον τον Θεόν σου την αυτοπροαίρετον προσφοράν, την οποίαν υπεσχέθης διά στόματός σου.
τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων σου φυλάξῃ καὶ ποιήσεις ὃν τρόπον εὔξω κυρίῳ τῷ θεῷ σου δόμα ὃ ἐλάλησας τῷ στόματί σου
24 Όταν εισέρχησαι εις τον αμπελώνα του πλησίον σου, δύνασαι να τρώγης σταφύλια κατά την όρεξίν σου, εωσού χορτασθής· εις το αγγείόν σου όμως δεν θέλεις βάλει.
ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξεις ἐν ταῖς χερσίν σου στάχυς καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου
25 Όταν εισέρχησαι εις τα σπαρτά του πλησίον σου, δύνασαι να αποσπάς διά της χειρός σου αστάχυα· δρέπανον όμως δεν δύνασαι να βάλης εις τα σπαρτά του πλησίον σου.
ἐὰν δὲ εἰσέλθῃς εἰς τὸν ἀμπελῶνα τοῦ πλησίον σου φάγῃ σταφυλὴν ὅσον ψυχήν σου ἐμπλησθῆναι εἰς δὲ ἄγγος οὐκ ἐμβαλεῖς

< Δευτερονόμιον 23 >