< Δευτερονόμιον 2 >

1 Τότε εστρέψαμεν και ώδοιπορήσαμεν εν τη ερήμω διά της οδού της Ερυθράς θαλάσσης, καθώς ελάλησε Κύριος προς εμέ· και περιεφερόμεθα περί το όρος Σηείρ ημέρας πολλάς.
καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν ὃν τρόπον ἐλάλησεν κύριος πρός με καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηιρ ἡμέρας πολλάς
2 Και είπε Κύριος προς εμέ λέγων,
καὶ εἶπεν κύριος πρός με
3 Αρκεί όσον περιήλθετε το όρος τούτο· στράφητε προς βορράν·
ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν
4 και πρόσταξον τον λαόν λέγων, Θέλετε περάσει διά των ορίων των αδελφών σας των υιών Ησαύ, οίτινες κατοικούσιν εν Σηείρ· και θέλουσι σας φοβηθή· και προσέξατε πολύ·
καὶ τῷ λαῷ ἔντειλαι λέγων ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ησαυ οἳ κατοικοῦσιν ἐν Σηιρ καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα
5 μη πολεμήσητε μετ' αυτών· επειδή δεν θέλω δώσει εις εσάς εκ της γης αυτών ουδέ βήμα ποδός· διότι εις τον Ησαύ έδωκα το όρος Σηείρ κληρονομίαν·
μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ησαυ τὸ ὄρος τὸ Σηιρ
6 θέλετε αγοράζει παρ' αυτών τροφάς δι' αργυρίου, διά να τρώγητε· και ύδωρ έτι θέλετε αγοράζει παρ' αυτών δι' αργυρίου, διά να πίνητε·
βρώματα ἀργυρίου ἀγοράσατε παρ’ αὐτῶν καὶ φάγεσθε καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ’ αὐτῶν ἀργυρίου καὶ πίεσθε
7 διότι Κύριος ο Θεός σου σε ευλόγησεν εις πάντα τα έργα των χειρών σου· γνωρίζει την οδοιπορίαν σου διά της μεγάλης ταύτης ερήμου· τα τεσσαράκοντα ταύτα έτη Κύριος ο Θεός σου ήτο μετά σού· δεν εστερήθης ουδενός.
ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ οὐκ ἐπεδεήθης ῥήματος
8 Και αφού επεράσαμεν διά των αδελφών ημών των υιών Ησαύ, των κατοικούντων εν Σηείρ, διά της οδού της πεδιάδος από Ελάθ και από Εσιών-γάβερ. Και εστρέψαμεν και διέβημεν διά της οδού της ερήμου Μωάβ.
καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ησαυ τοὺς κατοικοῦντας ἐν Σηιρ παρὰ τὴν ὁδὸν τὴν Αραβα ἀπὸ Αιλων καὶ ἀπὸ Γασιωνγαβερ καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωαβ
9 Και είπε Κύριος προς εμέ, Μη ενοχλήσητε τους Μωαβίτας μηδέ έλθητε εις μάχην μετ' αυτών· διότι δεν θέλω δώσει εις σε εκ της γης αυτών διά κληρονομίαν· επειδή εις τους υιούς του Λωτ έδωκα την Αρ κληρονομίαν.
καὶ εἶπεν κύριος πρός με μὴ ἐχθραίνετε τοῖς Μωαβίταις καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν ἐν κλήρῳ τοῖς γὰρ υἱοῖς Λωτ δέδωκα τὴν Σηιρ κληρονομεῖν
10 Πρότερον δε κατώκουν εν αυτή οι Εμμαίοι, λαός μέγας και πολυάριθμος και υψηλός το ανάστημα, καθώς οι Ανακείμ·
οἱ Ομμιν πρότεροι ἐνεκάθηντο ἐπ’ αὐτῆς ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες ὥσπερ οἱ Ενακιμ
11 οίτινες και αυτοί ελογίζοντο γίγαντες, ως οι Ανακείμ· αλλ' οι Μωαβίται ονομάζουσιν αυτούς Εμμαίους.
Ραφαϊν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ενακιμ καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ομμιν
12 Και εν Σηείρ κατώκουν οι Χορραίοι πρότερον· αλλ' οι υιοί του Ησαύ εκληρονόμησαν αυτούς και εξωλόθρευσαν αυτούς απ' έμπροσθεν αυτών, και κατώκησαν αντ' αυτών· καθώς έκαμεν ο Ισραήλ εν τη γη της κληρονομίας αυτού, την οποίαν έδωκεν εις αυτούς ο Κύριος.
