< Δευτερονόμιον 10 >

1 Κατ' εκείνον τον καιρόν είπε Κύριος προς εμέ, Λατόμησον εις σεαυτόν δύο πλάκας λιθίνας ως τας πρώτας, και ανάβα προς εμέ εις το όρος, και κάμε εις σεαυτόν κιβωτόν ξυλίνην.
ἐν ἐκείνῳ τῷ καιρῷ εἶπεν κύριος πρός με λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας ὥσπερ τὰς πρώτας καὶ ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ποιήσεις σεαυτῷ κιβωτὸν ξυλίνην
2 Και εγώ θέλω γράψει επί τας πλάκας τα λόγια τα οποία ήσαν εις τας πρώτας πλάκας, τας οποίας συνέτριψας, και θέλεις εναποθέσει αυτάς εν τη κιβωτώ.
καὶ γράψω ἐπὶ τὰς πλάκας τὰ ῥήματα ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς πρώταις ἃς συνέτριψας καὶ ἐμβαλεῖς αὐτὰς εἰς τὴν κιβωτόν
3 Και έκαμα κιβωτόν εκ ξύλου σιττίμ, και ελατόμησα δύο πλάκας λιθίνας ως τας πρώτας, και ανέβην εις το όρος, έχων τας δύο πλάκας εις τας χείρας μου.
καὶ ἐποίησα κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ ἐλάξευσα τὰς δύο πλάκας τὰς λιθίνας ὡς αἱ πρῶται καὶ ἀνέβην εἰς τὸ ὄρος καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου
4 Και έγραψεν επί τας πλάκας, κατά την γραφήν την πρώτην, τας δέκα εντολάς, τας οποίας ελάλησε Κύριος προς εσάς εν τω όρει εκ μέσου του πυρός, εν τη ημέρα της συνάξεως· και έδωκεν αυτάς ο Κύριος εις εμέ.
καὶ ἔγραψεν ἐπὶ τὰς πλάκας κατὰ τὴν γραφὴν τὴν πρώτην τοὺς δέκα λόγους οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός καὶ ἔδωκεν αὐτὰς κύριος ἐμοί
5 Και επιστρέψας κατέβην από του όρους και ενέθεσα τας πλάκας εν τη κιβωτώ την οποίαν έκαμον· και είναι εκεί, καθώς προσέταξεν εις εμέ ο Κύριος.
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτόν ἣν ἐποίησα καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι κύριος
6 Και οι υιοί Ισραήλ εσηκώθησαν από Βηρώθ-βενέ-ιακάν εις Μοσερά. Εκεί απέθανεν ο Ααρών και εκεί ετάφη· και ιεράτευσεν Ελεάζαρ ο υιός αυτού αντ' αυτού.
καὶ οἱ υἱοὶ Ισραηλ ἀπῆραν ἐκ Βηρωθ υἱῶν Ιακιμ Μισαδαι ἐκεῖ ἀπέθανεν Ααρων καὶ ἐτάφη ἐκεῖ καὶ ἱεράτευσεν Ελεαζαρ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
7 Εκείθεν εσηκώθησαν εις Γαδγάδ και από Γαδγάδ εις Ιοτβαθά, γην ποταμών υδάτων.
ἐκεῖθεν ἀπῆραν εἰς Γαδγαδ καὶ ἀπὸ Γαδγαδ εἰς Ετεβαθα γῆ χείμαρροι ὑδάτων
8 Κατ' εκείνον τον καιρόν εξεχώρισεν ο Κύριος την φυλήν του Λευΐ, διά να βαστάζη την κιβωτόν της διαθήκης του Κυρίου, να παρίσταται ενώπιον του Κυρίου διά να υπηρετή αυτόν, και να ευλογή εν τω ονόματι αυτού, έως της ημέρας ταύτης.
ἐν ἐκείνῳ τῷ καιρῷ διέστειλεν κύριος τὴν φυλὴν τὴν Λευι αἴρειν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου παρεστάναι ἔναντι κυρίου λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης
9 Διά τούτο δεν έχουσιν οι Λευΐται μερίδιον ή κληρονομίαν μεταξύ των αδελφών αυτών· ο Κύριος είναι η κληρονομία αυτών, καθώς Κύριος ο Θεός σου υπεσχέθη εις αυτούς.
διὰ τοῦτο οὐκ ἔστιν τοῖς Λευίταις μερὶς καὶ κλῆρος ἐν τοῖς ἀδελφοῖς αὐτῶν κύριος αὐτὸς κλῆρος αὐτοῦ καθὰ εἶπεν αὐτῷ
10 Και εγώ εστάθην επί του όρους, ως το πρότερον, τεσσαράκοντα ημέρας και τεσσαράκοντα νύκτας· και εισήκουσέ μου ο Κύριος και ταύτην την φοράν, και δεν ηθέλησεν ο Κύριος να σε εξολοθρεύση.
