< Δευτερονόμιον 13 >

1 Εάν εγερθή εν μέσω σου προφήτης ή ενυπνιαζόμενος ενύπνια και δώση εις σε σημείον ή τεράστιον,
ἐὰν δὲ ἀναστῇ ἐν σοὶ προφήτης ἢ ἐνυπνιαζόμενος ἐνύπνιον καὶ δῷ σοι σημεῖον ἢ τέρας
2 και αληθεύση το σημείον ή το τεράστιον, περί του οποίου ελάλησε προς σε, λέγων, Ας υπάγωμεν κατόπιν άλλων θεών τους οποίους δεν εγνώρισας, και ας λατρεύσωμεν αυτούς,
καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησεν πρὸς σὲ λέγων πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε
3 δεν θέλεις δώσει ακρόασιν εις τους λόγους του προφήτου εκείνου ή εκείνου του ενυπνιαζομένου ενύπνια· διότι δοκιμάζει εσάς Κύριος ο Θεός σας, διά να γνωρίση εάν αγαπάτε Κύριον τον Θεόν σας εξ όλης της καρδίας σας και εξ όλης της ψυχής σας.
οὐκ ἀκούσεσθε τῶν λόγων τοῦ προφήτου ἐκείνου ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο ὅτι πειράζει κύριος ὁ θεὸς ὑμᾶς εἰδέναι εἰ ἀγαπᾶτε κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν
4 Κύριον τον Θεόν σας θέλετε ακολουθεί και αυτόν θέλετε φοβείσθαι, και τας εντολάς αυτού θέλετε φυλάττει, και εις την φωνήν αυτού θέλετε υπακούει, και αυτόν θέλετε λατρεύει, και εις αυτόν θέλετε είσθαι προσκεκολλημένοι.
ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε
5 Εκείνος δε ο προφήτης ή εκείνος ο ενυπνιαζόμενος ενύπνια θέλει θανατωθή· διότι ελάλησεν αποστασίαν κατά Κυρίου του Θεού σας, όστις σας εξήγαγεν εκ γης Αιγύπτου και σας ελύτρωσεν εξ οίκου δουλείας, διά να σε αποπλανήση εκ της οδού, εις την οποίαν προσέταξεν εις σε Κύριος ο Θεός σου να περιπατής· και θέλεις εξαφανίσει το κακόν εκ μέσου σου.
καὶ ὁ προφήτης ἐκεῖνος ἢ ὁ τὸ ἐνύπνιον ἐνυπνιαζόμενος ἐκεῖνος ἀποθανεῖται ἐλάλησεν γὰρ πλανῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου τοῦ λυτρωσαμένου σε ἐκ τῆς δουλείας ἐξῶσαί σε ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλατό σοι κύριος ὁ θεός σου πορεύεσθαι ἐν αὐτῇ καὶ ἀφανιεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν
6 Εάν ο αδελφός σου, ο υιός της μητρός σου, ή ο υιός σου ή η θυγάτηρ σου ή η γυνή του κόλπου σου, ή ο φίλος σου όστις είναι ως η ψυχή σου, σε παρακινήση κρυφίως, λέγων, Ας υπάγωμεν και ας λατρεύσωμεν άλλους θεούς, τους οποίους δεν εγνώρισας συ ούτε οι πατέρες σου,
ἐὰν δὲ παρακαλέσῃ σε ὁ ἀδελφός σου ἐκ πατρός σου ἢ ἐκ μητρός σου ἢ ὁ υἱός σου ἢ ἡ θυγάτηρ σου ἢ ἡ γυνὴ ἡ ἐν κόλπῳ σου ἢ ὁ φίλος ὁ ἴσος τῆς ψυχῆς σου λάθρᾳ λέγων βαδίσωμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδεις σὺ καὶ οἱ πατέρες σου
7 εκ των θεών των εθνών, των πέριξ υμών, των πλησίον σου ή των μακράν από σου, απ' άκρου της γης έως άκρου της γης,
ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ ὑμῶν τῶν ἐγγιζόντων σοι ἢ τῶν μακρὰν ἀπὸ σοῦ ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς
8 δεν θέλεις συγκατανεύσει εις αυτόν, ουδέ θέλεις δώσει ακρόασιν εις αυτόν, ουδέ θέλει φεισθή αυτόν ο οφθαλμός σου, ουδέ θέλεις σπλαγχνισθή ουδέ θέλεις κρύψει αυτόν·
οὐ συνθελήσεις αὐτῷ καὶ οὐκ εἰσακούσῃ αὐτοῦ καὶ οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῷ οὐκ ἐπιποθήσεις ἐπ’ αὐτῷ οὐδ’ οὐ μὴ σκεπάσῃς αὐτόν
9 αλλά εξάπαντος θέλεις θανατώσει αυτόν· η χειρ σου θέλει είσθαι πρώτη επ' αυτόν διά να θανατώσης αυτόν, και η χειρ παντός του λαού έπειτα.
ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ αἱ χεῖρές σου ἔσονται ἐπ’ αὐτὸν ἐν πρώτοις ἀποκτεῖναι αὐτόν καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ ἐπ’ ἐσχάτῳ
10 Και θέλεις λιθοβολήσει αυτόν με λίθους, ώστε να αποθάνη· διότι εζήτησε να σε αποπλανήση από Κυρίου του Θεού σου, όστις σε εξήγαγεν εκ γης Αιγύπτου, εξ οίκου δουλείας.
καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις καὶ ἀποθανεῖται ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
11 Και πας ο Ισραήλ ακούσας θέλει φοβηθή και δεν θέλει κάμει πλέον εν μέσω σου τοιούτον κακόν.
καὶ πᾶς Ισραηλ ἀκούσας φοβηθήσεται καὶ οὐ προσθήσουσιν ἔτι ποιῆσαι κατὰ τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο ἐν ὑμῖν
12 Εάν ακούσης εις τινά των πόλεών σου, τας οποίας Κύριος ο Θεός σου δίδει εις σε, διά να κατοικής εκεί, να λέγωσιν,
ἐὰν δὲ ἀκούσῃς ἐν μιᾷ τῶν πόλεών σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι κατοικεῖν σε ἐκεῖ λεγόντων
13 άνθρωποι παράνομοι εξήλθον εκ μέσου σου και επλάνησαν τους κατοίκους της πόλεως αυτών, λέγοντες, Ας υπάγωμεν και ας λατρεύσωμεν άλλους θεούς, τους οποίους δεν εγνωρίσατε,
ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε
14 τότε θέλεις εξετάσει και ερωτήσει και ερευνήσει επιμελώς· και εάν ήναι αληθές και βέβαιον το πράγμα, ότι τοιούτον βδέλυγμα ενηργήθη εν μέσω σου,
καὶ ἐρωτήσεις καὶ ἐραυνήσεις σφόδρα καὶ ἰδοὺ ἀληθὴς σαφῶς ὁ λόγος γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν ὑμῖν
15 εξάπαντος θέλεις πατάξει τους κατοίκους της πόλεως εκείνης εν στόματι μαχαίρας, εξολοθρεύων αυτήν και πάντας τους εν αυτή, και τα κτήνη αυτής, εν στόματι μαχαίρας.
ἀναιρῶν ἀνελεῖς πάντας τοὺς κατοικοῦντας ἐν τῇ πόλει ἐκείνῃ ἐν φόνῳ μαχαίρας ἀναθέματι ἀναθεματιεῖτε αὐτὴν καὶ πάντα τὰ ἐν αὐτῇ
16 Και θέλεις συνάξει πάντα τα λάφυρα αυτής εν μέσω της πλατείας αυτής, και θέλεις καύσει εν πυρί την πόλιν και πάντα τα λάφυρα αυτής ολοκλήρως, εις Κύριον τον Θεόν σου· και θέλει είσθαι εις τον αιώνα ερείπια· δεν θέλει οικοδομηθή πλέον.
καὶ πάντα τὰ σκῦλα αὐτῆς συνάξεις εἰς τὰς διόδους αὐτῆς καὶ ἐμπρήσεις τὴν πόλιν ἐν πυρὶ καὶ πάντα τὰ σκῦλα αὐτῆς πανδημεὶ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ ἔσται ἀοίκητος εἰς τὸν αἰῶνα οὐκ ἀνοικοδομηθήσεται ἔτι
17 Και δεν θέλει προσκολληθή εις την χείρα σου ουδέν εκ του αναθέματος· διά να επιστρέψη ο Κύριος από της εξάψεως του θυμού αυτού, και να δείξη προς σε έλεος, και να σε σπλαγχνισθή και να σε πολυπλασιάση, καθώς ώμοσε προς τους πατέρας σου,
οὐ προσκολληθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος ἵνα ἀποστραφῇ κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ καὶ δώσει σοι ἔλεος καὶ ἐλεήσει σε καὶ πληθυνεῖ σε ὃν τρόπον ὤμοσεν κύριος τοῖς πατράσιν σου
18 όταν υπακούσης εις την φωνήν Κυρίου του Θεού σου, ώστε να φυλάττης πάσας τας εντολάς αυτού, τας οποίας εγώ προστάζω εις σε σήμερον, να πράττης το αρεστόν ενώπιον Κυρίου του Θεού σου.
ἐὰν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου

< Δευτερονόμιον 13 >