καὶ ἐν Σηιρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον καὶ υἱοὶ Ησαυ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν ὃν τρόπον ἐποίησεν Ισραηλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ ἣν δέδωκεν κύριος αὐτοῖς
13 Σηκώθητε λοιπόν και διάβητε τον χείμαρρον Ζαρέδ· και διέβημεν τον χείμαρρον Ζαρέδ.
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς καὶ παραπορεύεσθε τὴν φάραγγα Ζαρετ καὶ παρήλθομεν τὴν φάραγγα Ζαρετ
14 Και αι ημέραι, καθ' ας ώδοιπορήσαμεν από Κάδης-βαρνή, εωσού διέβημεν τον χείμαρρον Ζαρέδ, ήσαν τριάκοντα οκτώ έτη, εωσού εξέλιπε πάσα η γενεά των πολεμιστών ανδρών εκ μέσου του στρατοπέδου, καθώς ώμοσεν ο Κύριος προς αυτούς.
καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδης Βαρνη ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρετ τριάκοντα καὶ ὀκτὼ ἔτη ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνῄσκοντες ἐκ τῆς παρεμβολῆς καθότι ὤμοσεν αὐτοῖς ὁ θεός
15 Έτι η χειρ του Κυρίου ήτο εναντίον αυτών, διά να εξολοθρεύση αυτούς εκ μέσου του στρατοπέδου, εωσού εξέλιπον.
καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ’ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν
16 Και αφού πάντες οι άνδρες οι πολεμισταί εξέλιπον, αποθνήσκοντες εκ μέσου του λαού,
καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνῄσκοντες ἐκ μέσου τοῦ λαοῦ
17 ελάλησε Κύριος προς εμέ λέγων,
καὶ ἐλάλησεν κύριος πρός με λέγων
18 Συ θέλεις διαπεράσει σήμερον την Αρ, το όριον του Μωάβ·
σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωαβ τὴν Σηιρ
19 και θέλεις πλησιάσει κατέναντι των υιών Αμμών· μη ενόχλει αυτούς μηδέ πολεμήσης μετ' αυτών· διότι δεν θέλω δώσει εις σε εκ της γης των υιών Αμμών κληρονομίαν· επειδή εις τους υιούς Λωτ έδωκα αυτήν κληρονομίαν.
καὶ προσάξετε ἐγγὺς υἱῶν Αμμαν μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Αμμαν σοὶ ἐν κλήρῳ ὅτι τοῖς υἱοῖς Λωτ δέδωκα αὐτὴν ἐν κλήρῳ
20 Αύτη ομοίως ελογίζετο γη των γιγάντων· γίγαντες κατώκουν εκεί πρότερον· οι δε Αμμωνίται ονομάζουσιν αυτούς Ζαμζουμμείμ·
γῆ Ραφαϊν λογισθήσεται καὶ γὰρ ἐπ’ αὐτῆς κατῴκουν οἱ Ραφαϊν τὸ πρότερον καὶ οἱ Αμμανῖται ὀνομάζουσιν αὐτοὺς Ζομζομμιν
21 λαός μέγας και πολυάριθμος και υψηλός το ανάστημα, καθώς οι Ανακείμ· αλλ' ο Κύριος εξωλόθρευσεν αυτούς απ' έμπροσθεν αυτών, και αυτοί εκληρονόμησαν αυτούς και κατώκησαν αντ' αυτών·
ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ενακιμ καὶ ἀπώλεσεν αὐτοὺς κύριος πρὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης
22 καθώς έκαμεν εις τους υιούς Ησαύ τους κατοικούντας εν Σηείρ, ότε εξωλόθρευσε τους Χορραίους απ' έμπροσθεν αυτών, και εκληρονόμησαν αυτούς, και κατώκησαν αντ' αυτών έως της ημέρας ταύτης.
ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ησαυ τοῖς κατοικοῦσιν ἐν Σηιρ ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης
23 Και τους Αυείμ, τους κατοικούντας κατά κώμας μέχρι Γάζης, οι Καφθορείμ, οι εξελθόντες από Καφθόρ, εξωλόθρευσαν αυτούς, και κατώκησαν αντ' αυτών.
καὶ οἱ Ευαῖοι οἱ κατοικοῦντες ἐν ασηρωθ ἕως Γάζης καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ’ αὐτῶν
24 Σηκώθητε, αναχωρήσατε και διάβητε τον ποταμόν Αρνών· ιδού, παρέδωκα εις χείρας σου τον Σηών τον Αμορραίον, βασιλέα της Εσεβών, και την γην αυτού· άρχισον να κυριεύης αυτήν και πολέμησον μετ' αυτού·
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Αρνων ἰδοὺ παραδέδωκα εἰς τὰς χεῖράς σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἐνάρχου κληρονομεῖν σύναπτε πρὸς αὐτὸν πόλεμον
25 σήμερον θέλω αρχίσει να εμβάλλω τον τρόμον σου και τον φόβον σου εις πάντα τα έθνη τα υποκάτω παντός του ουρανού· τα οποία, όταν ακούσωσι το όνομά σου, θέλουσι τρομάξει και θέλουσι πέσει εις αγωνίαν εξ αιτίας σου.
ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου
26 Και απέστειλα πρέσβεις από της ερήμου Κεδημώθ προς τον Σηών βασιλέα της Εσεβών με λόγους ειρηνικούς, λέγων,
καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμωθ πρὸς Σηων βασιλέα Εσεβων λόγοις εἰρηνικοῖς λέγων
27 Ας περάσω διά της γης σου· κατ' ευθείαν διά της οδού θέλω περάσει δεν θέλω κλίνει δεξιά ή αριστερά·
παρελεύσομαι διὰ τῆς γῆς σου ἐν τῇ ὁδῷ παρελεύσομαι οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά
28 θέλεις πωλήσει εις εμέ τροφάς δι' αργυρίου διά να φάγω και δι' αργυρίου θέλεις δώσει εις εμέ ύδωρ διά να πίω· μόνον θέλω περάσει με τους πόδας μου,
βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν
29 καθώς έκαμον εις εμέ οι υιοί του Ησαύ οι κατοικούντες εν Σηείρ, και οι Μωαβίται οι κατοικούντες εν Αρ, εωσού διαβώ τον Ιορδάνην προς την γην, την οποίαν Κύριος ο Θεός ημών δίδει εις ημάς.
καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ησαυ οἱ κατοικοῦντες ἐν Σηιρ καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Αροηρ ἕως παρέλθω τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν
30 Και δεν ηθέλησεν ο Σηών βασιλεύς της Εσεβών να περάσωμεν διά της γης αυτού· επειδή Κύριος ο Θεός σου εσκλήρυνε το πνεύμα αυτού και απελίθωσε την καρδίαν αυτού, διά να παραδώση αυτόν εις τας χείρας σου, καθώς την ημέραν ταύτην.
καὶ οὐκ ἠθέλησεν Σηων βασιλεὺς Εσεβων παρελθεῖν ἡμᾶς δῑ αὐτοῦ ὅτι ἐσκλήρυνεν κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ
31 Και είπε Κύριος προς εμέ, Ιδού, ήρχισα να παραδίδω τον Σηών και την γην αυτού έμπροσθέν σου· άρχισον να κυριεύης διά να κληρονομήσης την γην αυτού.
καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ τὴν γῆν αὐτοῦ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ
32 Τότε εξήλθεν ο Σηών εις συνάντησιν ημών, αυτός και πας ο λαός αυτού, διά μάχην εις Ιασσά.
καὶ ἐξῆλθεν Σηων βασιλεὺς Εσεβων εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον Ιασσα
33 Και Κύριος ο Θεός ημών παρέδωκεν αυτόν ενώπιον ημών· και επατάξαμεν αυτόν και τους υιούς αυτού και πάντα τον λαόν αυτού.
καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ
34 Και εκυριεύσαμεν πάσας τας πόλεις αυτού κατ' εκείνον τον καιρόν, και εξωλοθρεύσαμεν πάσαν πόλιν, άνδρας και γυναίκας, και παιδία· δεν αφήκαμεν ουδένα υπόλοιπον.
καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν οὐ κατελίπομεν ζωγρείαν
35 Μόνον τα κτήνη ελεηλατήσαμεν δι' εαυτούς και τα λάφυρα των πόλεων, τας οποίας εκυριεύσαμεν.
πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν
36 Από της Αροήρ, παρά το χείλος του ποταμού Αρνών, και της πόλεως της παρά τον ποταμόν και έως Γαλαάδ, δεν εστάθη πόλις ικανή να αντισταθή εις ημάς· Κύριος ο Θεός ημών παρέδωκεν αυτάς πάσας έμπροσθεν ημών.
ἐξ Αροηρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι καὶ ἕως ὄρους τοῦ Γαλααδ οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς τὰς πάσας παρέδωκεν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν
37 Μόνον εις την γην των υιών Αμμών δεν επλησίασας ουδέ εις τα παρακείμενα του ποταμού Ιαβόκ ουδέ εις τας ορεινάς πόλεις ουδέ εις άλλο οποιονδήποτε μέρος, το οποίον απηγόρευσεν εις ημάς Κύριος ο Θεός ημών.
πλὴν εἰς γῆν υἱῶν Αμμων οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάρρου Ιαβοκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ καθότι ἐνετείλατο ἡμῖν κύριος ὁ θεὸς ἡμῶν

< Δευτερονόμιον 2 >