κἀγὼ εἱστήκειν ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι ὑμᾶς
11 Και είπε Κύριος προς εμέ, Σηκώθητι, προπορεύου του λαού, διά να εισέλθωσι και κληρονομήσωσι την γην, την οποίαν ώμοσα προς τους πατέρας αυτών να δώσω εις αυτούς.
καὶ εἶπεν κύριος πρός με βάδιζε ἄπαρον ἐναντίον τοῦ λαοῦ τούτου καὶ εἰσπορευέσθωσαν καὶ κληρονομείτωσαν τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν δοῦναι αὐτοῖς
12 Και τώρα, Ισραήλ, τι ζητεί Κύριος ο Θεός σου παρά σου, ειμή να φοβήσαι Κύριον τον Θεόν σου, να περιπατής εις πάσας τας οδούς αυτού και να αγαπάς αυτόν, και να λατρεύης Κύριον τον Θεόν σου εξ όλης της καρδίας σου και εξ όλης της ψυχής σου,
καὶ νῦν Ισραηλ τί κύριος ὁ θεός σου αἰτεῖται παρὰ σοῦ ἀλλ’ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ λατρεύειν κυρίῳ τῷ θεῷ σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου
13 να φυλάττης τας εντολάς του Κυρίου και τα διατάγματα αυτού, τα οποία εγώ προστάζω εις σε σήμερον διά το καλόν σου;
φυλάσσεσθαι τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι ᾖ
14 Ιδού, Κυρίου του Θεού σου είναι ο ουρανός και ο ουρανός των ουρανών· η γη και πάντα τα εν αυτή.
ἰδοὺ κυρίου τοῦ θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ ἡ γῆ καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ
15 Και όμως τους πατέρας σου προετίμησεν ο Κύριος, να αγαπά αυτούς, και εξέλεξε το σπέρμα αυτών μετ' αυτούς, εσάς παρά πάντας τους λαούς, καθώς είναι την ημέραν ταύτην.
πλὴν τοὺς πατέρας ὑμῶν προείλατο κύριος ἀγαπᾶν αὐτοὺς καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ’ αὐτοὺς ὑμᾶς παρὰ πάντα τὰ ἔθνη κατὰ τὴν ἡμέραν ταύτην
16 Περιτέμετε λοιπόν την ακροβυστίαν της καρδίας σας και μη σκληρύνητε πλέον τον τράχηλόν σας.
καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι
17 Διότι Κύριος ο Θεός σας είναι Θεός των θεών και Κύριος των κυρίων, Θεός μέγας, ισχυρός και φοβερός, μη αποβλέπων εις πρόσωπον μηδέ λαμβάνων δώρον·
ὁ γὰρ κύριος ὁ θεὸς ὑμῶν οὗτος θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ ὁ φοβερός ὅστις οὐ θαυμάζει πρόσωπον οὐδ’ οὐ μὴ λάβῃ δῶρον
18 ποιών κρίσιν εις τον ορφανόν και εις την χήραν, και αγαπών τον ξένον, δίδων εις αυτόν τροφήν και ενδύματα.
ποιῶν κρίσιν προσηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ καὶ ἀγαπᾷ τὸν προσήλυτον δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον
19 Αγαπάτε λοιπόν τον ξένον· διότι σεις ξένοι εστάθητε εν τη γη της Αιγύπτου.
καὶ ἀγαπήσετε τὸν προσήλυτον προσήλυτοι γὰρ ἦτε ἐν γῇ Αἰγύπτῳ
20 Κύριον τον Θεόν σου θέλεις φοβείσθαι αυτόν θέλεις λατρεύει, και εις αυτόν θέλεις είσθαι προσηλωμένος, και εις το όνομα αυτού θέλεις ομνύει.
κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ
21 Αυτός είναι καύχημά σου, και αυτός είναι Θεός σου, όστις έκαμε διά σε τα μεγάλα ταύτα και τρομερά, τα οποία είδον οι οφθαλμοί σου.
οὗτος καύχημά σου καὶ οὗτος θεός σου ὅστις ἐποίησεν ἐν σοὶ τὰ μεγάλα καὶ τὰ ἔνδοξα ταῦτα ἃ εἴδοσαν οἱ ὀφθαλμοί σου
22 Μετά εβδομήκοντα ψυχών κατέβησαν οι πατέρες σου εις την Αίγυπτον, και τώρα Κύριος ο Θεός σου σε κατέστησεν ως τα άστρα του ουρανού κατά το πλήθος.
ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον νυνὶ δὲ ἐποίησέν σε κύριος ὁ θεός σου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει

< Δευτερονόμιον 10 >