< Δανιήλ 4 >

1 Ναβουχοδονόσορ ο βασιλεύς, προς πάντας τους λαούς, έθνη και γλώσσας τους κατοικούντας επί πάσης της γής· Ειρήνη ας πληθυνθή εις εσάς.
2 Τα σημεία και τα θαυμάσια, τα οποία έκαμεν εις εμέ ο Θεός ο Ύψιστος, ήρεσεν ενώπιόν μου να αναγγείλω.
3 Πόσον είναι μεγάλα τα σημεία αυτού· και πόσον ισχυρά τα θαυμάσια αυτού· η βασιλεία αυτού είναι βασιλεία αιώνιος και η εξουσία αυτού εις γενεάν και γενεάν.
4 Εγώ ο Ναβουχοδονόσορ ήμην αναπαυόμενος εν τω οίκω μου και ακμάζων εν τω παλατίω μου.
ἔτους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσορ εἶπεν εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου καὶ εὐθηνῶν ἐπὶ τοῦ θρόνου μου
5 Είδον ενύπνιον, το οποίον με κατέπληξε, και οι διαλογισμοί μου επί της κλίνης μου και αι οράσεις της κεφαλής μου με ετάραξαν.
ἐνύπνιον εἶδον καὶ εὐλαβήθην καὶ φόβος μοι ἐπέπεσεν
6 Διά τούτο εξέδωκα πρόσταγμα να εισαχθώσιν ενώπιόν μου πάντες οι σοφοί της Βαβυλώνος, διά να φανερώσωσιν εις εμέ την ερμηνείαν του ενυπνίου.
7 Τότε εισήλθον οι μάγοι, οι επαοιδοί, οι Χαλδαίοι και οι μάντεις· και εγώ είπα το ενύπνιον έμπροσθεν αυτών, αλλά δεν μοι εφανέρωσαν την ερμηνείαν αυτού.
8 Ύστερον δε ήλθεν ο Δανιήλ ενώπιόν μου, του οποίου το όνομα ήτο Βαλτασάσαρ κατά το όνομα του Θεού μου, και εις τον οποίον είναι το πνεύμα των αγίων θεών· και έμπροσθεν τούτου είπα το ενύπνιον, λέγων,
9 Βαλτασάσαρ, άρχων των μάγων, επειδή εγνώρισα ότι το πνεύμα των αγίων θεών είναι εν σοι, και ουδέν κρυπτόν είναι δύσκολον εις σε, ειπέ τας οράσεις του ενυπνίου μου, το οποίον είδον, και την ερμηνείαν αυτού.
10 Ιδού αι οράσεις της κεφαλής μου επί της κλίνης μου· Έβλεπον και ιδού, δένδρον εν μέσω της γης και το ύψος αυτού μέγα.
ἐκάθευδον καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τῆς γῆς ἡ ὅρασις αὐτοῦ μεγάλη καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ
11 Το δένδρον εμεγαλύνθη και ενεδυναμώθη και το ύψος αυτού έφθανεν έως του ουρανού, και η θέα αυτού έως των περάτων πάσης της γης.
καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη ἡ κορυφὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεφελῶν πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ ὁ ἥλιος καὶ ἡ σελήνη ἐν αὐτῷ ᾤκουν καὶ ἐφώτιζον πᾶσαν τὴν γῆν
12 Τα φύλλα αυτού ήσαν ώραία και ο καρπός αυτού πολύς και εν αυτώ ήτο τροφή πάντων· υπό την σκιάν αυτού ανεπαύοντο τα θηρία του αγρού, και εν τοις κλάδοις αυτού κατεσκήνουν τα πετεινά του ουρανού, και εξ αυτού ετρέφετο πάσα σαρξ.
οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα καὶ ὑποκάτω αὐτοῦ ἐσκίαζον πάντα τὰ θηρία τῆς γῆς καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον ὁ καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαθὸς καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις
13 Είδον εν ταις οράσεσι της κεφαλής μου επί της κλίνης μου και ιδού, φύλαξ και άγιος κατέβη εκ του ουρανού,
ἐθεώρουν ἐν τῷ ὕπνῳ μου καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ
14 και εφώνησε μεγαλοφώνως και είπεν ούτω· Κόψατε το δένδρον και αποκόψατε τους κλάδους αυτού· εκτινάξατε τα φύλλα αυτού και διασκορπίσατε τον καρπόν αυτού· ας φύγωσι τα θηρία υποκάτωθεν αυτού και τα πετεινά από των κλάδων αυτού·
καὶ ἐφώνησε καὶ εἶπεν αὐτῷ ἐκκόψατε αὐτὸ καὶ καταφθείρατε αὐτό προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ ἀχρειῶσαι αὐτό
15 το στέλεχος όμως των ριζών αυτού αφήσατε εν τη γη, και τούτο με δεσμόν σιδηρούν και χαλκούν, εν τω τρυφερώ χόρτω του αγρού· και θέλει βρέχεσθαι με την δρόσον του ουρανού και η μερίς αυτού θέλει είσθαι μετά των θηρίων εν τω χόρτω της γής·
καὶ οὕτως εἶπε ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται
16 η καρδία αυτού θέλει μεταβληθή εκ της ανθρωπίνης και θέλει δοθή εις αυτόν καρδία θηρίου· και επτά καιροί θέλουσι παρέλθει επ' αυτόν.
καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἀλλοιωθῇ καὶ ἑπτὰ ἔτη βοσκηθῇ σὺν αὐτοῖς
17 Το πράγμα τούτο είναι διά προστάγματος των φυλάκων και η υπόθεσις διά του λόγου των αγίων· ώστε να γνωρίσωσιν οι ζώντες, ότι ο Ύψιστος είναι Κύριος της βασιλείας των ανθρώπων, και εις όντινα θέλει δίδει αυτήν, και το εξουθένημα των ανθρώπων καθιστά επ' αυτήν.
ἕως ἂν γνῷ τὸν κύριον τοῦ οὐρανοῦ ἐξουσίαν ἔχειν πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς καὶ ὅσα ἂν θέλῃ ποιεῖ ἐν αὐτοῖς ἐνώπιόν μου ἐξεκόπη ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ καταφθορὰ αὐτοῦ ἐν ὥρᾳ μιᾷ τῆς ἡμέρας καὶ οἱ κλάδοι αὐτοῦ ἐδόθησαν εἰς πάντα ἄνεμον καὶ εἱλκύσθη καὶ ἐρρίφη καὶ τὸν χόρτον τῆς γῆς μετὰ τῶν θηρίων τῆς γῆς ἤσθιε καὶ εἰς φυλακὴν παρεδόθη καὶ ἐν πέδαις καὶ ἐν χειροπέδαις χαλκαῖς ἐδέθη ὑπ’ αὐτῶν σφόδρα ἐθαύμασα ἐπὶ πᾶσι τούτοις καὶ ὁ ὕπνος μου ἀπέστη ἀπὸ τῶν ὀφθαλμῶν μου
18 Τούτο το ενύπνιον είδον εγώ ο Ναβουχοδονόσορ ο βασιλεύς· και συ, Βαλτασάσαρ, ειπέ την ερμηνείαν αυτού· διότι πάντες οι σοφοί του βασιλείου μου δεν είναι ικανοί να φανερώσωσι προς εμέ την ερμηνείαν· συ δε είσαι ικανός· διότι το πνεύμα των αγίων θεών είναι εν σοι.
καὶ ἀναστὰς τὸ πρωὶ ἐκ τῆς κοίτης μου ἐκάλεσα τὸν Δανιηλ τὸν ἄρχοντα τῶν σοφιστῶν καὶ τὸν ἡγούμενον τῶν κρινόντων τὰ ἐνύπνια καὶ διηγησάμην αὐτῷ τὸ ἐνύπνιον καὶ ὑπέδειξέ μοι πᾶσαν τὴν σύγκρισιν αὐτοῦ
19 Τότε ο Δανιήλ, του οποίου το όνομα ήτο Βαλτασάσαρ, έμεινεν εκστατικός έως μιας ώρας, και οι διαλογισμοί αυτού ετάραττον αυτόν. Ο βασιλεύς ελάλησε και είπε, Βαλτασάσαρ, ας μη σε ταράττη το ενύπνιον ή η ερμηνεία αυτού. Ο Βαλτασάσαρ απεκρίθη και είπε, Κύριέ μου, το ενύπνιον ας επέλθη επί τους μισούντάς σε και η ερμηνεία αυτού επί τους εχθρούς σου.
μεγάλως δὲ ἐθαύμασεν ὁ Δανιηλ καὶ ὑπόνοια κατέσπευδεν αὐτόν καὶ φοβηθεὶς τρόμου λαβόντος αὐτὸν καὶ ἀλλοιωθείσης τῆς ὁράσεως αὐτοῦ κινήσας τὴν κεφαλὴν ὥραν μίαν ἀποθαυμάσας ἀπεκρίθη μοι φωνῇ πραείᾳ βασιλεῦ τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου ἐπέλθοι
20 Το δένδρον, το οποίον είδες, το αυξηθέν και ενδυναμωθέν, του οποίου το ύψος έφθανεν έως του ουρανού και η θέα αυτού επί πάσαν την γην,
τὸ δένδρον τὸ ἐν τῇ γῇ πεφυτευμένον οὗ ἡ ὅρασις μεγάλη σὺ εἶ βασιλεῦ
21 και τα φύλλα αυτού ήσαν ώραία και ο καρπός αυτού πολύς, και τροφή πάντων ήτο εν αυτώ, και υποκάτω αυτού κατώκουν τα θηρία του αγρού, εν δε τοις κλάδοις αυτού κατεσκήνουν τα πετεινά του ουρανού,
καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὰ νοσσεύοντα ἐν αὐτῷ ἡ ἰσχὺς τῆς γῆς καὶ τῶν ἐθνῶν καὶ τῶν γλωσσῶν πασῶν ἕως τῶν περάτων τῆς γῆς καὶ πᾶσαι αἱ χῶραι σοὶ δουλεύουσι
22 συ είσαι το δένδρον τούτο, βασιλεύ, όστις εμεγαλύνθης και ενεδυναμώθης· και η μεγαλωσύνη σου υψώθη και έφθασεν έως του ουρανού και η εξουσία σου έως των περάτων της γης.
τὸ δὲ ἀνυψωθῆναι τὸ δένδρον ἐκεῖνο καὶ ἐγγίσαι τῷ οὐρανῷ καὶ τὸ κύτος αὐτοῦ ἅψασθαι τῶν νεφελῶν σύ βασιλεῦ ὑψώθης ὑπὲρ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ προσώπου πάσης τῆς γῆς ὑψώθη σου ἡ καρδία ὑπερηφανίᾳ καὶ ἰσχύι τὰ πρὸς τὸν ἅγιον καὶ τοὺς ἀγγέλους αὐτοῦ τὰ ἔργα σου ὤφθη καθότι ἐξερήμωσας τὸν οἶκον τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ ταῖς ἁμαρτίαις τοῦ λαοῦ τοῦ ἡγιασμένου
23 Περί δε του ότι είδεν ο βασιλεύς φύλακα και άγιον καταβαίνοντα εκ του ουρανού και λέγοντα, Κόψατε το δένδρον και καταστρέψατε αυτό· μόνον το στέλεχος των ριζών αυτού αφήσατε εν τη γη, και τούτο με δεσμόν σιδηρούν και χαλκούν, εν τω τρυφερώ χόρτω του αγρού· και ας βρέχηται υπό της δρόσου του ουρανού και μετά των θηρίων του αγρού ας ήναι η μερίς αυτού, εωσού παρέλθωσιν επτά καιροί επ' αυτό·
καὶ ἡ ὅρασις ἣν εἶδες ὅτι ἄγγελος ἐν ἰσχύι ἀπεστάλη παρὰ τοῦ κυρίου καὶ ὅτι εἶπεν ἐξᾶραι τὸ δένδρον καὶ ἐκκόψαι ἡ κρίσις τοῦ θεοῦ τοῦ μεγάλου ἥξει ἐπὶ σέ
24 αύτη είναι η ερμηνεία, βασιλεύ, και αύτη η απόφασις του Υψίστου, ήτις έφθασεν επί τον κύριόν μου τον βασιλέα·
καὶ ὁ ὕψιστος καὶ οἱ ἄγγελοι αὐτοῦ ἐπὶ σὲ κατατρέχουσιν
25 και θέλεις διωχθή εκ των ανθρώπων και μετά των θηρίων του αγρού θέλει είσθαι η κατοικία σου, και θέλεις τρώγει χόρτον ως οι βόες και υπό της δρόσου του ουρανού θέλεις βρέχεσθαι· και επτά καιροί θέλουσι παρέλθει επί σε, εωσού γνωρίσης ότι ο Ύψιστος είναι Κύριος της βασιλείας των ανθρώπων και εις όντινα θέλει, δίδει αυτήν.
εἰς φυλακὴν ἀπάξουσί σε καὶ εἰς τόπον ἔρημον ἀποστελοῦσί σε
26 Περί δε του ότι προσετάχθη να αφήσωσι το στέλεχος των ριζών του δένδρου· το βασίλειόν σου θέλει στερεωθή εν σοι, αφού γνωρίσης την ουράνιον εξουσίαν.
καὶ ἡ ῥίζα τοῦ δένδρου ἡ ἀφεθεῖσα ἐπεὶ οὐκ ἐξερριζώθη ὁ τόπος τοῦ θρόνου σού σοι συντηρηθήσεται εἰς καιρὸν καὶ ὥραν ἰδοὺ ἐπὶ σὲ ἑτοιμάζονται καὶ μαστιγώσουσί σε καὶ ἐπάξουσι τὰ κεκριμένα ἐπὶ σέ
27 Διά τούτο, βασιλεύ, ας γείνη δεκτή η συμβουλή μου προς σε, και έκκοψον τας αμαρτίας σου διά δικαιοσύνης και τας ανομίας σου διά οικτιρμών πενήτων· ίσως και διαρκέση η ευημερία σου.
κύριος ζῇ ἐν οὐρανῷ καὶ ἡ ἐξουσία αὐτοῦ ἐπὶ πάσῃ τῇ γῇ αὐτοῦ δεήθητι περὶ τῶν ἁμαρτιῶν σου καὶ πάσας τὰς ἀδικίας σου ἐν ἐλεημοσύναις λύτρωσαι ἵνα ἐπιείκεια δοθῇ σοι καὶ πολυήμερος γένῃ ἐπὶ τοῦ θρόνου τῆς βασιλείας σου καὶ μὴ καταφθείρῃ σε τούτους τοὺς λόγους ἀγάπησον ἀκριβὴς γάρ μου ὁ λόγος καὶ πλήρης ὁ χρόνος σου
28 Πάντα ταύτα ήλθον επί τον Ναβουχοδονόσορ τον βασιλέα.
καὶ ἐπὶ συντελείᾳ τῶν λόγων Ναβουχοδονοσορ ὡς ἤκουσε τὴν κρίσιν τοῦ ὁράματος τοὺς λόγους ἐν τῇ καρδίᾳ συνετήρησε
29 Εν τω τέλει δώδεκα μηνών, ενώ περιεπάτει επί του βασιλικού παλατίου της Βαβυλώνος,
καὶ μετὰ μῆνας δώδεκα ὁ βασιλεὺς ἐπὶ τῶν τειχῶν τῆς πόλεως μετὰ πάσης τῆς δόξης αὐτοῦ περιεπάτει καὶ ἐπὶ τῶν πύργων αὐτῆς διεπορεύετο
30 ελάλησεν ο βασιλεύς και είπε, Δεν είναι αύτη η Βαβυλών η μεγάλη, την οποίαν εγώ ωκοδόμησα διά καθέδραν του βασιλείου με την ισχύν της δυνάμεώς μου και εις τιμήν της δόξης μου;
καὶ ἀποκριθεὶς εἶπεν αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη ἣν ἐγὼ ᾠκοδόμησα καὶ οἶκος βασιλείας μου ἐν ἰσχύι κράτους μου κληθήσεται εἰς τιμὴν τῆς δόξης μου
31 Ο λόγος ήτο έτι εν τω στόματι του βασιλέως και έγεινε φωνή εξ ουρανού λέγουσα, Προς σε αναγγέλλεται, Ναβουχοδονόσορ βασιλεύ· η βασιλεία παρήλθεν από σού·
καὶ ἐπὶ συντελείας τοῦ λόγου αὐτοῦ φωνὴν ἐκ τοῦ οὐρανοῦ ἤκουσε σοὶ λέγεται Ναβουχοδονοσορ βασιλεῦ ἡ βασιλεία Βαβυλῶνος ἀφῄρηταί σου καὶ ἑτέρῳ δίδοται ἐξουθενημένῳ ἀνθρώπῳ ἐν τῷ οἴκῳ σου ἰδοὺ ἐγὼ καθίστημι αὐτὸν ἐπὶ τῆς βασιλείας σου καὶ τὴν ἐξουσίαν σου καὶ τὴν δόξαν σου καὶ τὴν τρυφήν σου παραλήψεται ὅπως ἐπιγνῷς ὅτι ἐξουσίαν ἔχει ὁ θεὸς τοῦ οὐρανοῦ ἐν τῇ βασιλείᾳ τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν βούληται δώσει αὐτήν ἕως δὲ ἡλίου ἀνατολῆς βασιλεὺς ἕτερος εὐφρανθήσεται ἐν τῷ οἴκῳ σου καὶ κρατήσει τῆς δόξης σου καὶ τῆς ἰσχύος σου καὶ τῆς ἐξουσίας σου
32 και θέλεις εκδιωχθή εκ των ανθρώπων και μετά των θηρίων του αγρού θέλει είσθαι η κατοικία σου· χόρτον ως οι βόες θέλεις τρώγει, και επτά καιροί θέλουσι παρέλθει επί σε, εωσού γνωρίσης ότι ο Ύψιστος είναι Κύριος της βασιλείας των ανθρώπων, και εις όντινα θέλει, δίδει αυτήν.
καὶ οἱ ἄγγελοι διώξονταί σε ἐπὶ ἔτη ἑπτά καὶ οὐ μὴ ὀφθῇς οὐδ’ οὐ μὴ λαλήσῃς μετὰ παντὸς ἀνθρώπου χόρτον ὡς βοῦν σε ψωμίσουσι καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἔσται ἡ νομή σου ἰδοὺ ἀντὶ τῆς δόξης σου δήσουσί σε καὶ τὸν οἶκον τῆς τρυφῆς σου καὶ τὴν βασιλείαν σου ἕτερος ἕξει
33 Εν αυτή τη ώρα ο λόγος εξετελέσθη επί τον Ναβουχοδονόσορ· και εξεδιώχθη εκ των ανθρώπων και χόρτον ως οι βόες έτρωγε και υπό της δρόσου του ουρανού το σώμα αυτού εβρέχετο, εωσού αι τρίχες αυτού ηυξήνθησαν ως αετών πτερά και οι όνυχες αυτού ως ορνέων.
ἕως δὲ πρωὶ πάντα τελεσθήσεται ἐπὶ σέ Ναβουχοδονοσορ βασιλεῦ Βαβυλῶνος καὶ οὐχ ὑστερήσει ἀπὸ πάντων τούτων οὐθέν ἐγὼ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος ἑπτὰ ἔτη ἐπεδήθην χόρτον ὡς βοῦν ἐψώμισάν με καὶ ἀπὸ τῆς χλόης τῆς γῆς ἤσθιον καὶ μετὰ ἔτη ἑπτὰ ἔδωκα τὴν ψυχήν μου εἰς δέησιν καὶ ἠξίωσα περὶ τῶν ἁμαρτιῶν μου κατὰ πρόσωπον κυρίου τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου ἐδεήθην καὶ αἱ τρίχες μου ἐγένοντο ὡς πτέρυγες ἀετοῦ οἱ ὄνυχές μου ὡσεὶ λέοντος ἠλλοιώθη ἡ σάρξ μου καὶ ἡ καρδία μου γυμνὸς περιεπάτουν μετὰ τῶν θηρίων τῆς γῆς ἐνύπνιον εἶδον καὶ ὑπόνοιαί με εἰλήφασι καὶ διὰ χρόνου ὕπνος με ἔλαβε πολὺς καὶ νυσταγμὸς ἐπέπεσέ μοι
34 Και εν τέλει των ημερών, εγώ ο Ναβουχοδονόσορ εσήκωσα τους οφθαλμούς μου προς τον ουρανόν και αι φρένες μου επέστρεψαν εις εμέ και ευλόγησα τον Ύψιστον και ήνεσα και εδόξασα τον ζώντα εις τον αιώνα, του οποίου η εξουσία είναι εξουσία αιώνιος και η βασιλεία αυτού εις γενεάν και γενεάν,
καὶ ἐπὶ συντελείᾳ τῶν ἑπτὰ ἐτῶν ὁ χρόνος μου τῆς ἀπολυτρώσεως ἦλθε καὶ αἱ ἁμαρτίαι μου καὶ αἱ ἄγνοιαί μου ἐπληρώθησαν ἐναντίον τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ ἐδεήθην περὶ τῶν ἀγνοιῶν μου τοῦ θεοῦ τῶν θεῶν τοῦ μεγάλου καὶ ἰδοὺ ἄγγελος εἷς ἐκάλεσέ με ἐκ τοῦ οὐρανοῦ λέγων Ναβουχοδονοσορ δούλευσον τῷ θεῷ τοῦ οὐρανοῦ τῷ ἁγίῳ καὶ δὸς δόξαν τῷ ὑψίστῳ τὸ βασίλειον τοῦ ἔθνους σού σοι ἀποδίδοται
35 και πάντες οι κάτοικοι της γης λογίζονται ενώπιον αυτού ως ουδέν, και κατά την θέλησιν αυτού πράττει εις το στράτευμα του ουρανού και εις τους κατοίκους της γης, και δεν υπάρχει ο εμποδίζων την χείρα αυτού ή ο λέγων προς αυτόν, Τι έκαμες;
36 Εν τω αυτώ καιρώ αι φρένες μου επέστρεψαν εις εμέ· και προς δόξαν της βασιλείας μου επανήλθεν εις εμέ η λαμπρότης μου και η μορφή μου και οι αυλικοί μου και οι μεγιστάνές μου με εζήτουν, και εστερεώθην εν τη βασιλεία μου και μεγαλειότης περισσοτέρα προσετέθη εις εμέ.
ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκατεστάθη ἡ βασιλεία μου ἐμοί καὶ ἡ δόξα μου ἀπεδόθη μοι
37 Τώρα εγώ ο Ναβουχοδονόσορ αινώ και υπερυψώ και δοξάζω τον βασιλέα του ουρανού, διότι πάντα τα έργα αυτού είναι αλήθεια και αι οδοί αυτού κρίσις, και τους περιπατούντας εν τη υπερηφανία δύναται να ταπεινώση.
τῷ ὑψίστῳ ἀνθομολογοῦμαι καὶ αἰνῶ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς καὶ πάντα τὰ ἐν αὐτοῖς ἐξομολογοῦμαι καὶ αἰνῶ ὅτι αὐτός ἐστι θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλέων

< Δανιήλ 4 >