< Ἀμώςʹ 8 >
1 Ούτως έδειξεν εις εμέ Κύριος ο Θεός· και ιδού, κάνιστρον καρπού θερινού.
οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ
2 Και είπε, Τι βλέπεις συ, Αμώς; Και είπα, Κάνιστρον καρπού θερινού. Τότε είπε Κύριος προς εμέ, Ήλθε το τέλος επί τον λαόν μου Ισραήλ· δεν θέλω πλέον παρατρέξει αυτόν του λοιπού.
καὶ εἶπεν τί σὺ βλέπεις Αμως καὶ εἶπα ἄγγος ἰξευτοῦ καὶ εἶπεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν
3 Και τα άσματα του ναού θέλουσιν είσθαι ολολυγμοί εν τη ημέρα εκείνη, λέγει Κύριος ο Θεός· πολλά πτώματα θέλουσιν είσθαι εν παντί τόπω· θέλουσιν εκρίψει αυτά εν σιωπή.
καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ ἐπιρρίψω σιωπήν
4 Ακούσατε τούτο, οι ροφούντες τους πένητας και οι αφανίζοντες τους πτωχούς του τόπου,
ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς
5 λέγοντες, Πότε θέλει παρέλθει ο μην, διά να πωλήσωμεν γεννήματα; και το σάββατον, διά να ανοίξωμεν σίτον, σμικρύνοντες το εφά και μεγαλύνοντες τον σίκλον και νοθεύοντες τα ζύγια της απάτης;
οἱ λέγοντες πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον
6 διά να αγοράσωμεν τους πτωχούς με αργύριον και τον πένητα διά ζεύγος υποδημάτων, και να πωλήσωμεν τα σκύβαλα του σίτου;
τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα
7 Ο Κύριος ώμοσεν εις την δόξαν του Ιακώβ, λέγων, Βεβαίως δεν θέλω λησμονήσει ποτέ ουδέν εκ των έργων αυτών.
ὀμνύει κύριος καθ’ ὑπερηφανίας Ιακωβ εἰ ἐπιλησθήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν
8 Η γη δεν θέλει ταραχθή διά τούτο και πενθήσει πας ο κατοικών εν αυτή; και δεν θέλει υπερεκχειλίσει όλη ως ποταμός και δεν θέλει απορριφθή και καταποντισθή ως υπό του ποταμού της Αιγύπτου;
καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου
9 Και εν τη ημέρα εκείνη, λέγει Κύριος ο Θεός, θέλω κάμει τον ήλιον να δύση εν καιρώ μεσημβρίας και θέλω συσκοτάσει την γην εν φωτεινή ημέρα.
καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς
10 Και θέλω μεταστρέψει τας εορτάς σας εις πένθος και πάντα τα άσματά σας εις θρήνον, και θέλω αναβιβάσει σάκκον επί πάσαν οσφύν και φαλάκρωμα επί πάσαν κεφαλήν, και θέλω καταστήσει αυτόν ως τον πενθούντα υιόν μονογενή και το τέλος αυτού θέλει είσθαι ως ημέρα πικρίας.
καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης
11 Ιδού, έρχονται ημέραι, λέγει Κύριος ο Θεός, και θέλω εξαποστείλει πείναν επί την γήν· ουχί πείναν άρτου ουδέ δίψαν ύδατος, αλλ' ακροάσεως των λόγων του Κυρίου.
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου
12 Και θέλουσι περιπλανάσθαι από θαλάσσης έως θαλάσσης, και από βορρά έως ανατολής θέλουσι περιτρέχει, ζητούντες τον λόγον του Κυρίου, και δεν θέλουσιν ευρεί.
καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν
13 Εν τη ημέρα εκείνη θέλουσι λιποθυμήσει αι ώραίαι παρθένοι και οι νεανίσκοι υπό δίψης,
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει
14 οι ομνύοντες εις την αμαρτίαν της Σαμαρείας και οι λέγοντες, Ζη ο Θεός σου, Δαν, και, Ζη η οδός της Βηρσαβεέ, και θέλουσι πέσει και δεν θέλουσι σηκωθή πλέον.
οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες ζῇ ὁ θεός σου Δαν καὶ ζῇ ὁ θεός σου Βηρσαβεε καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι