< Δανιήλ 12 >
1 Και εν τω καιρώ εκείνω θέλει εγερθή Μιχαήλ, ο άρχων ο μέγας, ο ιστάμενος υπέρ των υιών του λαού σου· και θέλει είσθαι καιρός θλίψεως, οποία ποτέ δεν έγεινεν αφού υπήρξεν έθνος, μέχρις εκείνου του καιρού· και εν τω καιρώ εκείνω θέλει διασωθή ο λαός σου, πας όστις ευρεθή γεγραμμένος εν τω βιβλίω.
καὶ κατὰ τὴν ὥραν ἐκείνην παρελεύσεται Μιχαηλ ὁ ἄγγελος ὁ μέγας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου ἐκείνη ἡ ἡμέρα θλίψεως οἵα οὐκ ἐγενήθη ἀφ’ οὗ ἐγενήθησαν ἕως τῆς ἡμέρας ἐκείνης καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑψωθήσεται πᾶς ὁ λαός ὃς ἂν εὑρεθῇ ἐγγεγραμμένος ἐν τῷ βιβλίῳ
2 Και πολλοί εκ των κοιμωμένων εν τω χώματι της γης θέλουσιν εξεγερθή, οι μεν εις αιώνιον ζωήν, οι δε εις ονειδισμόν και εις καταισχύνην αιώνιον.
καὶ πολλοὶ τῶν καθευδόντων ἐν τῷ πλάτει τῆς γῆς ἀναστήσονται οἱ μὲν εἰς ζωὴν αἰώνιον οἱ δὲ εἰς ὀνειδισμόν οἱ δὲ εἰς διασπορὰν καὶ αἰσχύνην αἰώνιον
3 Και οι συνετοί θέλουσιν εκλάμψει ως η λαμπρότης του στερεώματος· και οι επιστρέφοντες πολλούς εις δικαιοσύνην ως οι αστέρες, εις τους αιώνας των αιώνων.
καὶ οἱ συνιέντες φανοῦσιν ὡς φωστῆρες τοῦ οὐρανοῦ καὶ οἱ κατισχύοντες τοὺς λόγους μου ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
4 Και συ, Δανιήλ, έγκλεισον τους λόγους και σφράγισον το βιβλίον, έως του εσχάτου καιρού· τότε πολλοί θέλουσι περιτρέχει και η γνώσις θέλει πληθυνθή.
καὶ σύ Δανιηλ κάλυψον τὰ προστάγματα καὶ σφράγισαι τὸ βιβλίον ἕως καιροῦ συντελείας ἕως ἂν ἀπομανῶσιν οἱ πολλοὶ καὶ πλησθῇ ἡ γῆ ἀδικίας
5 Και εγώ ο Δανιήλ εθεώρησα και ιδού, ίσταντο δύο άλλοι, εις εντεύθεν επί του χείλους του ποταμού και εις εκείθεν επί του χείλους του ποταμού.
καὶ εἶδον ἐγὼ Δανιηλ καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν εἷς ἔνθεν τοῦ ποταμοῦ καὶ εἷς ἔνθεν
6 Και είπεν ο εις προς τον άνδρα τον ενδεδυμένον λινά, όστις ήτο επάνωθεν των υδάτων του ποταμού, Έως πότε θέλει είσθαι το τέλος των θαυμασίων τούτων;
καὶ εἶπα τῷ ἑνὶ τῷ περιβεβλημένῳ τὰ βύσσινα τῷ ἐπάνω πότε οὖν συντέλεια ὧν εἴρηκάς μοι τῶν θαυμαστῶν καὶ ὁ καθαρισμὸς τούτων
7 Και ήκουσα τον άνδρα τον ενδεδυμένον λινά, όστις ήτο επάνωθεν των υδάτων του ποταμού, ότε ύψωσε την δεξιάν αυτού και την αριστεράν αυτού εις τον ουρανόν και ώμοσεν εις τον ζώντα εις τον αιώνα, ότι θέλει είσθαι εις καιρόν, καιρούς και ήμισυ καιρού· και όταν συντελεσθή ο διασκορπισμός της δυνάμεως του αγίου λαού, πάντα ταύτα θέλουσιν εκπληρωθή.
καὶ ἤκουσα τοῦ περιβεβλημένου τὰ βύσσινα ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ ἕως καιροῦ συντελείας καὶ ὕψωσε τὴν δεξιὰν καὶ τὴν ἀριστερὰν εἰς τὸν οὐρανὸν καὶ ὤμοσε τὸν ζῶντα εἰς τὸν αἰῶνα θεὸν ὅτι εἰς καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἡ συντέλεια χειρῶν ἀφέσεως λαοῦ ἁγίου καὶ συντελεσθήσεται πάντα ταῦτα
8 Και εγώ ήκουσα, αλλά δεν ενόησα· τότε είπον, Κύριέ μου, ποίον το τέλος τούτων;
καὶ ἐγὼ ἤκουσα καὶ οὐ διενοήθην παρ’ αὐτὸν τὸν καιρὸν καὶ εἶπα κύριε τίς ἡ λύσις τοῦ λόγου τούτου καὶ τίνος αἱ παραβολαὶ αὗται
9 Και είπε, Ύπαγε, Δανιήλ· διότι οι λόγοι είναι κεκλεισμένοι και εσφραγισμένοι έως του εσχάτου καιρού.
καὶ εἶπέν μοι ἀπότρεχε Δανιηλ ὅτι κατακεκαλυμμένα καὶ ἐσφραγισμένα τὰ προστάγματα ἕως ἂν
10 Πολλοί θέλουσι καθαρισθή και λευκανθή και δοκιμασθή· και οι ασεβείς θέλουσιν ασεβεί· και ουδείς εκ των ασεβών θέλει νοήσει· αλλ' οι συνετοί θέλουσι νοήσει.
πειρασθῶσι καὶ ἁγιασθῶσι πολλοί καὶ ἁμάρτωσιν οἱ ἁμαρτωλοί καὶ οὐ μὴ διανοηθῶσι πάντες οἱ ἁμαρτωλοί καὶ οἱ διανοούμενοι προσέξουσιν
11 Και από του καιρού, καθ' ον η παντοτεινή θυσία αφαιρεθή και το βδέλυγμα της ερημώσεως στηθή, θέλουσιν είσθαι ημέραι χίλιαι διακόσιαι και ενενήκοντα.
ἀφ’ οὗ ἂν ἀποσταθῇ ἡ θυσία διὰ παντὸς καὶ ἑτοιμασθῇ δοθῆναι τὸ βδέλυγμα τῆς ἐρημώσεως ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα
12 Μακάριος όστις υπομείνη και φθάση εις ημέρας χιλίας τριακοσίας και τριάκοντα πέντε.
μακάριος ὁ ἐμμένων καὶ συνάξει εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε
13 Αλλά συ ύπαγε, έως του τέλους· και θέλεις αναπαυθή και θέλεις σταθή εν τω κλήρω σου εις το τέλος των ημερών.
καὶ σὺ βάδισον ἀναπαύου ἔτι γάρ εἰσιν ἡμέραι καὶ ὧραι εἰς ἀναπλήρωσιν συντελείας καὶ ἀναπαύσῃ καὶ ἀναστήσῃ ἐπὶ τὴν δόξαν σου εἰς συντέλειαν ἡμερῶν